Delphi Complete Works of Quintus Smyrnaeus
Page 66
65 ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ᾽ ἰχθύσι νωμήσασθαι:
ἀλλ᾽ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.
Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον,
τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
Κλειτὼ καλλιπάρῃος: ὁ δ᾽ ἐν κονίῃσι τανύσθη
70 πρηνής: τοῦ δ᾽ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν
ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
μαψιδίως: οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
ἀλλ᾽ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
75 οὐρὴ ἀποτμηθεῖσ᾽ ἀναπάλλεται, οὐδέ οἱ ἀλκὴ
ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ:
ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
ὥρμαινεν πονέεσθαι: ἀτὰρ μένος οὐκέτ᾽ ὀπήδει.
αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
80 ἄμφω Κητείους, τὸν δούρατι, τὸν δ᾽ ἀλεγεινῷ
ἄορι δῃώσας. Σθένελος δ᾽ ἕλε δῖον Ἄβαντα
αἰγανέην προϊείς: ἡ δ᾽ ἀσφαράγοιο διαπρὸ
ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα:
λῦσε δ᾽ ἄρ᾽ ἀνέρος ἦτορ, ὑπέκλασε δ᾽ ἅψεα πάντα.
85 Τυδείδης δ᾽ ἕλε Λαόδοκον, Μέλιον δ ᾿ Ἀγαμέμνων,
Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον: αὐτὰρ Ἀγήνωρ
Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
ὅς ῥ᾽ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν: οὐδ᾽ ἐρατεινὰ
θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
90 ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,
Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
πέτρην θ᾽ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
θαῦμα πέλει: δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
95 ἄσβεστον νυκτός τε καὶ ἤματος: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
φοίνικες θαλέθουσι, φέρουσι δ᾽ ἀπείρονα καρπόν,
ῥίζης καιομένης ἅμα λάεσιν: ἀλλὰ τὸ μέν που
ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
Τεῦκρος δ᾽ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
100 ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ:
καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
ἰὸν ἀπὸ γναμπτοῖο κεράατος: ὃς δ᾽ ἀλεγεινὸν
ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα: τῷ δ᾽ ὕπο νευρὴ
εἰσέτι που κανάχιζεν: ὁ δ᾽ ἀντίον ἀσπαίρεσκε
105 βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
Εὐρύαλος δ᾽ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας:
110 ὡς δ᾽ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
οὖρος ἀνὴρ πεδίοιο μέγ᾽ ἀσχαλόων ἐπορούσῃ,
δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ᾽ ὑπὸ ῥοίζῳ
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,
115 ἄλλη δ᾽ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι:
ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
ὀβρίμου Εὐρυάλοιο: τὸ δ᾽ οὐχ ἅλιον φέρε δαίμων,
ἀλλ᾽ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
120 θλάσσε περὶ γλήνῃστ: μόρος δ᾽ ἐκίχανεν ἀρητός.
ἄλλος δ᾽ ἄλλον ἔπεφνε, περιστεναχίζετο δ᾽ αἶα:
ὡς δ᾽ ὅτ᾽ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
125 ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών:
ὣς οἵ γ᾽ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ᾽ ἔβραχεν: οἱ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
καὶ τότ᾽ ἄρ᾽ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
130 ἠδ᾽ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο:
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλ᾽ ἑσταότες κατὰ φύλοπιν, εὖθ᾽ ὑπ᾽ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδ᾽ ἀπέληγον
ὑσμίνης: τοὺς δ᾽ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
135 μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
γείνατ᾽ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθ᾽ Ἑκάτοιο:
‘Εὐρύμαχ᾽ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν: οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
140 ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
μακρὸν ἐπ᾽ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.’
ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη:
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος: αἶψα γὰρ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο: μαίνετο δέ σφι
145 θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τ᾽ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
/> ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας:
150 ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἔνθορον ἐσσυμένως: κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων: ἐγέλασσε δ᾽ Ἄρης: ἰάχησε δ᾽ Ἐνυὼ
σμερδαλέον: μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
οἱ δ᾽ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
155 χερσὶν ἀμαιμακέτῃσι: κατηρείποντο δὲ λαοὶ
αὕτως, ἠΰτ᾽ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
ἥν ῥά τ᾽ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατ᾽ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα:
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
160 μυρίαι: ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν: ἔρις δ᾽ ἄρ᾽ ἰαίνετο θυμῷ
ὀλλυμένων: οἱ δ᾽ οὔτι κακοῦ παύοντο μόθοιο,
ἀλλ᾽ ἅτε μῆλα λέοντες ἐπήιον: οἱ δ᾽ ἄρα φύζης
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
165 φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
υἱὸς δ᾽ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
δυσμενέων μετόπτσθεν ὑπ᾽ ἔγχεϊ νῶτα δαΐζων,
Εὐρύμαχος δ᾽ ἑτέρωθεν: ἰαίνετο δ᾽ ἄμβροτον ἦτορ
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
170 ὡς δ᾽ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ᾽ ἀμητῆρσι δαμῆναι,
ἀντί᾽ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δ᾽ ὁρόωντες
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
175 πανσυδίῃ, τοὺς δ᾽ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
μακρὸν ἀνιύζοντες, ἄναξ δ᾽ ἐπιτέρπετ᾽ ἀρούρης:
ὣς ἄρ᾽ ἰαίνετο Φοῖβος, ὅτ᾽ ἔδρακεν ἐκ πολέμοιο
φεύγοντ᾽ Ἀργείων πουλὺν στρατόν: οὐ γὰρ ἔτ᾽ αὐτοῖς
180 ἔπγ᾽ ἀνδρῶν μεμέλητο: πόδας δ᾽ εὔχοντο θεοῖσιν
ὦκα φέρειν: μούνοις γὰρ ἔτ᾽ ἐν ποσὶν ἔπλετο νόστου
ἐλπωρή: πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
185 ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
φεύγοντ᾽ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
ἀντία δυσμενέων: τὸν δ᾽ ὀβριμόθυμος Ἀγήνωρ
παρφθάμενος μυῶνα κατ᾽ ἀλγινόεντα δάϊξεν
190 ἀμφιτόμῳ βουπλῆγι: βίῃ δ᾽ ὑπόειξε σιδήρου
ὀστέον οὐταμένοιο βραχίονος: ἀμφὶ δὲ νεῦρα
ῥηιδίως ἤμησε: φλέβες δ᾽ ὑπερέβλυσαν αἷμα:
ἀμφεχύθη δ᾽ ἵπποιο κατ᾽ αὐχένος: αἶψα δ᾽ ἄρ᾽ αὐτὸς
κάππεσεν ἀμφὶ νέκυσσι: λίπεν δ᾽ ἄρα χεῖρα κραταιὴν
195 στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
οἵη ἔτι ζώοντος ἔην: μέγα δ᾽ ἔπλετο θαῦμα,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ᾽ αἱματόεσσα
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα:
φαίης κεν χατέουσαν ἔθ᾽ ἱππασίης πονέεσθαι.
200 σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
Αἰνείας δ᾽ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
Αἰθαλίδην: αἰχμὴ δὲ παρ᾽ ὀμφαλὸν ἐξεπέρησεν
ἔγκατ᾽ ἐφελκομένη: ὁ δ᾽ ἄρ᾽ ἐν κονίῃσι τανύσθη
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
205 δεινὰ μάλα στενάχων, γαίῃ δ᾽ ἐνέρεισεν ὀδόντας
βεβρυχώς: ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
οὕς τ᾽ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
210 αἵματος ἱέμενος, τοὶ δ᾽ ἄσπετον ἀσχαλόωντες
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δ᾽ ἄχνυται ἀνὴρ
ἀμφότερον πονέων τε πόνον, τρομέων τ᾽ ἐπὶ βουσί,
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας:
215 ὣς Δαναοὶ φοβέοντο: περὶ σφίσι δ᾽ ἄχνυτο θυμὸν
υἱὸς Ἀχιλλῆος: μέγα δ᾽ ἴαχε λαὸν ἐέργων:
‘ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
ψήρεσιν, οὕς τ᾽ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
ἀλλ᾽ ἄγε θέσθ᾽ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
220 τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.’
ὣς φάτο: τοὶ δ᾽ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
ἐσσυμένως: ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
πάλλων ἐν χείρεσσι θοὸν δόρυ: τῷ δ᾽ ἄρα λαοὶ
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
225 ἐν στέρνοισιν ἔχοντες: ἀνέπνευσαν δὲ κυδοιμοῦ
Ἀργεῖοι: ὁ δ᾽ ἄρ᾽ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
ἄλλον ἐπ᾽ ἄλλῳ ἔπεφνε κατὰ μόθον: οἱ δ᾽ ἀπιόντες
χἀζοντ᾽, ἠΰτε κύμαθ᾽, ἅ τ᾽ ἐκ βορέαο θυέλλης
πόλλ᾽ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
230 ὀρνύμεν᾽ ἐκ πόντοιο, τὰ δ᾽ ἔκποθεν ἄλλος ἀήτης
ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
ὤσῃ ἀπ᾽ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος:
/> ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
235 τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
φευγέμεν οὐκ εἴασκε, μένειν δ᾽ ἀνὰ φύλοπιν αἰνὴν
θαρσαλέως: ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
ὑσμίνην. ἀλλ᾽ οὔτι καταντίον Αἰνείαο
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
240 ἀλλ᾽ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
θυμὸν καὶ μέγα κάρτος ἐπ᾽ ἄλλων ἔθνεα λαῶν.
ἐνθ᾽ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ᾽ αρ᾽ Ἀχαιῶν
δάμνατο μυρία φῦλα: δαϊκταμένων δ᾽ ἐνὶ χάρμῃ
οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
245 δαρδάψαι καὶ σάρκας: ἐπεστενάχοντο δὲ Νύμφαι
καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
καί ῥ᾽ οἱ μὲν πονέοντο: κόνιν δ᾽ ἀκάμαντες ἀῆται
ὦρσαν ἀπειρεσίην: ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
ἠέρα θεσπεσίην, ὥς τ᾽ ἀπροτίοπτος ὀμίχλη,
250 οὐδ᾽ ἄρα φαίνετο γαῖα, βροτῶν δ᾽ ἀμάθυνεν ὀπωπάς:
ἀλλὰ καὶ ὣς μάρναντο: καὶ ἐς χέρας ὅντιν᾽ ἕλοντο
κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν:
οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ᾽ ἐπιόντα
δήιον οὔτ᾽ ἄρ᾽ ἑταῖρον: ἀμηχανίη δ᾽ ἔχε λαούς.
255 καί νύ κε μίγδ᾽ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο