Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 50

by Quintus Smyrnaeus


  ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν

  ἀμφ᾽ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον: ὡς ὄφελόν μοι

  μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων

  νίκην ἀμφεβάλοντ᾽ ἐρικυδέα, τῆς πέρι θυμὸν

  580 ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος

  ὤλετο χερσὶν ἑῇσι: χόλου δέ οἱ οὔτι ἔγωγε

  αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα:

  εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει

  κεῖνον ἀλαστήσειν καθ᾽ ἑὸν νόον, οὔτ᾽ ἄν ἔγωγε

  585 ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τιν᾽ ἄλλον

  ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,

  ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας

  προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.

  νῦν δέ μιν οὔτι ἔγωγε μέγ᾽ ἀχνύμενον χαλεπῆναι

  590 ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς

  οὔτε περὶ πτόλιος μαχόμην οὔτ᾽ εὐρέος ὄλβου,

  ἀλλά μοι ἀμφ᾽ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις

  τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι:

  κεῖνος δ᾽ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ

  595 ἤλιτεν: οὐ γὰρ ἔοικε μέγ᾽ ἀσχαλάαν ἐνὶ θυμῷ:

  ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ᾽ ἐπιόντα

  τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδ᾽ ἀκάχησθαι.’

  ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.

  ἀλλ᾽ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ:

  600 δὴ τότε Νηλέος υἱὸς ἔτ᾽ ἀχνυμένοισιν ἔειπεν:

  ‘ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι

  ἡμῖν αἶψ᾽ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος

  Αἴαντος φθιμένοιο πολυσθενέος τ᾽ Ἀχιλῆος

  ἄλλων τ᾽ Ἀργείων ἠδ᾽ υἱέος ἡμετέροιο

  605 Ἀντιλόχου. ἀλλ᾽ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ

  κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,

  ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκ᾽ ἄμεινον

  ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,

  πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι:

  610 νεκρὸς δ᾽ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε

  φράσσασθ᾽, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.’

  ἦ ῥα παρηγορέων: περὶ δ᾽ ἀντίθεοι βασιλῆες

  ἀθρόοι αἶψ᾽ ἀγέροντο μέγ᾽ ἀχνύμενοι κέαρ ἔνδον,

  καί ἑ μέγαν περ᾽ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν

  615 πολλοὶ ἀείραντες: κατὰ δὲ σπείροισι κάλυψαν

  αἷμ᾽ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι

  τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι:

  καὶ τότ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην

  αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο:

  620 πολλὰ δ᾽ ἄρ᾽ ἀμφ᾽ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα

  φάρεά τ᾽ εὐποίητα βοῶν τ᾽ ἐρικυδέα φῦλα

  ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους

  χρυσόν τ᾽ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,

  ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,

  625 ἤλεκτρόν τ᾽ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν

  ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν

  δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο

  μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,

  καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων

  630 ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,

  τόν ῥα τότ᾽ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο

  Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες

  Αἴαντ᾽: ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο

  τιμήεντ᾽ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα

  635 ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα,

  ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.

  ἐν δ᾽ ἔβαλον κρατεροῖο πυρὸς μένος: ἦλθε δὲ πνοιὴ

  ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται

  Αἴαντος μεγάλοιο βίη: ὁ δὲ νύκτα καὶ ἠῶ

  640 καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο:

  οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ

  Ἐγκέλαδος δέδμητο κατ᾽ ἀκαμάτοιο θαλάσσης

  Θρινακίης ὑπένερθεν, ὅλη δ᾽ ὑπετύφετο νῆσος:

  ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι

  645 Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,

  ὁππότ᾽ ἔτλη μέγα ἔργον, ὅλη δ᾽ ἀμφέστενεν Οἴτη

  ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς

  ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν

  αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα:

  650 τοῖος ἄρ᾽ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο

  Αἴας σὺν τεύχεσσι: πολὺς δ᾽ ἐστείνετο λαὸς

  αἰγιαλοῖς: Τρῶες δ᾽ ἐγάνυντ᾽, ἀκάχοντο δ᾽ Ἀχαιοι.

  ἀλλ᾽ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,

  δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν: ὀστέα δ᾽ αὐτοῦ

  655 χηλῷ ἐνὶ χρυσέῃ θῆκαν: περὶ δέ σφισι γαῖαν

  χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.

  αὐτίκα δ᾽ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας

  θυμὸν ἀκηχέμενοι: τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.

  νὺξ δ᾽ ἐπόρουσε μέλαινα μετ᾽ ἀνέρας ὕπνον ἄγουσα:

  660 οἱ δ᾽ ἄρα δαῖτ᾽ ἐπάσαντο καὶ Ἠριγένειαν ἔ�
�ιμνον,

  βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν:

  αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες

  νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.

  BOOK VI.

  Ἠὼς δ᾽ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα

  Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη

  κίδνατο παμφανόωσα: γέλασσε δὲ γαῖα καὶ αἰθήρ:

  τοὶ δ᾽ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες:

  5 ἄλλος δ᾽ ἀλλοίοισιν ἐπῴχετο: αὐτὰρ Ἀχαιοὶ

  εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου:

  καί ῥ᾽ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,

  δὴ τότ᾽ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα:

  ‘κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,

  10 ὡς ἐρέω: μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ

  λαῶν ὀλλυμένων, οἵ ῥ᾽ ἤλυθον εἵνεκ᾽ ἐμεῖο

  δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,

  οὐ τοκέες: πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.

  ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο

  15 αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι:

  νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,

  ὄφρ᾽ ὁρόω κακὰ πολλά: τίς ἂν φρεσὶ γηθήσειεν

  εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;

  ἀλλ᾽ ἄγεθ᾽ ὅσσοι ἔτ᾽ εἰμὲν ἐπ᾽ ὠκυπόροισι νέεσσι

  20 καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,

  Αἴαντος φθιμένοιο πολυσθενέος τ᾽ Ἀχιλῆος,

  τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον

  ἡμέας, ἀλλ᾽ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν

  εἵνεκ᾽ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι

  25 μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι

  ἐν πολέμῳ: κείνη δ᾽ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ

  ἐρρέτω: ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων

  ἐκ κραδίης, ὅτ᾽ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.

  ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει:

  30 ἡμεῖς δ᾽ αἶψα νεώμεθ᾽, ἐπεὶ πολὺ λώιόν ἐστιν

  ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.’

  ὣς ἔφατ᾽ Ἀργείων πειρώμενος: ἄλλα δέ οἱ κῆρ

  ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,

  Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος

  35 ῥήξῃ ἐκ θεμέθλων, μάλα δ᾽ αἵματος ἄσῃ Ἄρηα

  δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος:

  οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.

  καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ᾽ ἐπιίζανεν ἕδρῃ.

  καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ᾽ ἐνὶ μέσσοις,

  40 καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον:

  ‘ἆ δείλ᾽ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει

  ἀργαλέον, καὶ τοῖα μετ᾽ Ἀργείοις ἀγορεύεις,

  ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστ᾽ ἀλαπαδνόν;

  ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες

  45 πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι:

  θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ᾽ ὄνειδος.

  εἰ δ᾽ ἄρα τις καὶ τῶνδ᾽ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,

  αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,

  ῥίψω δ᾽ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.

  50 ἀλλ᾽ ἄγεθ᾽, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν,

  λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας

  δούρατα θηγέμεναι, παρά τ᾽ ἀσπίδας ἄλλα τε πάντα

  εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι ἅπαντας

  ἀνέρας ἠδ᾽ ἵππους, οἵ τ᾽ ἐς πόλεμον μεμάασιν:

  55 ἐν πεδίῳ δ᾽ ὤκιστα διακρινέει μένος Ἄρης.’

  ὣς φάτο Τυδείδης: κατὰ δ᾽ ἕζετο, ᾗχι πάρος περ:

  τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν

  ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ᾽ ἀγορεύειν:

  ‘κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων:

  60 ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.

  ἤδη μὲν καὶ πρόσθ᾽ ἐφάμην δεκάτῳ λυκάβαντι

  πέρσειν Ἴλιον αἰπύ: τὸ δὴ νῦν ἐκτελέουσιν

  ἀθάνατοι: νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.

  ἀλλ᾽ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τ᾽ Ὀδυσῆα

  65 πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,

  οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα

  ἄξουσιν: μέγα δ᾽ ἄμμι φάος πάντεσσι πελάσσει.’

  ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος: ἀμφὶ δὲ λαοὶ

  γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει

  70 Κάλχαντος φάτιν ἔμμεν᾽ ἐτήτυμον, ὡς ἀγόρευε:

  καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς:

  ‘ὦ φίλοι, οὐκέτ᾽ ἔοικε μεθ᾽ ὑμῖν πόλλ᾽ ἀγορεύειν

  σήμερον: ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν:

  οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ᾽ ἀγορητὴς

  75 ἁνδάνει οὔτ᾽ ἄρ᾽ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι

  Πιερίδες: παύρων δ᾽ ἐπέων ἔρος ἔνθ᾽ ἀνθρώποις.

  νῦν δ᾽, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,

  Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι:

  ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος

  80 ἄξομεν ὄβριμον υἷα παρακλίναντ᾽ ἐπεεσσιν,

  εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει

  μήτ
ηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος

  ἔλπομ᾽ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.’

  ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος:

  85 ‘ὦ Ὀδυσεῦ, μέγ᾽ ὄνειαρ ἐϋσθενέων Ἀργείων,

  ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς

  σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς

  ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων

  νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,

  δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην

  90 Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ

  προφρονέως: οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα

  οὔτ᾽ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.’

  ὣς ἄρ᾽ ἔφη: Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.

  καὶ τότε λῦτ᾽ ἀγορή: τοὶ δ᾽ ἐσκίδναντ᾽ ἐπὶ νῆας

  95 ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή:

  καί ῥ᾽ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ᾽ ἐδωδῆς,

  δὴ τόθ᾽ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς

  νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω:

  καρπαλίμως δ᾽ ἤια καὶ ἄρμενα πάντα βάλοντο:

  100 ἐν δὲ καὶ αὐτοὶ ἔβαν: μετὰ δέ σφισιν εἴκοσι φῶτες

  ἴδμονες εἰρεσίης, ὁπότ᾽ ἀντίαι ὦσιν ἄελλαι,

  ἠδ᾽ ὁπότ᾽ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.

  καί ῥ᾽ ὅτε δὴ κληῖσιν ἐπ᾽ εὐτύκτοισι κάθισσαν,

  τύπτον ἁλὸς μέγα κῦμα: πολὺς δ᾽ ἀμφέζεεν ἀφρός:

 

‹ Prev