by Epictetus
σὺ οὖν, φησίν, ἐλεύθερος εἶ; [151] — θέλω νὴ τοὺς θεοὺς καὶ εὔχομαι, ἀλλ᾽ οὔπω δύναμαι ἀντιβλέψαι τοῖς κυρίοις, ἔτι τιμῶ τὸ σωμάτιον, ὁλόκληρον αὐτὸ ἔχειν ἀντὶ πολλοῦ ποιοῦμαι καίτοι μηδ᾽ ὁλόκληρον ἔχων. [152] ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ παράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν (οὐ γὰρ ἦν), ἀλλ᾽ ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας βλαβὰς οὐδ᾽ ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδ᾽ ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι. [153] πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν δι᾽ αὐτήν: εἰ τοῦ σκέλους, τὸ σκέλος: εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον: οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών. τοὺς μέν γ᾽ ἀληθεινοὺς προγόνους, [154] τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτ᾽ ἂν ἐγκατέλειπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδ᾽ ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος. [155] οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλ᾽ ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπὲρ ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται. [156] τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει: ‘διὰ τοῦτό σοι,’ φησίν, ‘ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι.’ [157] ἆρά γ᾽ ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθηναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο διαλέγεσθαι, ἀλλ᾽ ἐδεδοίκεσαν καὶ ἐθεράπευον; [158] διὰ τί οὖν, φησίν, ἔξεστιν; ‘ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν.’ ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.
[159] καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφ᾽ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότριαν, πατρίδα, ἐφ᾽ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθ [160] είᾳ. διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότ᾽ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα: ἐπὶ Λέοντα δ᾽ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδ᾽ ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ. [161] καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν: οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα. [162] ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθ᾽ ὅτ᾽ ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλ᾽ ὡς μόνος. τί δ᾽, ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται; [163] δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι ‘ἔξελθε διὰ τὰ παιδία’ τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δ᾽ οὐδ᾽ ὁρᾷ, οὐδ᾽ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλ᾽ ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δ᾽ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται. Σωκράτης δ᾽ αἰσχρῶς οὐ σῴζεται, [164] ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος: τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, [165] ἀλλ᾽ ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν. [166] τί οὖν ποιήσει τὰ παιδία; ‘εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν: εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησόμενος;’ ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον. [167] εἰ δ᾽ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι ‘τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι’ καὶ προσθέντες ὅτι ‘ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δ᾽ οὐδενί,’ εἰ γἄρ᾽ ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν. [168] καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους; [169] καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμη ὧν ἔτι ζῶν ἔπραξεν ἢ εἶπεν.
[170] ταῦτα μελέτα, ταῦτα τὰ δόγματα, τούτους τοὺς λόγους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύθερος εἶναι, εἰ ἐπιθυμεῖς κατ᾽ ἀξίαν τοῦ πράγματος. καὶ τί θαυμαστόν, [171] εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύτης οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς, ἔστι δ᾽ ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο: [172] ὑπὲρ τῆς ἀληθεινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ ἃ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλλὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ πάνθ᾽ ἁπλῶς ἀποδιδόναι τἀλλότρια; [173] ἔσει τοίνυν δοῦλος ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλάτιον ἀναβῇς
, οὐδὲν ἧττον: καὶ αἰσθήσει, ὅτι παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. [174] ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι: τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παραγενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά: εἶθ᾽ ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ὁ ῥιπτασμὸς ὁ αὐτός, ἡ ἄση, [175] ἡ τῶν οὐ παρόντων ἐπιθυμία. οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας. [176] καὶ ἵν᾽ εἰδῇς, ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον: ἀγρύπνησον ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν, [177] θεράπευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύρας ὄφθηται τὰς τούτου: οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδ᾽ ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ δὲ μή, πείρασόν γ᾽: οὐκ ἔστιν αἰσχρὰ ἡ πεῖρα.
περὶ συμπεριφορᾶς.
τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστ᾽ εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ: εἰ δὲ μή, ἀπολεῖς σεαυτόν. [2] ἂν δέ σ᾽ ὑποτρέχῃ ὅτι ‘ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον,’ μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ᾽ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα μὴ τὸν αὐτὸν εἶναι τῷ ποτέ. ἐλοῦ οὖν πότερον θέλεις, [3] ὁμοίως φιλεῖσθαι ὑφ᾽ ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων. [4] εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλ᾽ εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα: [5] εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατ᾽ ἀξίαν οὔτ᾽ ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες. [6] πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν. [7] οὐ δύνασαι δ᾽ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν: ἀλλ᾽ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σ᾽ ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθ᾽ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι: ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾁδων μεθ᾽ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπ᾽ αὐτῶν: ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις. [8] εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα ‘ἡδὺς ἄνθρωπος,’ ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς. [9] εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία: γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ. [10] διάφορα δ᾽ οὕτως πρόσωπα οὐ μίγνυται: οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν: ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.
τίνα τίνων ἀντικαταλλακτέον.
ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντ᾽ αὐτοῦ περιποιῇ: κἂν ᾖ πλείονος ἄξιον, μηδέποτ᾽ εἴπῃς ὅτι [2] ‘ἐζημίωμαι:’ οὐδ᾽ ἂν ἀντὶ ὄνου ἵππον, οὐδ᾽ ἀντὶ προβάτου βοῦν, οὐδ᾽ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδ᾽ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδ᾽ ἀντὶ αἰσχρολογίας αἰδῶ. [3] τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν. [4] ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου. [5] ἵνα ὁ κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶσαι: ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώλετο: κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δ᾽, ἀπώλετο. [6] τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε: μικρὸν ἂν ἀπονυστάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα. πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει. [7] οὐ γὰρ μικρὸν τὸ τηρούμενον, ἀλλ᾽ αἰδὼς καὶ πίστις καὶ εὐστάθεια, [8] ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθερία. τίνων μέλλεις ταῦτα πωλεῖν; βλέπε, πόσου ἀξίων. — ἀλλ᾽ οὐ τεύξομαι τοιούτου τινὸς ἀντ᾽ αὐτοῦ. — βλέπε καὶ τυγχάνων πάλιν ἐκείνου, τί ἀντ᾽ αὐτοῦ λαμβάνεις. [9] ‘ἐγὼ εὐκοσμίαν, ἐκεῖνος δημαρχίαν: ἐκεῖνος στρατηγίαν, ἐγὼ αἰδῶ. ἀλλ᾽ οὐ κραυγάζω, ὅπου ἀπρεπές: ἀλλ᾽ οὐκ ἀναστήσομαι, ὅπου μὴ δεῖ. ἐλεύθερος γάρ εἰμι καὶ φίλος τοῦ θεοῦ, ἵν᾽ ἑκὼν πείθωμαι αὐτῷ. [10] τῶν δ᾽ ἄλλων οὐδενὸς ἀντιποιεῖσθαί με δεῖ, οὐ σώματος, οὐ κτήσεως, οὐκ ἀρχῆς, οὐ φήμης, ἁπλῶς οὐδενός: οὐδὲ γὰρ ἐκεῖνος βούλεταί μ᾽ ἀντιποιεῖσθαι αὐτῶν. εἰ γὰρ ἤθελεν, ἀγαθὰ πεποιήκει αὐτὰ ἂν ἐμοί. νῦν δ᾽ οὐ πεποίηκεν: διὰ τοῦτο οὐδὲν δύναμαι παραβῆναι τῶν ἐντολῶν.’ [11] τήρει τὸ ἀγαθὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δ᾽ ἄλλων κατὰ τὸ διδόμενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσε�
�ς, κωλυθήσῃ, ἐμποδισθήσῃ. [12] οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμένοι νόμοι, ταῦτα τὰ διατάγματα: τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασσίου.
πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας.