Delphi Complete Works of Quintus Smyrnaeus
Page 45
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δ᾽ ὑπανέσταν
205 οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δ᾽ ἰάχησαν
Ἀργεῖοι κατ᾽ ἀγῶνα: παρήιξεν δέ μιν Αἴας
γηθόσυνος: λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
Λοκροί: αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων:
ἐκ δ᾽ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
210 Τεῦκρον δ᾽ ἐσσυμένως ἕταρο; περιποιπνύοντες
ἦγου ἐπισκάζοντα: θοῶς δέ οἱ ἰητῆρες
ἐκ ποδὸς αἷμ᾽ ἀφέλοντο, θέσαν δ᾽ ἐφύπερθε μοτάων
εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν: ἀμφὶ δὲ μίτρην
δήσαντ᾽ ἐνδυκέως: ὀλοὰς δ᾽ ἐκέδασσαν ἀνίας.
215 ἄλλω δ᾽ αὖθ᾽ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
οἵ ῥ᾽ ἴσαν ἐς μέσσον: θάμβος δ᾽ ἔχεν ἀθρήσαντας
Ἀργείους: ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.
220 σὺν δ᾽ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τ᾽ ἐν ὄρεσσιν
ἀμφ᾽ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
ἶσον δ᾽ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
λείπεται οὐδ᾽ ἠβαιὸν ἀταρτηρῶν μάλ᾽ ἐόντων:
ὥς οἵ γ᾽ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δ᾽ ἄρ᾽ Αἴας
225 Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἆξαι ἐπειγόμενος. ὁ δ᾽ ἄρ᾽ ἰδρείῃ τε καὶ ἀλκῇ
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
230 κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ἕζετο: τοὶ δ᾽ ὁμάδησαν. ὁ δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον: αἶψα δὲ χερσὶ
σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
235 Τυδείδην ἐς μέσσον ἀΰτεεν: ὅς δέ μιν οὔτι
ταρβήσας οἴμησε καταντίον: ἀμφὶ δὲ πολλὴ
ποσσὶν ὕπ᾽ ἀμφοτέρων κόνις ὤρνυτο: τοὶ δ᾽ ἑκάτερθε
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τ᾽ ἐν ὄρεσσι
θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται
240 ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
βρυχῇ ὕπ᾽ ἀμφοτέρων, τοὶ δ᾽ ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
δηρόν ἐπ᾽ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
245 πουλὺς δ᾽ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός:
ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
ἀμφοτέρων δ᾽ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτ᾽ ἐν ὄρεσσι
δένδρἐ ἐπ᾽ ἀλλήλοισι βαλόντ᾽ ἐριθηλέας ὄζους.
250 πολλάκι δ᾽ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα:
τὸν δ᾽ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων:
255 ἄλλοτε δ᾽ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
λαοὶ δ᾽ ἔνθα καὶ ἔνθα μέγ᾽ ἴαχον εἰσορόωντες,
οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἱ δὲ βίην Αἴαντος: ὁ δ᾽ ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ᾽ ὑπὸ νηδύα χεῖρας
260 ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
ἀλκῇ ὑπὸ σθεναρῇ: μέγα δ᾽ ἴαχε Τρώιον οὖδας
Τυδείδαο πεσόντος: ἐπηΰτησε δὲ λαός.
ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι
τὸ τρίτον ἀμφ᾽ Αἴαντα πελώριον: ἀλλ᾽ ἄρα Νέστωρ
265 ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα:
‘ἴσχεσθ᾽, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου:
ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.’
ὥς φάτο: τοὶ δ᾽ ἴσχοντο πονεύμενοι: ἐκ δὲ μετώπων
270 χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα:
κύσσαν δ᾽ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
τοῖς δ᾽ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
δῖα Θέτις: τὰς δ᾽ αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
275 ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτ᾽ Ἀχιλλεὺς
ληίσατ᾽ ἐκ Λέσβοιο, νόον δ᾽ ἐπετέρπετο τῇσι:
καί ῥ᾽ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἡ δ᾽ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
280 ἄλλη δ᾽ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν
ἡ δ᾽ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.
τὰς δ᾽ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.
ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
285 ὤρνυτ᾽, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
τῷ δ᾽ οὔτις κατέναντα κίεν: μάλα γάρ μιν ἅπαντες
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
&n
bsp; τῷ δ᾽ ἄρ᾽ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
290 ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας:
καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
Ἰδομενεύς: αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
Φοῖνιξ δ᾽ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα:
‘νῦν μέν ἄρ᾽ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
295 αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
ἀλλ᾽ ἄρ᾽ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες:
ἀλλ᾽ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
χεῖρας ἐπ᾽ ἀλλήλοισι δαήμονας ἰθύνοντες
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.’
300 ὣς φάτο: τοὶ δ᾽ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν:
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός:
‘ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
305 τερπωλὴ πέλεται, καμάτῳ δ᾽ ἐπὶ κῦδος ἀγινεῖ.
ὣς εἴθ᾽ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
οἶον ὅτ᾽ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
ὁππότ᾽ ἄρ᾽ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
310 πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον:
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
ἤδη που τὸ πάροιθε παρ᾽ ἀγχεμάχοισιν Ἐπειοῖς
315 νίκησ᾽ ἠῢν ἐόντα, πεσὼν δ᾽ ἐκονίσατο νῶτα
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο:
τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
καὶ κρατερός περ ἐών, ἔλαβον δ᾽ ἀκόνιτος ἄεθλον:
320 νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα: τοὔνεκ᾽ ἄνωγα
ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι:
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ᾽ ἀγῶνος ἄεθλον.’
ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
325 ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
ὕστερον: ἀλλ᾽ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
εἵνεκα πυγμαχίης: πολέμου δ᾽ οὐ πάγχυ δαήμων
ἔπλετο λευγαλέου, ὁπότ᾽ Ἄρεος ἔσσυτο δῆρις.
καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
330 ἤμελλεν τότ᾽ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
αἰχμητὴς Ἀκάμας μέγ᾽ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
335 ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
ὡς δ᾽ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
θαρσύνεσκον Ἐπειόν: ὁ δ᾽ ἐν μέσσοισι λέων ὣς
εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
ῥινοὺς ἀζαλέας. μέγα δ᾽ ἴαχον ἔνθα καὶ ἔνθα
340 λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας: οἱ δὲ καὶ αὐτοὶ
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
ὡς πρὶν ἐϋτρόχαλοι, μηδ᾽ ἐκ πολέμου βαρύθοιεν.
345 αἶψα δ᾽ ἄρ᾽ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
ταρφέα παπταίνοντες, ἐπ᾽ ἀκροτάτοις δὲ πόδεσσι
βαίνοντες κατὰ βοιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
σὺν δ᾽ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
350 αἳ τ᾽ ἀνέμων ῥιπῇσιν ἐπ᾽ ἀλλήλῃσι θοροῦσαι
ἀστεροπὴν προϊᾶσι, μέγας δ᾽ ὀροθύνεται αἰθὴρ
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι:
ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
ῥινοῖς: αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων
355 ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
οἱ δ᾽ ἄμοτον πονέοντο μεμαότες: οὐδ᾽ ἄρ᾽ Ἐπειὸς
λῆγεν, ἐπέσσυτο δ᾽ αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
τὸν δ᾽ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι
360 θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
ὀστέον: ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα:
365 αὐτὰρ ὅ γ᾽ αἶψ᾽ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
πλῆξε δέ οἱ κεφαλήν: ὁ δ᾽ ἄρ᾽ ἔμπαλιν ἀΐσσοντος
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
ἄλλῃ δ᾽ ἤλασε ῥῖνας ἐπάλμενος: ὃς δὲ καὶ αὐτὸς
μήτι παντοίῃ χέρας ὤρεγε: τοὺς δ᾽ ἄρ᾽ Ἀχαιοὶ
370 ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
νίκης ἀμφ᾽ ἐρατῆς. τῶν δ᾽ ἐσσυμένως θεράποντες
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν �
��πὸ χειρῶν
λῦσαν: τοὶ δ᾽ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
375 τοὺς δ᾽ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.
ἀλλ᾽ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων:
ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί:
380 κύσσαν δ᾽ ἀλλήλους, ἔριδος δ᾽ ἐπελήθετο θυμὸς
λευγαλέης. τοῖς δ᾽ αἶψα Θέτις κυανοκρήδεμνος
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
385 ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ:
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ
δῶρον, ὅτ᾽ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
390 τοὺς δ᾽ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον
νέκταρος ἐμπλήσας, ὁ δ᾽ ἄρ᾽ ὤπασεν Ὑψιπυλείῃ
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δ᾽ υἱέϊ δίῳ
κάλλιπεν, ὃς δ᾽ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
τῶν δ᾽ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
395 ἄλλον δ᾽ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
γηθόσυνος. τῶν δ᾽ ἀμφιδεδρυμμένα τύμματα πάντα
ἠκέσατ᾽ ἐνδυκέως Ποδαλείριος, οὕνεκ᾽ ἄρ᾽ αὐτὸς
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι