Book Read Free

Complete Works of Homer

Page 644

by Homer


  πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι

  γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.

  εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθεν,

  ἄλλο τι δὴ τόδ' ἔπειτα θεοὶ περιμηχανόωνται. 200

  αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς

  ἡμῖν, εὖτ' ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,

  δαίνυνταί τε παρ' ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.

  εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,

  οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, 205

  ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "Ἀλκίνο', ἄλλο τί τοι μελέτω φρεσίν: οὐ γὰρ ἐγώ γε

  ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

  οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. 210

  οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀιζὺν

  ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.

  καὶ δ' ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,

  ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

  ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ: 215

  οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο

  ἔπλετο, ἥ τ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ

  καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,

  ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ' αἰεὶ

  ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων 220

  ληθάνει ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

  ὑμεῖς δ' ὀτρύνεσθαι ἅμ' ἠοῖ φαινομένηφιν,

  ὥς κ' ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης

  καί περ πολλὰ παθόντα: ἰδόντα με καὶ λίποι αἰὼν

  κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα." 225

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον

  πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

  αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιον θ' ὅσον ἤθελε θυμός,

  οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, 230

  πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς

  ἥσθην: ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.

  τοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων:

  ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ' ἰδοῦσα

  καλά, τά ῥ' αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί: 235

  καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

  "ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή:

  τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ' ἔδωκεν;

  οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι;"

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 240

  "ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι

  κήδε', ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες:

  τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.

  Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται:

  ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ 245

  ναίει ἐυπλόκαμος, δεινὴ θεός: οὐδέ τις αὐτῇ

  μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.

  ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων

  οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ

  Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. 250

  ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

  αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης

  ἐννῆμαρ φερόμην: δεκάτῃ δέ με νυκτὶ μελαίνῃ

  νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

  ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα 255

  ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

  θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα:

  ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

  ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ

  δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ: 260

  ἀλλ' ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,

  καὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι

  Ζηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς.

  πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε,

  σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν, 265

  οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

  ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,

  ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα

  γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ

  δυσμόρῳ: ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ 270

  πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,

  ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,

  ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα

  εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.

  τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ': αὐτὰρ ἐγώ γε 275

  νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ

  ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.

  ἔνθα κέ μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου,

  πέτρῃς πρὸς μεγάλ
ῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ:

  ἀλλ' ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον 280

  ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,

  λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.

  ἐκ δ' ἔπεσον θυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ

  ἤλυθ'. ἐγὼ δ' ἀπάνευθε διιπετέος ποταμοῖο

  ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα 285

  ἠφυσάμην: ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν.

  ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ

  εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ.

  δείλετό τ' ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.

  ἀμφιπόλους δ' ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς 290

  παιζούσας, ἐν δ' αὐτὴ ἔην ἐικυῖα θεῇσι:

  τὴν ἱκέτευσ': ἡ δ' οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,

  ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα

  ἐρξέμεν: αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.

  ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ' αἴθοπα οἶνον 295

  καὶ λοῦσ' ἐν ποταμῷ καί μοι τάδε εἵματ' ἔδωκε.

  ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα."

  τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:

  "ξεῖν', ἦ τοι μὲν τοῦτο γ' ἐναίσιμον οὐκ ἐνόησε

  παῖς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμφιπόλοισι γυναιξὶν 300

  ἦγεν ἐς ἡμέτερον, σὺ δ' ἄρα πρώτην ἱκέτευσας."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ἥρως, μή τοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην:

  ἡ μὲν γάρ μ' ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,

  ἀλλ' ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, 305

  μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι:

  δύσζηλοι γάρ τ' εἰμὲν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων."

  τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:

  "ξεῖν', οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ

  μαψιδίως κεχολῶσθαι: ἀμείνω δ' αἴσιμα πάντα. 310

  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

  τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ' ἐγώ περ,

  παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι

  αὖθι μένων: οἶκον δέ κ' ἐγὼ καὶ κτήματα δοίην,

  εἴ κ' ἐθέλων γε μένοις: ἀέκοντα δέ σ' οὔ τις ἐρύξει 315

  Φαιήκων: μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

  πομπὴν δ' ἐς τόδ' ἐγὼ τεκμαίρομαι, ὄφρ' ἐὺ εἰδῇς,

  αὔριον ἔς: τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ

  λέξεαι, οἱ δ' ἐλόωσι γαλήνην, ὄφρ' ἂν ἵκηαι

  πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, 320

  εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ' Εὐβοίης,

  τήν περ τηλοτάτω φάσ' ἔμμεναι, οἵ μιν ἴδοντο

  λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν

  ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.

  καὶ μὲν οἱ ἔνθ' ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν 325

  ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.

  εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται

  νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ."

  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

  εὐχόμενος δ' ἄρα εἶπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν: 330

  "Ζεῦ πάτερ, αἴθ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα

  Ἀλκίνοος: τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν

  ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:

  κέκλετο δ' Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν 335

  δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

  πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας

  χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

  αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι:

  αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, 340

  ὤτρυνον δ' Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν:

  "ὄρσο κέων, ὦ ξεῖνε: πεποίηται δέ τοι εὐνή."

  ὣς φάν, τῷ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.

  ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

  τρητοῖς ἐν λεχέεσσιν ὑπ' αἰθούσῃ ἐριδούπῳ: 345

  Ἀλκίνοος δ' ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,

  πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

  Ῥαψωδία θ

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  ὤρνυτ' ἄρ' ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,

  ἂν δ' ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.

  τοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος Ἀλκινόοιο

  Φαιήκων ἀγορήνδ', ἥ σφιν παρὰ νηυσὶ τέτυκτο. 5

  ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι

  πλησίον. ἡ δ' ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη

  εἰδομένη κήρυκι δαί̈φρονος Ἀλκινόοιο,

  νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,

  καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον: 10

  "δεῦτ' ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

  εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,

  ὃς νέον Ἀλκινόοιο δαί̈φρονος ἵκετο δῶμα

  πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος."

  ὣς εἰποῦσ' ὤτρυνε μένος
καὶ θυμὸν ἑκάστου. 15

  καρπαλίμως δ' ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι

  ἀγρομένων: πολλοὶ δ' ἄρ' ἐθηήσαντο ἰδόντες

  υἱὸν Λαέρταο δαί̈φρονα: τῷ δ' ἄρ' Ἀθήνη

  θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις

  καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, 20

  ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο

  δεινός τ' αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους

  πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ' Ὀδυσῆος.

  αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,

  τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε: 25

  "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

  ξεῖνος ὅδ', οὐκ οἶδ' ὅς τις, ἀλώμενος ἵκετ' ἐμὸν δῶ,

  ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων:

  πομπὴν δ' ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. 30

  ἡμεῖς δ', ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.

  οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ' ἐμὰ δώμαθ' ἵκηται,

  ἐνθάδ' ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.

  ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν

  πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα 35

  κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.

  δησάμενοι δ' ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ

  ἔκβητ': αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα

 

‹ Prev