Delphi Complete Works of Quintus Smyrnaeus
Page 58
σὺν δ᾽ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
70 αἵ τε μέτα κτυπέουσι δι᾽ ἠέρος, ὁππότ᾽ ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν, οἵ τ᾽ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται:
ὣς οἵ γ᾽ ἀλλήλοισιν ἐπέχραον: ἔγχεϊ δ᾽ ἔγχος
75 συμφέρετ᾽, ἀσπίδι δ᾽ ἀσπίς, ἐπ᾽ ἀνέρα δ᾽ ἤιεν ἀνὴρ.
πρῶτος δ᾽ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
δάμνατ᾽ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τ᾽ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης
80 Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
85 εἷλε δ᾽ ἄρ᾽ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα:
τῷ δ᾽ ἄρ᾽ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
τὸν μὲν ὑπὸ κραδίην, τὸν δ᾽ ἐς κληῖδα τυχήσας:
δάμνατο δ᾽ ἄλλοθεν ἄλλον: ἐπέστενε δ᾽ αἶα νέκυσσι
Τρώων: οἱ δ᾽ ὑπόεικον ἐοικότες αὐαλέοισι
90 θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατ᾽ ἀϋτμὴ
ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο:
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
Αἰνείας δ᾽ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κράατος: ἐν δ᾽ ἄρ᾽ ἔθλασσεν
95 ὀστέα σὺν πήληκι: λίπεν δ᾽ ἄφαρ ὀστέα θυμός.
Τυδείδης δ᾽ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τ᾽ ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵν᾽ Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθ᾽ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον: οὐδ᾽ ὅ γε Θρῄκην
100 ἵκετ᾽ ἀπὸ πτολέμοιο, φίλης δ᾽ ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δ᾽ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
105 Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.
ἄλλος δ᾽ ἄλλον ἔπεφνε κατὰ μόθον: ἐν δ᾽ ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
110 δυσμενέσιν: πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος: ἀμφὶ δ᾽ ἄρα σφὶν
Ἅρπαλον, ὅς ῥ᾽ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος:
ἀλλ᾽ ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδ᾽ ἐπαμύνειν
115 ἔσθενεν ᾧ θεράποντι δεδουπότι: τοῦ δ᾽ ἄρ᾽ ἐταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
καὶ βάλεν Εὐρυπύλοιο καταντίον: ἀλλά μιν οὔτι
οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν
ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ
120 γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσ᾽ Ἐρυλάῳ.
Εὐρύπυλος δ᾽ ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἷψ᾽ ἐπόρουσεν: ὁ δ᾽ ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων: κρατερὸν δέ μιν οὔτι δάμασσεν
125 ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ᾽ ἔμελλεν
ἀργαλέως ὀλέεσθαι ὑπ᾽ ἀνδροφόνοιο Κύκλωπος
ὕστερον: ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δ᾽ ἑτέρωθεν ἐπῴχετο: τοῦ δ᾽ ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος:
130 ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
κεκλιμέν᾽ ἄλλοθεν ἄλλα κατὰ χθονός: ὣς ἄρ᾽ Ἀχαιοὶ
δάμναντ᾽ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφ᾽ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
135 υἱὸς Ἀχιλλῆος. τώ δ᾽ ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες:
Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε:
‘τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν:
140 οὐ γάρ τίς μ᾽ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ:
ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φάνον στονόεντ᾽ ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντ᾽ ἐδάσαντο.
145 ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ᾽ ἐπαγάλλεαι ἵπποις;’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός:
‘τίπτε μ᾽ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
150 υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
σεῖο πάροιθ᾽ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί:
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή
οἱ στονόεντα θοῶς ἰήσατ᾽ ὄλεθρον.
ἵπποι δ᾽ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
155 οὓς τέκεθ᾽ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονυχὶ ψαύοντες, ἴσον δ᾽ ἀνέμοισι φέρονται.
νῦν δ᾽ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
160 γνώμεναι ἄντα βίην: γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.’
ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
πάλλων ἐγχείην περιμήκετον: ὃς δ᾽ ἑτέρωθεν
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
165 καί ῥα Νεοπτολέμοιο κατ᾽ ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης. τὸν δ᾽ οὔτι προσεσσυμένη στυφέλιξεν,
ἀλλ᾽ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδ᾽ ἅμα πάντων
ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται:
170 ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
ἀλλ᾽ οὐδ᾽ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἰ̔̂ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἐὸν καὶ κῆρες: ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι: περὶ σφίσι δ᾽ αἰόλα τεύχη
175 ἔβραχεν: οἱ δ᾽ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατ᾽ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
180 μαρναμένων: ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
ἐς μόθον: ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
οἱ δ᾽ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
185 σύν ῥ᾽ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
ἀλλήλων: τοὺς δ᾽ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη: τοὶ δ᾽ οὐκ ἀπέληγον ὀμοκλῆς,
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δ᾽ αὖτε
οὔταζον κνημῖδας ἰδ᾽ ὑψιλόφους τρυφαλείας:
190 καί τις καὶ χροὸς ἥψατ᾽ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
θαρσαλέους ἥρωας: ἔρις δ᾽ ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα: πολὺς δ᾽ ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων: οἱ δ᾽ αἰὲν ἐκαρτύνοντο μένοντες:
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος: οἱ δ᾽ ἀπ᾽ Ὀλύμπου —
195 οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἱ δ᾽ αὖτ᾽ Εὐρύπυλον θεοειδέα: τοὶ δ᾽ ἑκάτερθεν
μάρναντ᾽ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ἀρέων: μέγα δ᾽ ἔβραχον ἀμφοτέρωθεν
θεινόμεναι μελίῃσι θάμ᾽ ἀσπίδες: ὀψὲ δὲ μακρὴ
200 Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
πολλὰ πονησαμένη: τοῦ δ᾽ ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως: ψυχὴ δὲ δι᾽ ἕλκεος ἐξεποτήθη
ἐκ μελέων ὀλοὴ δὲ κατ᾽ ὀφθαλμῶν πέσεν ὄρφνη.
ἤριπε δ᾽ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
205 ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
ἐκ ῥιζέων ἐριποῦσα: τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας: μέγα δ᾽ ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
210 τῷ δ᾽ ἐπικαγχαλόων μεγάλ᾽ εὔχετο καρτερός ἥρως:
‘Εὐρύπυλ᾽, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
ἡμέας: ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλ᾽ ὑπ᾽ ἐμοί δ᾽ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
215 πατρὸς ἐμοῖο μέγ᾽ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
ἡμῖν ἄντα μολὼν οὐδ᾽ εἰ παγχάλκεος ἦεν.’
ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως: Τρῶες δὲ μέγ᾽ ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον: ὁ δ᾽ αὐτίκα τεύχἐ ἀπούρας
220 δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν:
αὐτὸς δ᾽ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τ᾽ εἶσι δι᾽ αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
225 νόσφι Διὸς μεγάλοιο, ὁ δ᾽ ἐσσύμενος ποτὶ γαῖαν
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα:
ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων:
δάμνατο δ᾽ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι:
πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ᾽ ἐρυθαίνετο λύθρῳ.
230 ὡς δ᾽ ὅτε μυρία φύλλα κατ᾽ οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ:
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
235 ἀνδρῶν ἠδ᾽ ἵππων: μάλα δ᾽ ἄντυγες ἀμφ᾽ ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
καί νύ κε Τρώιοι υἷες ἔσω πυλέω�
� ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
240 Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδ᾽ ἄλλων μακάρων: φόρεον δέ μιν ἐς μόθον ἵπποι
αἴθων καὶ Φλόγιος, Κόναβος δ᾽ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας: ὑπέστενε δ᾽ αἰόλος αἰθὴρ
245 ἐσσυμένων ποτὶ δῆριν. ὁ δ᾽ ὀτραλέως ἀφίκανεν
ἐς Τροίην: ὑπὸ δ᾽ αἶα μέγ᾽ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι: μολὼν δ᾽ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν: μέγα δ᾽ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον: οἱ δ᾽ ἀΐοντες
250 θεσπεσίην ὄπα πάντες ἐθάμβεον: οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους:
ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος: ἐν δ᾽ ἄρα θυμῷ
255 γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγ᾽ ἀΰτει:
‘ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγ᾽ ἀρήγει
ἧμιν ἐελδομένοισι: βοᾷ δ᾽ ὅ γε μακρὰ κελεύων
260 μάρνασθ᾽ Ἀργείοισι κατὰ κλόνον: ἀλλ᾽ ἄγε θυμῷ
τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε:
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι