Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 68

by Quintus Smyrnaeus


  Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι

  κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι

  450 ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ

  κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη

  λευγαλέην: σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ

  ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα

  ἄτρομον ἐνθέμενος κρακίῃ νόον: ἐν δ᾽ ἄρα χειρὶ

  455 ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ᾽ αὖτε

  εἷρπεν ἄνω: τὸν δ᾽ αἶψα διηερίη φέρεν οἶμος.

  καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετ᾽, εἰ μὴ ἄρ᾽ αὐτῷ

  ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα

  ὑστάτιον καὶ πρῶτον ἀφ᾽ ἕρκεος ὑψηλοῖο

  460 Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ

  οὐδ᾽ ἀπάτερθεν ἐόντα: βάλεν δέ μιν εὐρέϊ πέτρῳ

  κάκ κεφαλῆς: μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς

  κλίμακά οἱ συνέαξεν: ὁ δ᾽ ὑψόθεν ἠΰτ᾽ ὀϊστὸς

  ἔσσυτ᾽ ἀπὸ νευρῆς: ὀλοὸς δέ οἱ ἕσπετο πότμος

  465 ἀμφελελιξαμένῳ: στονόεις δέ οἱ ἠέρι θυμὸς

  αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι:

  ἤριπε δ᾽ ἐν θώρηκι κατὰ χθονός, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ

  νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ

  καὶ κρατερὴ τρυφάλεια: περιστονάχησε δὲ Λοκρῶν

  470 λαός, ὅτ᾽ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ:

  δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ

  ἐγκέφαλος πεπάλακτο: συνηλοίηντο δὲ πάντα

  ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.

  καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,

  475 ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα

  θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν

  ἰθύνων ἐς φῶτα περικλυτόν: οὐδ᾽ ἀφάμαρτεν

  ἀνέρος, ἀλλά οἱ οὔτι δι᾽ ἀσπίδος ἀκαμάτοιο

  ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια

  480 καὶ σάκος, ἀλλ᾽ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.

  οὐδ᾽ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα

  μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης

  τύψεν: ὁ δ᾽ ἐκ πύργοιο κατήριπεν, εὖτ᾽ ἀπὸ πέτρης

  ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ:

  485 ὣς ὁ πεσὼν τετάνυστο: λίπεν δέ μιν ἱερὸς αἰών.

  Αἰνείας δ᾽ ἑτάροιο χολωσάμενος βάλε πέτρην,

  καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον

  Τοξαίχμην: θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα

  ὀστέα σὺν πήληκι: λύθη δέ οἱ ἀγλαὸν ἦτορ.

  490 τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ:

  ‘Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος

  ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες

  δυσμενέεσσι μάχονται ἀνάλκιδες: εἰ δὲ τίς ἐσσί,

  ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης

  495 Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.’

  ὣς ἄρ᾽ ἔφη: τὸν δ᾽ οὔτι θρασὺς πάϊς Ἀγχίσαο

  καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκ᾽ ὀρώρει

  δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ

  νωλεμέως: οὐ γάρ τι κακοῦ παύοντο μόθοιο:

  500 οὐδέ σφιν μάλα δηρὸν ὑπ᾽ Ἄρεϊ τειρομένοισιν

  ἔσκε λύσις καμάτοιο: πόνος δ᾽ ἄπρηκτος ὀρώρει.

  BOOK XII.

  ἀλλ᾽ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης

  αἰχμηταὶ Δαναοί, πολέμου δ᾽ οὐ γίνετο τέκμωρ,

  δὴ τότ᾽ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας

  εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ᾽ ἐννεσίῃς Ἑκάτοιο

  5 πτήσιας οἰωνῶν ἠδ᾽ ἀστέρας ἄλλα τε πάντα

  σήμαθ᾽, ὅσ᾽ ἀνθρώποισι θεῶν ἰότητι πέλονται,

  καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε:

  ‘μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,

  ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε

  10 καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετ᾽ ὄνειαρ:

  ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα:

  ἴρηξ σεῦε πέλειαν: ἐπειγομένη δ᾽ ἄρα κείνη

  χηραμὸν ἐς πέτρης κατεδύσατο: τῇ δ᾽ ὁ χολωθεὶς

  ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε

  15 χηραμοῦ: ἡ δ᾽ ἀλέεινεν: ὁ δ᾽ ἐνθέμενος χόλον αἰνὸν

  θάμνῳ ὑπεκρύφθη: ἡ δ᾽ ἔκθορεν ἀφραδίῃσιν

  ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν: ὅς δ᾽ ἐπαερθεὶς

  δειλαίῃ τρήρωνι φόνον στονόεντ᾽ ἐφέηκε:

  τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ

  20 περσέμεν, ἀλλ᾽ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.’

  ὣς ἄρ᾽ ἔφη: τῶν δ᾽ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι

  ἄλκαρ ὀϊζυροῖο μόθου: δίζοντο δὲ μῆχος

  εὑρέμεναι: μοῦνος δὲ σαοφροσύνῃσι νόησεν

  υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον:

  25 ‘ὦ φίλ᾽, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,

  εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς

  ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,

  ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες

  βησόμεθ᾽ ἀσπασίως: λαοὶ δ᾽ ἀπὸ νόσφι νέεσθαι

  30 ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ᾽ ἄρα πάντες

  ἃς κλισίας, ἵνα Τρῶες ἀπ᾽ ἄστεος ἀθρήσ�
�ντες

  ἐς πεδίον προχέωνται ἀταρβέες: ἀλλά τις ἀνὴρ

  θαρσαλέος, τόν γ᾽ οὔτις ἐπίσταται ἐν Τρώεσσι,

  μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,

  35 ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν

  ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγ᾽ ἀλύξαι,

  ἵππῳ ὑποπτήξας εὐεργέϊ: ῾τὸν δ᾽ ἐκάμοντο

  Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων:᾿

  καὶ τὰ μὲν ὣς ὲπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,

  40 εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,

  ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,

  ὄφρ᾽ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,

  τοῖς μὲν ἄρ᾽ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,

  τοὺς δ᾽ ἄρ᾽ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου

  45 ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.’

  ὣς φάτο: τὸν δ᾽ ἄρα πάντες ἐπῄνεον: ἔξοχα δ᾽ ἄλλων

  Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ᾽ Ἀχαιοῖς

  μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε

  νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα:

  50 τοὔνεκ᾽ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα:

  ‘μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,

  ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι:

  οὐδέ οἱ ἔσσετ᾽ ἄπρηκτον ἐϋφρονέοντι νόημα:

  ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,

  55 σήματα δ᾽ οὐκ ἀτέλεστ᾽ ἀναφαίνεται ἄλλοθεν ἄλλα:

  Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι δι᾽ αἴθρης

  βρονταὶ ὁμῶς στεροπῇστ: παραΐσσουσι δὲ λαοὺς

  δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.

  ἀλλ᾽ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα

  60 μίμνωμεν: Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ᾽ ἀνάγκη

  θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει:

  κάρτιστοι δὲ τότ᾽ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν

  παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου:

  ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται

  65 ἄστυ περὶ σφέτερον: μέγα δέ σφισι μαίνεται ἦτορ.’

  ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός:

  ‘ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες

  μάρνανται: τοὶ δ᾽ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων

  οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει:

  70 τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος

  ἄλλο: πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας

  καὶ δορί: θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.’

  ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο:

  ‘ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,

  75 ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,

  θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς:

  ἀλλ᾽ οὔτ᾽ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ

  ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο

  οὔθ᾽ ἡμεῖς μάλα πολλὰ πονεύμενοι: ἀλλ᾽ ἄγε θᾶσσον

  80 Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες

  ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,

  ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται

  εἵνεκα τεκτοσύνης: δέδαεν δέ μιν ἔργον Ἀθήνη.’

  ὣς φάτο: τῷ δ᾽ ἄρα πάντες ἀριστῆες πεπίθοντο

  85 νόσφι Νεοπτολέμοιο δαΐφρονος: οὐδὲ μὲν ἐσθλὸν

  πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος:

  ὑσμίνης γὰρ ἔτ᾽ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.

  ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον: ἀμφὶ δὲ λαοὺς

  σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος

  90 πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,

  ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι:

  ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.

  καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,

  εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ᾽ αἰθέρος, ἀμφὶ δὲ γαῖαν

  95 Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ᾽ ἐτίναξεν

  ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ᾽ ἀκάμαντα κεραυνὸν

  ἡρώων προπάροιθεν: ὑπεσμαράγησε δὲ πᾶσα

  Δαρδανίη: τῶν δ᾽ αἶψα μετετράπετ᾽ ἠῢ νόημα

  ἐς φόβον: ἐκ δ᾽ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,

  100 καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο:

  ἐς δ᾽ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις

  μάντιν ἀγασσάμενοι, τὸν ἄρ᾽ ἐκ Διὸς ἔμμεν ἔφαντο,

  ἐκ Διὸς ἢ Φοίβοιο: πίθοντο δέ οἱ μάλα πάντα.

  ἦμος δ᾽ αἰγλήεντα περιστρέφετ᾽ οὐρανὸν ἄστρα

  105 πάντοθε μαρμαίροντα, πόνου δ᾽ ἐπιλήθεται ἀνήρ,

  δὴ τότ᾽ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα

  ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντ᾽ εἰκυῖα

  ἐς νῆας καὶ λαόν: ἀρηιφίλου δ᾽ ἄρ᾽ Ἐπειοῦ

  ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει

  110 τεῦξαι δούριον ἵππον: ἔφη δέ οἱ ἐγκονέοντι

  αὐτὴ συγκαμέειν, αὐτὴ δ᾽ ἄφαρ ἀγχόθι βῆναι

  ἔργον ἐς ὀτρύνουσα. Θεῆς δ᾽ ὅ γε μῦθον ἀκούσας

  καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου:

  ἔγνω δ᾽ ἀθάνατον θεὸν ἄμβροτον: οὐδέ οἱ ἦτορ

  115 ἄλλο παρὲξ ὥρμαινε, νόον δ᾽ ἔχεν αἰὲν ἐπ᾽ ἔργῳ

  θεσπεσί�
��: πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.

  Ἠὼς δ᾽ ὁππόθ᾽ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ

  εὶς ἔρεβος, χαροπὴ δὲ δι᾽ ἠέρος ἤιεν αἴγλη,

  δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,

  120 ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν:

  οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.

  καὶ τότ᾽ ἄρ᾽ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα

  Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι

  ἀνέρας: οἱ δ᾽ ἐλάτῃσιν ἐπιβρίσαντες ἀν᾽ ὕλην,

  125 τάμνον δένδρεα μακρά: περικτυπέοντο δὲ βῆσσαι

  θεινομένων: δολιχαὶ δὲ κατ᾽ οὔρεα μακρὰ κολῶναι

  δεύοντ᾽ ἐκ ξυλόχοιο: νάπη δ᾽ ἀνεφαίνετο πᾶσα

  θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε:

  πρέμνα δ᾽ ἀπαυαίνοντο βίην ποθέοντ᾽ ἀνέμοιο.

  130 καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ

  ἐσσυμένως φορέεσκον ἐπ᾽ ᾐόνας Ἑλλησπόντου

  ἐξ ὄρεος λασίοιο: μόγησε δὲ θυμὸς ἐπ᾽ ἔργῳ

  αἰζηῶν τε καὶ ἡμιόνων: πονέοντο δὲ λαοὶ

  ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ:

  135 οἱ μὲν γὰρ τέμνεσκον ὑπ᾽ ὀκριόεντι σιδήρῳ

  δούρατα καὶ σανίδας διεμέτρεον: οἱ δ᾽ ἄρ᾽ ἀπ᾽ ὄζους

  λείαινον πελέκεσσιν ἔτ᾽ ἀπρίστων ἀπὸ φιτρῶν,

  ἄλλος δ᾽ ἄλλο τι ῥέζε πονεύμενος: αὐτὰρ Ἐπειὸς

  ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα

  140 νηδύα, τῇ δ᾽ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν

 

‹ Prev