Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 584
Complete Works of Homer Page 584

by Homer


  εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,

  ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,

  καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώς. 350

  ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,

  βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,

  στῆ δὲ παρ' Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα:

  Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων

  ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς 355

  κεῖσ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον

  ἀμφοτέρω μὲν μᾶλλον: ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων

  εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος:

  ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ

  ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 360

  εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,

  ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,

  καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώς.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε μέγας Τελαμώνιος Αἴας.

  αὐτίκ' Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα: 365

  Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,

  ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι:

  αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο:

  αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.

  ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, 370

  καί οἱ Τεῦκρος ἅμ' ᾖε κασίγνητος καὶ ὄπατρος:

  τοῖς δ' ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.

  εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο

  τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ' ἵκοντο,

  οἳ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι 375

  ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες:

  σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ' ἀϋτή.

  Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα

  Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον

  μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς 380

  κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος: οὐδέ κέ μιν ῥέα

  χείρεσσ' ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν,

  οἷοι νῦν βροτοί εἰσ': ὃ δ' ἄρ' ὑψόθεν ἔμβαλ' ἀείρας,

  θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε

  πάντ' ἄμυδις κεφαλῆς: ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς 385

  κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός.

  Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ' Ἱππολόχοιο

  ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,

  ᾗ ῥ' ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.

  ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν 390

  βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ' ἐπέεσσι.

  Σαρπήδοντι δ' ἄχος γένετο Γλαύκου ἀπιόντος

  αὐτίκ' ἐπεί τ' ἐνόησεν: ὅμως δ' οὐ λήθετο χάρμης,

  ἀλλ' ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας

  νύξ', ἐκ δ' ἔσπασεν ἔγχος: ὃ δ' ἑσπόμενος πέσε δουρὶ 395

  πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,

  Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν

  ἕλχ', ἣ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε

  τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.

  τὸν δ' Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ' ὃ μὲν ἰῷ 400

  βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν

  ἀσπίδος ἀμφιβρότης: ἀλλὰ Ζεὺς κῆρας ἄμυνε

  παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη:

  Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ

  ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. 405

  χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιος: οὐδ' ὅ γε πάμπαν

  χάζετ', ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.

  κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν:

  ὦ Λύκιοι τί τ' ἄρ' ὧδε μεθίετε θούριδος ἀλκῆς;

  ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 410

  μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον:

  ἀλλ' ἐφομαρτεῖτε: πλεόνων δέ τι ἔργον ἄμεινον.

  ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν

  μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.

  Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 415

  τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον:

  οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο

  τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,

  οὔτέ ποτ' αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο

  τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. 420

  ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον

  μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,

  ὥ τ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,

  ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες: οἳ δ' ὑπὲρ αὐτέων

  δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 425

  ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.

  πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,

  ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη

  μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.

  πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν 430

  ἐρράδατ' ἀμφοτέ
ρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.

  ἀλλ' οὐδ' ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,

  ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,

  ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει

  ἰσάζουσ', ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται: 435

  ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,

  πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε

  Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.

  ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς:

  ὄρνυσθ' ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος 440

  Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.

  ὣς φάτ' ἐποτρύνων, οἳ δ' οὔασι πάντες ἄκουον,

  ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες: οἳ μὲν ἔπειτα

  κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες,

  Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων 445

  ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν

  ὀξὺς ἔην: τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω

  ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν,

  οἷοι νῦν βροτοί εἰσ': ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.

  τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. 450

  ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς

  χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,

  ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,

  αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας

  δικλίδας ὑψηλάς: δοιοὶ δ' ἔντοσθεν ὀχῆες 455

  εἶχον ἐπημοιβοί, μία δὲ κληὶ̈ς ἐπαρήρει.

  στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας

  εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,

  ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς: πέσε δὲ λίθος εἴσω

  βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες 460

  ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη

  λᾶος ὑπὸ ῥιπῆς: ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ

  νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια: λάμπε δὲ χαλκῷ

  σμερδαλέῳ, τὸν ἕεστο περὶ χροί̈, δοιὰ δὲ χερσὶ

  δοῦρ' ἔχεν: οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας 465

  νόσφι θεῶν ὅτ' ἐσᾶλτο πύλας: πυρὶ δ' ὄσσε δεδήει.

  κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον

  τεῖχος ὑπερβαίνειν: τοὶ δ' ὀτρύνοντι πίθοντο.

  αὐτίκα δ' οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ' αὐτὰς

  ποιητὰς ἐσέχυντο πύλας: Δαναοὶ δὲ φόβηθεν 470

  νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.

  Ῥαψωδία ν

  Ζεὺς δ' ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,

  τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν

  νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ

  νόσφιν ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν

  Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 5

  γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.

  ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ:

  οὐ γὰρ ὅ γ' ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν

  ἐλθόντ' ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.

  οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων: 10

  καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε

  ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης

  Θρηϊκίης: ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,

  φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.

  ἔνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ἰών, ἐλέαιρε δ' Ἀχαιοὺς 15

  Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.

  αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος

  κραιπνὰ ποσὶ προβιβάς: τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη

  ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντος.

  τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 20

  Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης

  χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.

  ἔνθ' ἐλθὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω

  ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

  χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροί̈, γέντο δ' ἱμάσθλην 25

  χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου,

  βῆ δ' ἐλάαν ἐπὶ κύματ': ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ

  πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα:

  γηθοσύνῃ δὲ θάλασσα διίστατο: τοὶ δὲ πέτοντο

  ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων: 30

  τὸν δ' ἐς Ἀχαιῶν νῆας ἐύ̈σκαρθμοι φέρον ἵπποι.

  ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης

  μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης:

  ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων

  λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ 35

  ἔδμεναι: ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας

  ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν

  νοστήσαντα ἄνακτα: ὃ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν.

  Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ

  Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 40

  ἄβρομοι αὐί̈αχοι: ἔλποντο δὲ νῆας Ἀχαιῶν

  αἱρήσειν, κτενέειν δὲ
παρ' αὐτόθι πάντας ἀρίστους.

  ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος

  Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν

  εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν: 45

  Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ:

  Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν

  ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.

  ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους

  Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ: 50

  ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί:

  τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,

  ᾗ ῥ' ὅ γ' ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει

  Ἕκτωρ, ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι.

  σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 55

  αὐτώ θ' ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους:

  τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν

  ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.

  ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος

  ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, 60

  γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.

  αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,

  ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς

  ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,

  ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 65

  τοῖιν δ' ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,

 

‹ Prev