Book Read Free

Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Page 170

by Xenophon


  [7.7.48] ἀκούσας ταῦτα ὁ Σεύθης κατηράσατο τῶι αἰτίωι τοῦ μὴ πάλαι ἀποδεδόσθαι τὸν μισθόν· καὶ πάντες Ἡρακλείδην τοῦτον ὑπώπτευσαν εἶναι· «ἐγὼ γάρ, ἔφη, οὔτε διενοήθην πώποτε ἀποστερῆσαι ἀποδώσω τε.» [7.7.49] ἐντεῦθεν πάλιν εἶπεν ὁ Ξενοφῶν· «ἐπεὶ τοίνυν διανοῆι ἀποδιδόναι, νῦν ἐγώ σου δέομαι δι᾽ ἐμοῦ ἀποδοῦναι, καὶ μὴ περιιδεῖν με διὰ σὲ ἀνομοίως ἔχοντα ἐν τῆι στρατιᾶι νῦν τε καὶ ὅτε πρὸς σὲ ἀφικόμεθα.» [7.7.50] ὁ δ᾽ εἶπεν· «ἀλλ᾽ οὔτ᾽ ἐν τοῖς στρατιώταις ἔσει δι᾽ ἐμὲ ἀτιμότερος ἄν τε μένηις παρ᾽ ἐμοὶ χιλίους μόνους ὁπλίτας ἔχων, ἐγώ σοι τά τε χωρία ἀποδώσω καὶ τἆλλα ἃ ὑπεσχόμην.» [7.7.51] ὁ δὲ πάλιν εἶπε· «ταῦτα μὲν ἔχειν οὕτως οὐχ οἷόν τε· ἀπόπεμπε δὲ ἡμᾶς.» «καὶ μήν, ἔφη ὁ Σεύθης, καὶ ἀσφαλέστερόν γέ σοι οἶδα ὂν παρ᾽ ἐμοὶ μένειν ἢ ἀπιέναι.» [7.7.52] ὁ δὲ πάλιν εἶπεν· «ἀλλὰ τὴν μὲν σὴν πρόνοιαν ἐπαινῶ· ἐμοὶ δὲ μένειν οὐχ οἷόν τε· ὅπου δ᾽ ἂν ἐγὼ ἐντιμότερος ὦ, νόμιζε καὶ σοὶ τοῦτο ἀγαθὸν ἔσεσθαι.» [7.7.53] ἐντεῦθεν λέγει Σεύθης· «ἀργύριον μὲν οὐκ ἔχω ἀλλ᾽ ἢ μικρόν τι, καὶ τοῦτό σοι δίδωμι, τάλαντον· βοῦς δὲ ἑξακοσίους καὶ πρόβατα εἰς τετρακισχίλια καὶ ἀνδράποδα εἰς εἴκοσι καὶ ἑκατόν. ταῦτα λαβὼν καὶ τοὺς τῶν ἀδικησάντων σε ὁμήρους προσλαβὼν ἄπιθι.» [7.7.54] γελάσας ὁ Ξενοφῶν εἶπεν· «ἢν οὖν μὴ ἐξικνῆται ταῦτ᾽ εἰς τὸν μισθόν, τίνος τάλαντον φήσω ἔχειν; ἆρ᾽ οὐκ, ἐπειδὴ καὶ ἐπικίνδυνόν μοί ἐστιν, ἀπιόντα γε ἄμεινον φυλάττεσθαι πέτρους; ἤκουες δὲ τὰς ἀπειλάς.» τότε μὲν δὴ αὐτοῦ ἔμεινε.

  [7.7.55] τῆι δ᾽ ὑστεραίαι ἀπέδωκέ τε αὐτοῖς ἃ ὑπέσχετο καὶ τοὺς ἐλῶντας συνέπεμψεν. οἱ δὲ στρατιῶται τέως μὲν ἔλεγον ὡς ὁ Ξενοφῶν οἴχοιτο ὡς Σεύθην οἰκήσων καὶ ἃ ὑπέσχετο αὐτῶι ληψόμενος· ἐπεὶ δὲ εἶδον, ἥσθησαν καὶ προσέθεον. [7.7.56] Ξενοφῶν δ᾽ ἐπεὶ εἶδε Χαρμῖνόν τε καὶ Πολύνικον· «ταῦτα, ἔφη, σέσωσται δι᾽ ὑμᾶς τῆι στρατιᾶι καὶ παραδίδωμι αὐτὰ ἐγὼ ὑμῖν· ὑμεῖς δὲ διαθέμενοι διάδοτε τῆι στρατιᾶι.» οἱ μὲν οὖν παραλαβόντες καὶ λαφυροπώλας καταστήσαντες ἐπώλουν, καὶ πολλὴν εἶχον αἰτίαν. [7.7.57] Ξενοφῶν δὲ οὐ προσήιει, ἀλλὰ φανερὸς ἦν οἴκαδε παρασκευαζόμενος· οὐ γάρ πω ψῆφος αὐτῶι ἐπῆκτο Ἀθήνησι περὶ φυγῆς. προσελθόντες δὲ αὐτῶι οἱ ἐπιτήδειοι ἐν τῶι στρατοπέδωι ἐδέοντο μὴ ἀπελθεῖν πρὶν ἀπαγάγοι τὸ στράτευμα καὶ Θίβρωνι παραδοίη.

  [7.8.1] ἐντεῦθεν διέπλευσαν εἰς Λάμψακον, καὶ ἀπαντᾶι τῶι Ξενοφῶντι Εὐκλείδης μάντις Φλειάσιος ὁ Κλεαγόρου υἱὸς τοῦ τὰ ἐντοίχια ἐν Λυκείωι γεγραφότος. οὗτος συνήδετο τῶι Ξενοφῶντι ὅτι ἐσέσωστο, καὶ ἠρώτα αὐτὸν πόσον χρυσίον ἔχοι. [7.8.2] ὁ δ᾽ αὐτῶι ἐπομόσας εἶπεν ἦ μὴν ἔσεσθαι μηδὲ ἐφόδιον ἱκανὸν οἴκαδε ἀπιόντι, εἰ μὴ ἀπόδοιτο τὸν ἵππον καὶ ἃ ἀμφ᾽ αὑτὸν εἶχεν. [7.8.3] ὁ δ᾽ αὐτῶι οὐκ ἐπίστευεν. ἐπεὶ δ᾽ ἔπεμψαν Λαμψακηνοὶ ξένια τῶι Ξενοφῶντι καὶ ἔθυε τῶι Ἀπόλλωνι, παρεστήσατο τὸν Εὐκλείδην· ἰδὼν δὲ τὰ ἱερὰ ὁ Εὐκλείδης εἶπεν ὅτι πείθοιτο αὐτῶι μὴ εἶναι χρήματα. «ἀλλ᾽ οἶδα, ἔφη, ὅτι κἂν μέλληι ποτὲ ἔσεσθαι, φαίνεταί τι ἐμπόδιον, ἂν μηδὲν ἄλλο, σὺ σαυτῶι.» συνωμολόγει ταῦτα ὁ Ξενοφῶν. [7.8.4] ὁ δὲ εἶπεν· «ἐμπόδιος γάρ σοι ὁ Ζεὺς ὁ μειλίχιός ἐστι», καὶ ἐπήρετο εἰ ἤδη θύσειεν, «ὥσπερ οἴκοι, ἔφη, εἰώθειν ἐγὼ ὑμῖν θύεσθαι καὶ ὁλοκαυτεῖν.» ὁ δ᾽ οὐκ ἔφη ἐξ ὅτου ἀπεδήμησε τεθυκέναι τούτωι τῶι θεῶι. συνεβούλευσεν οὖν αὐτῶι θύεσθαι καθὰ εἰώθει, καὶ ἔφη συνοίσειν ἐπὶ τὸ βέλτιον. [7.8.5] τῆι δὲ ὑστεραίαι Ξενοφῶν προσελθὼν εἰς Ὀφρύνιον ἐθύετο καὶ ὡλοκαύτει χοίρους τῶι πατρίωι νόμωι, καὶ ἐκαλλιέρει. [7.8.6] καὶ ταύτηι τῆι ἡμέραι ἀφικνεῖται Βίων καὶ Ναυσικλείδης χρήματα δώσοντες τῶι στρατεύματι, καὶ ξενοῦνται τῶι Ξενοφῶντι καὶ ἵππον ὃν ἐν Λαμψάκωι ἀπέδοτο πεντήκοντα δαρεικῶν, ὑποπτεύοντες αὐτὸν δι᾽ ἔνδειαν πεπρακέναι, ὅτι ἤκουον αὐτὸν ἥδεσθαι τῶι ἵππωι, λυσάμενοι ἀπέδοσαν καὶ τὴν τιμὴν οὐκ ἤθελον ἀπολαβεῖν. [7.8.7] ἐντεῦθεν ἐπορεύοντο διὰ τῆς Τρωιάδος, καὶ ὑπερβάντες τὴν Ἴδην εἰς Ἄντανδρον ἀφικνοῦνται πρῶτον, εἶτα παρὰ θάλατταν πορευόμενοι [τῆς Ἀσίας] εἰς Θήβης πεδίον. [7.8.8] ἐντεῦθεν δι᾽ Ἀδραμυττίου καὶ Κερτωνοῦ ὁδεύσαντες εἰς Καΐκου πεδίον ἐλθόντες Πέργαμον καταλαμβάνουσι τῆς Μυσίας. ἐνταῦθα δὴ ξενοῦται Ξενοφῶν Ἑλλάδι τῆι Γογγύλου τοῦ Ἐρετριέως γυναικὶ καὶ Γοργίωνος καὶ Γογγύλου μητρί. [7.8.9] αὕτη δ᾽ αὐτῶι φράζει ὅτι Ἀσιδάτης ἐστὶν ἐν τῶι πεδίωι ἀνὴρ Πέρσης· τοῦτον ἔφη αὐτόν, εἰ ἔλθοι τῆς νυκτὸς σὺν τριακοσίοις ἀνδράσι, λαβεῖν ἂν καὶ αὐτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ τὰ χρήματα· εἶναι δὲ πολλά. ταῦτα δὲ καθηγησομένους ἔπεμψε τόν τε αὑτῆς ἀνεψιὸν καὶ Δαφναγόραν, ὃν περὶ πλείστου ἐποιεῖτο. [7.8.10] ἔχων οὖν ὁ Ξενοφῶν τούτους παρ᾽ ἑαυτῶι ἐθύετο. καὶ Βασίας ὁ Ἠλεῖος μάντις παρὼν εἶπεν ὅτι κάλλιστα εἴη τὰ ἱερὰ αὐτῶι καὶ ὁ ἀνὴρ ἁλώσιμος εἴη. [7.8.11] δειπνήσας οὖν ἐπορεύετο τούς τε λοχαγοὺς τοὺς μάλιστα φίλους λαβὼν καὶ .. πιστοὺς γεγενημένους διὰ παντός, ὅπως εὖ ποιήσαι
αὐτούς. συνεξέρχονται δὲ αὐτῶι καὶ ἄλλοι βιασάμενοι εἰς ἑξακοσίους· οἱ δὲ λοχαγοὶ ἀπήλαυνον, ἵνα μὴ μεταδοῖεν τὸ μέρος, ὡς ἑτοίμων δὴ χρημάτων. [7.8.12] ἐπεὶ δὲ ἀφίκοντο περὶ μέσας νύκτας, τὰ μὲν πέριξ ὄντα ἀνδράποδα τῆς τύρσιος καὶ χρήματα τὰ πλεῖστα ἀπέδρα αὐτοὺς παραμελοῦντας, ὡς τὸν Ἀσιδάτην αὐτὸν λάβοιεν καὶ τὰ ἐκείνου. [7.8.13] πυργομαχοῦντες δὲ ἐπεὶ οὐκ ἐδύναντο λαβεῖν τὴν τύρσιν (ὑψηλὴ γὰρ ἦν καὶ μεγάλη καὶ προμαχεῶνας καὶ ἄνδρας πολλοὺς καὶ μαχίμους ἔχουσα), διορύττειν ἐπεχείρησαν τὸν πύργον. [7.8.14] ὁ δὲ τοῖχος ἦν ἐπ᾽ ὀκτὼ πλίνθων γηίνων τὸ εὖρος. ἅμα δὲ τῆι ἡμέραι διωρώρυκτο· καὶ ὡς τὸ πρῶτον διεφάνη, ἐπάταξεν ἔνδοθεν βουπόρωι τις ὀβελίσκωι διαμπερὲς τὸν μηρὸν τοῦ ἐγγυτάτω· τὸ δὲ λοιπὸν ἐκτοξεύοντες ἐποίουν μηδὲ παριέναι ἔτι ἀσφαλὲς εἶναι. [7.8.15] κεκραγότων δὲ αὐτῶν καὶ πυρσευόντων ἐκβοηθοῦσιν Ἰταμένης μὲν ἔχων τὴν ἑαυτοῦ δύναμιν, ἐκ Κομανίας δὲ ὁπλῖται Ἀσσύριοι καὶ Ὑρκάνιοι ἱππεῖς καὶ οὗτοι βασιλέως μισθοφόροι ὡς ὀγδοήκοντα, καὶ ἄλλοι πελτασταὶ εἰς ὀκτακοσίους, ἄλλοι δ᾽ ἐκ Παρθενίου, ἄλλοι δ᾽ ἐξ Ἀπολλωνίας καὶ ἐκ τῶν πλησίον χωρίων καὶ ἱππεῖς. [7.8.16] ἐνταῦθα δὴ ὥρα ἦν σκοπεῖν πῶς ἔσται ἡ ἄφοδος· καὶ λαβόντες ὅσοι ἦσαν βόες καὶ πρόβατα ἤλαυνον καὶ ἀνδράποδα ἐντὸς πλαισίου ποιησάμενοι, οὐ τοῖς χρήμασιν ἔτι προσέχοντες τὸν νοῦν, ἀλλὰ μὴ φυγὴ εἴη ἡ ἄφοδος, εἰ καταλιπόντες τὰ χρήματα ἀπίοιεν, καὶ οἵ τε πολέμιοι θρασύτεροι εἶεν καὶ οἱ στρατιῶται ἀθυμότεροι· νῦν δὲ ἀπῆισαν ὡς περὶ τῶν χρημάτων μαχούμενοι. [7.8.17] ἐπεὶ δὲ ἑώρα Γογγύλος ὀλίγους μὲν τοὺς Ἕλληνας, πολλοὺς δὲ τοὺς ἐπικειμένους, ἐξέρχεται καὶ αὐτὸς βίαι τῆς μητρὸς ἔχων τὴν ἑαυτοῦ δύναμιν, βουλόμενος μετασχεῖν τοῦ ἔργου· συνεβοήθει δὲ καὶ Προκλῆς ἐξ Ἁλισάρνης καὶ Τευθρανίας ὁ ἀπὸ Δαμαράτου. [7.8.18] οἱ δὲ περὶ Ξενοφῶντα ἐπεὶ πάνυ ἤδη ἐπιέζοντο ὑπὸ τῶν τοξευμάτων καὶ σφενδονῶν, πορευόμενοι κύκλωι, ὅπως τὰ ὅπλα ἔχοιεν πρὸ τῶν τοξευμάτων, μόλις διαβαίνουσι τὸν Κάρκασον ποταμόν, τετρωμένοι ἐγγὺς οἱ ἡμίσεις. [7.8.19] ἐνταῦθα δὲ Ἀγασίας ὁ Στυμφάλιος λοχαγὸς τιτρώσκεται, τὸν πάντα χρόνον μαχόμενος πρὸς τοὺς πολεμίους. καὶ διασἠιζονται ἀνδράποδα ὡς διακόσια ἔχοντες καὶ πρόβατα ὅσον θύματα. [7.8.20] τῆι δὲ ὑστεραίαι θυσάμενος ὁ Ξενοφῶν ἐξάγει νύκτωρ πᾶν τὸ στράτευμα, ὅπως ὅτι μακροτάτην ἔλθοι τῆς Λυδίας, εἰς τὸ μὴ διὰ τὸ ἐγγὺς εἶναι φοβεῖσθαι, ἀλλ᾽ ἀφυλακτεῖν. [7.8.21] ὁ δὲ Ἀσιδάτης ἀκούσας ὅτι πάλιν ἐπ᾽ αὐτὸν τεθυμένος εἴη ὁ Ξενοφῶν καὶ παντὶ τῶι στρατεύματι ἥξοι, ἐξαυλίζεται εἰς κώμας ὑπὸ τὸ Παρθένιον πόλισμα ἐχούσας. [7.8.22] ἐνταῦθα οἱ περὶ Ξενοφῶντα συντυγχάνουσιν αὐτῶι καὶ λαμβάνουσιν αὐτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ τοὺς ἵππους καὶ πάντα τὰ ὄντα· καὶ οὕτω τὰ πρότερα ἱερὰ ἀπέβη. [7.8.23] ἔπειτα πάλιν ἀφικνοῦνται εἰς Πέργαμον. ἐνταῦθα τὸν θεὸν ἠσπάσατο Ξενοφῶν· συνέπραττον γὰρ καὶ οἱ Λάκωνες καὶ οἱ λοχαγοὶ καὶ οἱ ἄλλοι στρατηγοὶ καὶ οἱ στρατιῶται ὥστ᾽ ἐξαίρετα λαβεῖν καὶ ἵππους καὶ ζεύγη καὶ τἆλλα· ὥστε ἱκανὸν εἶναι καὶ ἄλλον ἤδη εὖ ποιεῖν. [7.8.24] ἐν τούτωι Θίβρων παραγενόμενος παρέλαβε τὸ στράτευμα καὶ συμμείξας τῶι ἄλλωι Ἑλληνικῶι ἐπολέμει πρὸς Τισσαφέρνην καὶ Φαρνάβαζον.

 

‹ Prev