Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Home > Nonfiction > Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) > Page 113
Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) Page 113

by Epictetus


  μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας. ἁπλῶς γὰρ οἷον εἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑποτάσσει ἄλλῳ. [2] τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι ‘κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι ὡς νεκρὸς’ ἢ λέγειν ‘κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ ἀναγνῶναι;’ [3] ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον. [4] ἢ τίνος ἕνεκα θέλεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπ᾽ αὐτὸυ καταστρέφεις ἐπ᾽ αὐτὸ τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δ᾽ ἐφ᾽ ὃ δεῖ ἀναφέρεις, τί τοῦτ᾽ ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώσκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ; [5] — ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπολειπόμενος αὐτοῦ. — καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δ᾽ εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμπόδιστον. [6] νῦν καλοῦμαι πράξων τι, ἄπειμι νῦν προσέξων τοῖς μέτροις ἃ δεῖ τηρεῖν, ὅτι αἰδημόνως, ὅτι ἀσφαλῶς, ὅτι δίχα ὀρέξεως καὶ ἐκκλίσεως τῆς πρὸς τὰ ἐκτός, [7] καὶ λοιπὸν προσέχω τοῖς ἀνθρώποις, τίνα φασί, πῶς κινοῦνται, καὶ τοῦτο οὐ κακοήθως οὐδ᾽ ἵνα ἔχω ψέγειν ἢ καταγελῶ, ἀλλ᾽ ἐπ᾽ ἐμαυτὸν ἐπιστρέφω, εἰ ταὐτὰ κἀγὼ ἁμαρτάνω. ‘πῶς οὖν παύσωμαι; τότε καὶ ἐγὼ ἡμάρτανον: νῦν δ᾽ οὐκέτι, χάρις τῷ θεῷ.’

  [8] ἄγε, ταῦτα ποιήσας καὶ πρὸς τούτοις γενόμενος χεῖρον ἔργον πεποίηκας ἢ χιλίους στίχους ἀναγνοὺς ἢ γράψας ἄλλους τοσούτους; ὅταν γὰρ ἐσθίῃς, ἄχθῃ, ὅτι μὴ ἀναγιγνώσκεις; οὐκ ἀρκῇ τῷ καθ᾽ ἃ ἀνέγνωκας ἐσθίειν; [9] ὅταν λούῃ; ὅταν γυμνάζῃ; διὰ τί οὖν ἐπὶ πάντων οὐχ ὁμαλίζεις, καὶ ὅταν Καίσαρι προσίῃς καὶ ὅταν τῷ δεῖνι; εἰ τὸν ἀπαθῆ τηρεῖς, εἰ τὸν ἀκατάπληκτον, [10] εἰ τὸν κατεσταλμένον, εἰ βλέπεις μᾶλλον τὰ γινόμενα ἢ βλέπῃ, εἰ μὴ φθονεῖς τοῖς προτιμωμένοις, εἰ μὴ ἐκπλήσσουσίν σε αἱ ὗλαι, τί σοι λείπει; βιβλία; πῶς ἢ ἐπὶ τί; [11] οὐχὶ γὰρ ἐπὶ τὸ βιοῦν παρασκευή τίς ἐστιν αὕτη; τὸ βιοῦν δ᾽ ἐξ ἄλλων τινῶν ἢ τούτων συμπληροῦται. οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στάδιον εἰσιών, ὅτι μὴ ἔξω γυμνάζεται. [12] τούτων ἕνεκα ἐγυμνάζου, ἐπὶ τοῦτο οἱ ἁλτῆρες, ἡ ἁφή, οἱ νεανίσκοι. καὶ νῦν ἐκεῖνα ζητεῖς, ὅτε τοῦ ἔργου καιρός ἐστιν; [13] οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δ᾽ ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλ᾽ ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως.

  [14] τί οὖν τὸ αἴτιον; ὅτι οὐδέποτε τούτου ἕνεκα ἀνέγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵν᾽ ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλ᾽ αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται, καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι. [15] διὰ τοῦτο ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀποτύγχανε. [16] εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν, οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλ᾽ ἵνα ὁρμῶμεν †: τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτ᾽ ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτ᾽ ἐκκλίνοντες περιπίπτωμεν: τὰ Περὶ καθήκοντος δ᾽, ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρ᾽ αὐτὰ ποιῶμεν: [17] οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ καταάλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα ‘σήμερον ἀνέγνων στίχους τοσούσδε, ἔγραψα τοσούσδε,’ [18] ἀλλὰ ‘σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν’ καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφ᾽ οἷς δεῖ εὐχαριστεῖν.

  [19] νῦν δ᾽ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ: σύ, μὴ ἄρξῃς. [20] μηδαμῶς, ἄνθρωπε. ἀλλ᾽ ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι. [21] ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους ‘εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω;’ δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθ᾽ ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δ᾽ ὠδύρετ᾽ ἂν καὶ ἔστενεν ‘τάλας ἐγώ, νῦν ἐνθάδ᾽ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι;’ [22] τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;

  [23] ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω
τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δ᾽ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή. [24] ‘νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν.’ τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος: καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται; [25] μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. ‘τὸ ὄξος σαπρόν, δριμὺ γάρ:’ ‘τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν:’ ‘λάχανα οὐ θέλω.’ οὕτως καὶ ‘σχολὴν οὐ θέλω, ἐρημία ἐστίν,’ ‘ὄχλον οὐ θέλω, θόρυβός ἐστιν.’ [26] ἀλλ᾽ ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετ᾽ ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ: λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δ᾽ εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις. [27] τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα: ἀνθρώπους πολλοὺς βλέπων τις ἀνιᾶται; [28] ‘ἀλλὰ κατακραυγάζουσί μου.’ οὐκοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐκκλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός;

  σὺ μόνον μέμνησο τῶν καθολικῶν: [29] ‘τί ἐμόν, τί οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ θεὸς νῦν, τί οὐ θέλει;’ [30] πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι: ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει ‘ἐλθὲ ἤδη ἐπὶ τὸν ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πότερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν οἰκουμένην περιέρχονται νικώμενοι.’ [31] τί οὖν ἀγανακτεῖς; οὐδεὶς ἀγὼν δίχα θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας, πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς. [32] — ἀλλ᾽ ἐγὼ ἤθελον ἐφ᾽ ἡσυχίας διάγειν. — οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν;

  καὶ πῶς ἀπαλλάξω; [33] — οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπ᾽ ἄλλοις. [34] ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μ᾽, ὦ Ζεῦ, καὶ σύ γ᾽ ἡ Πεπρωμένη. θέλετ᾽ εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν. ἂν ἅπαξ εἴπῃ [35] ς ‘πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;,’ ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφ᾽ οἷς οὐ δεῖ ἐπαιρόμενον: πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις. [36] ἄφες οὖν ταῦτα πάντα. ‘καλαὶ αἱ Ἀθῆναι.’ ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα. [37] ‘θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί.’ ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν; [38] εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα.

  [39] μία ὁδὸς ἐπὶ εὔροιαν ( τοῦτο καὶ ὄρθρου καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, [40] οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν. [41] διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα: οὐ τοίνυν οὐδ᾽ ἐγώ. [42] ἀλλ᾽ ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δ᾽ ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον. [43] ἂν δ᾽ ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵν᾽ ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον. [44] μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτ᾽ ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα: [45] τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν. [46] εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι
εἰς τὰ ἔργα, εὐφραίνου ἐπ᾽ αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφ᾽ οἷς πρότερον, εἰ οὐχ ὁμοίως γ᾽ ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθ᾽ ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ. πόσῳ μείζων αἰτία θυσίας ἢ ὑπατ [47] εία ἢ ἐπαρχία. ταῦτα ἐκ σοῦ αὐτοῦ γίνεταί σοι καὶ ἀπὸ τῶν θεῶν. ἐκεῖνο μέμνησο, τίς ὁ διδούς ἐστι καὶ τίσιν καὶ διὰ τίνα. [48] τούτοις τοῖς διαλογισμοῖς ἐντρεφόμενος ἔτι διαφέρῃ, ποῦ ὢν εὐδαιμονήσεις, ποῦ ὢν ἀρέσεις τῷ θεῷ; οὐ πανταχόθεν τὸ ἴσον ἀπέχουσιν; οὐ πανταχόθεν ὁμοίως ὁρῶσιν τὰ γινόμενα;

  πρὸς τοὺς μαχίμους καὶ θηριώδεις.

  ὁ καλὸς καὶ ἀγαθὸς οὔτ᾽ αὐτὸς μάχεταί τινι οὔτ᾽ ἄλλον ἐᾷ κατὰ δύναμιν. [2] παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλ᾽ οὐδ᾽ ἄλλους μάχεσθαι εἴα. [3] ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπ᾽ αὐτοῦ, σοφιζόμενος. [4] λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον. [5] τί δ᾽ ἔστι τοῦτο; οὐχ † ἱκ ... ος οὗτος ... κατὰ φύσιν: τοῦτο γὰρ ἀλλότριον: ἀλλ᾽ ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτοῖς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ διεξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν. [6] τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ: ἀλλ᾽, ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ: ἄλλ᾽, ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα αὑτὸν τηρῆσαι. [7] ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν ἢ τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτ᾽ ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.

 

‹ Prev