Book Read Free

Complete Works of Homer

Page 677

by Homer


  τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:

  "σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ' ἑταίρῳ, 45

  ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν:

  αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω

  ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν:

  εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων

  νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, 50

  καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.

  ἀλλ' ἑλέτω σε καὶ ὕπνος: ἀνίη καὶ τὸ φυλάσσειν

  πάννυχον ἐγρήσσοντα, κακῶν δ' ὑποδύσεαι ἤδη."

  ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,

  αὐτὴ δ' ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων. 55

  εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,

  λυσιμελής, ἄλοχος δ' ἄρ' ἐπέγρετο κεδνὰ ἰδυῖα:

  κλαῖε δ' ἄρ' ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.

  αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,

  Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν: 60

  "Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη

  ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ' ἐκ θυμὸν ἕλοιο

  αὐτίκα νῦν, ἢ ἔπειτα μ' ἀναρπάξασα θύελλα

  οἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα,

  ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. 65

  ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι:

  τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δ' ἐλίποντο

  ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ' Ἀφροδίτη

  τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ:

  Ἥρη δ' αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν 70

  εἶδος καὶ πινυτήν, μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή,

  ἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.

  εὖτ' Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,

  κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο--

  ἐς Δία τερπικέραυνον, ὁ γάρ τ' εὖ οἶδεν ἅπαντα, 75

  μοῖράν τ' ἀμμορίην τε καταθνητῶν ἀνθρώπων--

  τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο

  καί ῥ' ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν:

  ὣς ἔμ' ἀϊστώσειαν Ὀλύμπια δώματ' ἔχοντες,

  ἠέ μ' ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ' Ὀδυσῆα 80

  ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,

  μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.

  ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις

  ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,

  νύκτας δ' ὕπνος ἔχῃσιν--ὁ γάρ τ' ἐπέλησεν ἁπάντων, 85

  ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρ' ἀμφικαλύψῃ--

  αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευεν κακὰ δαίμων.

  τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,

  τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ: αὐτὰρ ἐμὸν κῆρ

  χαῖρ', ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη." 90

  ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

  τῆς δ' ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς:

  μερμήριζε δ' ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν

  ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.

  χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, 95

  ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην

  θῆκε θύραζε φέρων, Διὶ δ' εὔξατο χεῖρας ἀνασχών:

  "Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν

  ἤγετ' ἐμὴν ἐς γαῖαν, ἐπεί μ' ἐκακώσατε λίην,

  φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων 100

  ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω."

  ὣς ἔφατ' εὐχόμενος: τοῦ δ' ἔκλυε μητίετα Ζεύς,

  αὐτίκα δ' ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου,

  ὑψόθεν ἐκ νεφέων: γήθησε δὲ δῖος Ὀδυσσεύς.

  φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς 105

  πλησίον, ἔνθ' ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,

  τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες

  ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.

  αἱ μὲν ἄρ' ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,

  ἡ δὲ μί' οὔπω παύετ', ἀφαυροτάτη δ' ἐτέτυκτο: 110

  ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι:

  "Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,

  ἦ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος,

  οὐδέ ποθι νέφος ἐστί: τέρας νύ τεῳ τόδε φαίνεις.

  κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω: 115

  μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε

  ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν,

  οἳ δή μοι καμάτῳ θυμαλγέι: γούνατ' ἔλυσαν

  ἄλφιτα τευχούσῃ: νῦν ὕστατα δειπνήσειαν."

  ὣς ἄρ' ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς 120

  Ζηνός τε βροντῇ: φάτο γὰρ τίσασθαι ἀλείτας.

  αἱ δ' ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ' Ὀδυσῆος

  ἀγρόμεναι ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ.

  Τηλέμαχος δ' εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,

  εἵματα ἑσσάμενος: περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ: 125

  ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
>
  εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι: χαλκῷ:

  στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, πρὸς δ' Εὐρύκλειαν ἔειπε:

  "μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ

  εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; 130

  τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα:

  ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων

  χείρονα, τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει."

  τὸν δ' αὖτε προσέειπε περίφρων Εὐρύκλεια:

  "οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. 135

  οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ' ἔθελ' αὐτός,

  σίτου δ' οὐκέτ' ἔφη πεινήμεναι: εἴρετο γάρ μιν.

  ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,

  ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,

  αὐτὰρ ὅ γ', ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, 140

  οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,

  ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν

  ἔδραθ' ἐνὶ προδόμῳ: χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς."

  ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει

  ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. 145

  βῆ δ' ἴμεν εἰς ἀγορὴν μετ' ἐϋκνήμιδας Ἀχαιούς.

  ἡ δ' αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,

  Εὐρύκλει', Ὦπος θυγάτηρ Πεισηνορίδαο:

  "ἀγρεῖθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,

  ῥάσσατέ τ', ἔν τε θρόνοις εὐποιήτοισι τάπητας 150

  βάλλετε πορφυρέους: αἱ δὲ σπόγγοισι τραπέζας

  πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας

  καὶ δέπα ἀμφικύπελλα τετυγμένα: ταὶ δὲ μεθ' ὕδωρ

  ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.

  οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, 155

  ἀλλὰ μάλ' ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή."

  ὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.

  αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,

  αἱ δ' αὐτοῦ κατὰ δώματ' ἐπισταμένως πονέοντο.

  ἐς δ' ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα 160

  εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες

  ἦλθον ἀπὸ κρήνης: ἐπὶ δέ σφισιν ἦλθε συβώτης

  τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.

  καὶ τοὺς μέν ῥ' εἴασε καθ' ἕρκεα καλὰ νέμεσθαι,

  αὐτὸς δ' αὖτ' Ὀδυσῆα προσηύδα μειλιχίοισι: 165

  "ξεῖν', ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,

  ἦέ σ' ἀτιμάζουσι κατὰ μέγαρ', ὡς τὸ πάρος περ;"

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς:

  "αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,

  ἣν οἵδ' ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται 170

  οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ' αἰδοῦς μοῖραν ἔχουσιν."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  ἀγχίμολον δέ σφ' ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.

  αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,

  δεῖπνον μνηστήρεσσι. δύω δ' ἅμ' ἕποντο νομῆες. 175

  καὶ τὰς μὲν κατέδησεν ὑπ' αἰθούσῃ ἐριδούπῳ,

  αὐτὸς δ' αὖτ' Ὀδυσῆα προσηύδα κερτομίοισι:

  "ξεῖν', ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα

  ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;

  πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀί̈ω 180

  πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον

  αἰτίζεις: εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν."

  ὣς φάτο, τὸν δ' οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,

  ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

  τοῖσι δ' ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, 185

  βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.

  πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους

  ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.

  καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ' αἰθούσῃ ἐριδούπῳ,

  αὐτὸς δ' αὖτ' ἐρέεινε συβώτην ἄγχι παραστάς: 190

  "τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,

  ἡμέτερον πρὸς δῶμα; τέων δ' ἐξ εὔχεται εἶναι

  ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;

  δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι:

  ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, 195

  ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν."

  ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "χαῖρε, πάτερ ὦ ξεῖνε: γένοιτό τοι ἔς περ ὀπίσσω

  ὄλβος: ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. 200

  Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος:

  οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,

  μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.

  ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε

  μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀί̈ω 205

  τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι,

  εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

  εἰ δ' ἤδη τέθνηκε καὶ εἰν Ἀί̈δαο δόμοισιν,

  ὤ μοι ἔπειτ' Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν

  ε�
�σ' ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. 210

  νῦν δ' αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως

  ἀνδρί γ' ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων:

  τὰς δ' ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς

  ἔδμεναι: οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,

  οὐδ' ὄπιδα τρομέουσι θεῶν: μεμάασι γὰρ ἤδη 215

  κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.

  αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

  πόλλ' ἐπιδινεῖται: μάλα μὲν κακὸν υἷος ἐόντος

  ἄλλων δῆμον ἱκέσθαι ἰόντ' αὐτῇσι βόεσσιν,

  ἄνδρας ἐς ἀλλοδαπούς: τὸ δὲ ῥίγιον, αὖθι μένοντα 220

  βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.

  καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων

  ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται:

  ἀλλ' ἔτι τὸν δύστηνον ὀί̈ομαι, εἴ ποθεν ἐλθὼν

  ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ." 225

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "βουκόλ', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας,

  γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,

  τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:

  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα 230

  ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

 

‹ Prev