Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
Page 301
Οὐκοῦν, ἔφη, ταῦτα μὲν ἡγῆι τοσοῦτον μόνον εἰδέναι, πατεῖν τὸν σῖτον ἐλαυνόμενα;
Τί γὰρ ἂν ἄλλο, ἔφην ἐγώ, ὑποζύγια εἰδείη;
[5] Ὅπως δὲ τὸ δεόμενον κόψουσι καὶ ὁμαλιεῖται ὁ ἁλοατός, τίνι τοῦτο .., ὦ Σώκρατες; ἔφη.
Δῆλον ὅτι, ἔφην ἐγώ, τοῖς ἐπαλωσταῖς. στρέφοντες γὰρ καὶ ὑπὸ τοὺς πόδας ὑποβάλλοντες τὰ ἄτριπτα ἀεὶ δῆλον ὅτι μάλιστα ὁμαλίζοιεν ἂν τὸν δῖνον καὶ τάχιστα ἁνύτοιεν.
Ταῦτα μὲν τοίνυν, ἔφη, οὐδὲν ἐμοῦ λείπει γιγνώσκων.
[6] Οὐκοῦν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐκ τούτου δὴ καθαροῦμεν τὸν σῖτον λικμῶντες.
Καὶ λέξον γέ μοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, ἦ οἶσθα ὅτι ἂν ἐκ τοῦ προσηνέμου μέρους τῆς ἅλω ἄρχηι, δι᾽ ὅλης τῆς ἅλω οἴσεταί σοι τὰ ἄχυρα;
Ἀνάγκη γάρ, ἔφην ἐγώ.
Οὐκοῦν εἰκὸς καὶ ἐπιπίπτειν, ἔφη, αὐτὰ ἐπὶ τὸν σῖτον.
[7] Πολὺ γάρ ἐστιν, ἔφην ἐγώ, τὸ ὑπερενεχθῆναι τὰ ἄχυρα ὑπὲρ τὸν σῖτον εἰς τὸ κενὸν τῆς ἅλω.
Ἂν δέ τις, ἔφη, λικμᾶι ἐκ τοῦ ὑπηνέμου ἀρχόμενος;
Δῆλον, ἔφην ἐγώ, ὄτι εὐθὺς ἐν τῆι ἀχυροδόκηι ἔσται τὰ ἄχυρα.
[8] Ἐπειδὰν δὲ καθάρηις, ἔφη, τὸν σῖτον μέχρι τοῦ ἡμίσεος τῆς ἅλω, πότερον εὐθὺς οὕτω κεχυμένου τοῦ σίτου λικμήσεις τὰ ἄχυρα τὰ λοιπὰ ἢ συνώσας τὸν καθαρὸν πρὸς τὸν πόλον ὡς εἰς στενότατον;
Συνώσας νὴ Δί᾽, ἔφην ἐγώ, τὸν καθαρὸν σῖτον, ἵν᾽ ὑπερφέρηταί μοι τὰ ἄχυρα εἰς τὸ κενὸν τῆς ἅλω, καὶ μὴ δίς ταὐτὰ ἄχυρα δέηι λικμᾶν.
[9] Σὺ μὲν δὴ ἄρα, ἔφη, ὦ Σώκρατες, σῖτόν γε ὡς ἂν τάχιστα καθαρὸς γένοιτο κἂν ἄλλον δύναιο διδάσκειν.
Ταῦτα τοίνυν, ἔφην ἐγώ, ἐλελήθη ἐμαυτὸν ἐπιστάμενος. καὶ πάλαι ἐννοῶ ἄρα εἰ λέληθα καὶ χρυσοχοεῖν καὶ αὐλεῖν καὶ ζωγραφεῖν ἐπιστάμενος. ἐδίδαξε γὰρ οὔτε ταῦτά με οὐδεὶς οὔτε γεωργεῖν· ὁρῶ δ᾽ ὥσπερ γεωργοῦντας καὶ τὰς ἄλλας τέχνας ἐργαζομένους ἀνθρώπους.
[10] Οὐκοῦν, ἔφη ὁ Ἰσχόμαχος, ἔλεγον ἐγώ σοι πάλαι ὅτι καὶ ταύτηι εἴη γενναιοτάτη ἡ γεωργικὴ τέχνη, ὅτι καὶ ῥάιστη ἐστὶ μαθεῖν.
Ἄγε δή, ἔφην ἐγώ, οἶδα, ὧ Ἰσχόμαχε· τὰ μὲν δὴ ἀμφὶ σπόρον ἐπιστάμενος ἄρα ἐλελήθειν ἐμαυτὸν ἐπιστάμενος.
Κεφάλαιον ιθʹ
[1] Ἔστι δ᾽ οὖν, ἔφην ἐγώ, τῆς γεωργικῆς τέχνης καὶ ἡ τῶν δένδρων φυτεία;
Ἔστι γὰρ οὖν, ἔφη ὁ Ἰσχόμαχος.
Πῶς ἂν οὖν, ἔφην ἐγώ, τὰ μὲν ἀμφὶ τὸν σπόρον ἐπισταίμην, τὰ δ᾽ ἀμφὶ τὴν φυτείαν οὐκ ἐπίσταμαι;
[2] Οὐ γὰρ σύ, ἔφη ὁ Ἰσχόμαχος, ἐπίστασαι·
Πῶς; ἐγὼ ἔφην, ὅστις μήτ᾽ ἐν ὁποίαι τῆι γῆι δεῖ φυτεύειν οἶδα μήτε ὁπόσον βάθος ὀρύττειν [τὸ φυτὸν] μήτε ὁπόσον πλάτος μήτε ὁπόσον μῆκος τὸ φυτὸν ἐμβάλλειν μήτε ὅπως ἂν ἐν τῆι γῆι κείμενον τὸ φυτὸν μάλιστ᾽ ἂν βλαστάνοι.
[3] Ἴθι δή, ἔφη ὁ Ἰσχόμαχος, μάνθανε ὅ τι μὴ ἐπίστασαι. βοθύνους μὲν γὰρ οἵους ὀρύττουσι τοῖς φυτοῖς οἶδ᾽ ὅτι ἑώρακας, ἔφη.
Καὶ πολλάκις ἔγωγ᾽, ἔφην.
Ἤδη τινὰ οὖν αὐτῶν εἶδες βαθύτερον τριπόδου;
Οὐδὲ μὰ Δί᾽ ἔγωγ᾽, ἔφην, πενθημιποδίου.
Τί δέ, τὸ πλάτος ἤδη τινὰ τριπόδου πλέον εἶδες;
Οὐδὲ μὰ Δί᾽, ἔφην ἐγώ, διπόδου.
[4] Ἴθι δή, ἔφη, καὶ τόδε ἀπόκριναί μοι· ἤδη τινὰ εἶδες τὸ βάθος ἐλάττονα ποδιαίου;
Οὐδὲ μὰ Δί᾽, ἔφην, ἔγωγε τριημιποδίου. καὶ γὰρ ἐξορύττοιτο ἂν σκαπτόμενα, ἔφην ἐγώ, τὰ φυτὰ, εἰ λίαν γε οὕτως ἐπιπολῆς πεφυτευμένα εἴη.
[5] Οὐκοῦν τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, ἱκανῶς οἶσθα, ὅτι οὔτε βαθύτερον πενθημιποδίου ὀρύττουσιν οὔτε βραχύτερον τριημιποδίου.
Ἀνάγκη γάρ, ἔφην ἐγώ, τοῦτο ὁρᾶσθαί γε οὕτω καταφανὲς ὄν.
[6] Τί δέ, ἔφη, ξηροτέραν καὶ ὑγροτέραν γῆν γιγνώσκεις ὁρῶν;
Ξηρὰ μὲν γοῦν μοι δοκεῖ, ἔφην ἐγώ, εἶναι ἡ περὶ τὸν Λυκαβηττὸν καὶ ἡ ταύτηι ὁμοία, ὑγρὰ δὲ ἡ ἐν τῶι Φαληρικῶι ἕλει καὶ ἡ ταύτηι ὁμοία.
[7] Πότερα οὖν, ἔφη, ἐν τῆι ξηρᾶι ἂν βαθὺν ὀρύττοις βόθρον τῶι φυτῶι ἢ ἐν τῆι ὑγρᾶι;
Ἐν τῆι ξηρᾶι νὴ Δί᾽, ἔφην ἐγώ· ἐπεὶ ἔν γε τῆι ὑγρᾶι ὀρύττων βαθύν, ὕδωρ ἂν εὑρίσκοις καὶ οὐκ ἂν δύναιο ἔτι ἐν ὕδατι φυτεύειν.
Καλῶς μοι δοκεῖς, ἔφη, λέγειν. οὐκοῦν ἐπειδὰν ὀρωρυγμένοι ὦσιν οἱ βόθροι, ὁπηνίκα δεῖ τιθέναι ἑκάτερα τὰ φυτὰ ἤδη εἶδες;
Μάλιστα, ἔφην ἐγώ.
[8] Σὺ οὖν βουλόμενος ὡς τάχιστα φῦναι αὐτὰ πότερον ὑποβαλὼν ἂν τῆς γῆς τῆς εἰργασμένης οἴει τὸν βλαστὸν τοῦ κλήματος θᾶττον χωρεῖν διὰ τῆς μαλακῆς ἢ διὰ τῆς ἀργοῦ εἰς τὸ σκληρόν;
Δῆλον, ἔφην ἐγώ, ὅτι διὰ τῆς εἰργασμένης θᾶττον ἂν ἢ διὰ τῆς ἀργοῦ βλαστάνοι.
[9] Οὐκοῦν ὑποβλητέα ἂν εἴη τῶι φυτῶι γῆ.
Τί δ᾽ οὐ μέλλει; ἔφην ἐγώ.
Πότερα δὲ ὅλον τὸ κλῆμα ὀρθὸν τιθεὶς πρὸς τὸν οὐρανὸν βλέπον ἡγῆι μᾶλλον ἂν ῥιζοῦσθαι αὐτὸ ἢ καὶ πλάγιόν τι ὑπὸ τῆι ὑποβεβλημένηι γῆι θείης ἄν, ὥστε κεῖσθαι ὥσπερ γάμμα ὕπτιον;
&nb
sp; [10] Οὕτω νὴ Δία· πλείους γὰρ ἂν οἱ ὀφθαλμοὶ κατὰ τῆς γῆς εἶεν· ἐκ δὲ τῶν ὀφθαλμῶν καὶ ἄνω ὁρῶ βλαστάνοντα τὰ φυτά. καὶ τοὺς κατὰ τῆς γῆς οὖν ὀφθαλμοὺς ἡγοῦμαι τὸ αὐτὸ τοῦτο ποιεῖν. πολλῶν δὲ φυομένων βλαστῶν <κατὰ> τῆς γῆς ταχὺ ἂν καὶ ἰσχυρὸν τὸ φυτὸν ἡγοῦμαι βλαστάνειν.
[11] Κατὰ ταὐτὰ τοίνυν, ἔφη, καὶ περὶ τούτων γιγνώσκων ἐμοὶ τυγχάνεις. ἐπαμήσαιο δ᾽ ἂν μόνον, ἔφη, τὴν γῆν, ἢ καὶ σάξαις ἂν εὖ μάλα περὶ τὸ φυτόν;
Σάττοιμ᾽ ἄν, ἔφην, νὴ Δί᾽ ἐγώ. εἰ μὲν γὰρ μὴ σεσαγμένον εἴη, ὑπὸ μὲν τοῦ ὕδατος εὖ οἶδ᾽ ὅτι πηλὸς ἂν γίγνοιτο ἡ ἄσακτος γῆ, ὑπὸ δὲ τοῦ ἡλίου ξηρὰ μέχρι βυθοῦ, ὥστε τὰ φυτὰ κίνδυνος [ὑπὸ μὲν τοῦ ὕδατος] σήπεσθαι μὲν δι᾽ ὑγρότητα, αὐαίνεσθαι δὲ διὰ ξηρότητα, [ἤγουν χαυνότητα τῆς γῆς,] θερμαινομένων τῶν ῥιζῶν.
[12] Καὶ περὶ ἀμπέλων ἄρα σύγε, ἔφη, φυτείας, ὦ Σώκρατες, τὰ αὐτὰ ἐμοὶ πάντα γιγνώσκων τυγχάνεις.
Ἦ καὶ συκῆν, ἔφην ἐγώ, οὕτω δεῖ φυτεύειν;
Οἶμαι δ᾽, ἔφη ὁ Ἰσχόμαχος, καὶ τἆλλα ἀκρόδρυα πάντα. τῶν γὰρ ἐν τῆι τῆς ἀμπέλου φυτείαι καλῶς ἐχόντων τί ἂν ἀποδοκιμάσαις εἰς τὰς ἄλλας φυτείας;
[13] Ἐλαίαν δὲ πῶς, ἔφην ἐγώ, φυτεύσομεν, ὦ Ἰσχόμαχε;
Ἀποπειρᾶι μου καὶ τοῦτο, ἔφη, μάλιστα πάντων ἐπιστάμενος. ὁρᾶις μὲν γὰρ δὴ ὅτι βαθύτερος ὀρύττεται τῆι ἐλαίαι βόθροος· καὶ γὰρ παρὰ τὰς ὁδοὺς μάλιστα ὀρύττεται· ὁρᾶις δ᾽ ὅτι πρέμνα πᾶσι τοῖς φυτευτηρίοις πρόσεστιν· ὁρᾶις δ᾽, ἔφη, τῶν φυτῶν πηλὸν ταῖς κεφαλαῖς πάσαις ἐπικείμενον καὶ πάντων τῶν φυτῶν ἐστεγασμένον τὸ ἄνω.
Ὁρῶ, ἔφην ἐγώ, ταῦτα πάντα.
[14] Καὶ ὁρῶν δή, ἔφη, τί αὐτῶν οὐ γιγνώσκεις; ἢ τὸ ὄστρακον ἀγνοεῖς, ἔφη, ὦ Σώκρατες, πῶς ἂν ἐπὶ τοῦ πηλοῦ ἄνω καταθείης;
Μὰ τὸν Δί᾽, ἔφην ἐγώ, οὐδὲν ὧν εἶπας, ὦ Ἰσχόμαχε, ἀγνοῶ, ἀλλὰ πάλιν ἐννοῶ τί ποτε, ὅτε πάλαι ἤρου με συλλήβδην εἰ ἐπίσταμαι φυτεύειν, οὐκ ἔφην. οὐ γὰρ ἐδόκουν ἔχειν ἂν εἰπεῖν οὐδὲν ἧι δεῖ φυτεύειν· ἐπεὶ δέ με καθ᾽ ἓν ἕκαστον ἐπεχείρησας ἐρωτᾶν, ἀποκρίνομαί σοι, ὡς σὺ φήις, ἅπερ σὺ γιγνώσκεις ὁ δεινὸς λεγόμενος γεωργός. [15] Ἆρα, ἔφην, ὦ Ἰσχόμαχε, ἡ ἐρώτησις διδασκαλία ἐστίν; ἄρτι γὰρ δή, ἔφην ἐγώ, καταμανθάνω ἧι με ἐπηρώτησας ἕκαστα· ἄγων γάρ με δι᾽ ὧν ἐγὼ ἐπίσταμαι, ὅμοια τούτοις ἐπιδεικνὺς ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι ἀναπείθεις, οἶμαι, ὡς καὶ ταῦτα ἐπίσταμαι.
[16] Ἆρ᾽ οὖν, ἔφη ὁ Ἰσχόμαχος, καὶ περὶ ἀργυρίου ἐρωτῶν ἄν σε, πότερον καλὸν ἢ οὔ, δυναίμην ἄν σε πεῖσαι ὡς ἐπίστασαι διαδοκιμάζειν τὰ καλὰ καὶ τὰ κίβδηλα ἀργύρια; καὶ περὶ αὐλητῶν ἂν δυναίμην ἀναπεῖσαι ὡς ἐπίστασαι αὐλεῖν, καὶ περὶ ζωγράφων καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων;
Ἶσως ἄν, ἔφην ἐγώ, ἐπειδὴ καὶ γεωργεῖν ἀνέπεισάς με ὡς ἐπιστήμων εἴην, καίπερ εἰδότα ὅτι οὐδεὶς πώποτε ἐδίδαξέ με ταύτην τὴν τέχνην.
[17] Οὐκ ἔστι ταῦτ᾽, ἔφη, ὦ Σώκρατες· ἀλλ᾽ ἐγὼ καὶ πάλαι σοι ἔλεγον ὅτι ἡ γεωργία οὕτω φιλάνθρωπός ἐστι καὶ πραεῖα τέχνη ὥστε καὶ ὁρῶντας καὶ ἀκούοντας ἐπιστήμονας εὐθὺς ἑαυτῆς ποιεῖν. [18] πολλὰ δ᾽, ἔφη, καὶ αὐτὴ διδάσκει ὡς ἂν κάλλιστά τις αὐτῆι χρῶιτο. αὐτίκα ἄμπελος ἀναβαίνουσα μὲν ἐπὶ τὰ δένδρα, ὅταν ἔχηι τι πλησίον δένδρον, διδάσκει ἱστάναι αὑτήν· περιπεταννύουσα δὲ τὰ οἴναρα, ὅταν ἔτι αὐτῆι ἁπαλοὶ οἱ βότρυες ὦσι, διδάσκει σκιάζειν τὰ ἡλιούμενα ταύτην τὴν ὥραν· [19] ὅταν δὲ καιρὸς ἦι ὑπὸ τοῦ ἡλίου ἤδη γλυκαίνεσθαι τὰς σταφυλάς, φυλλορροοῦσα διδάσκει ἑαυτὴν ψιλοῦν καὶ πεπαίνειν τὴν ὀπώραν, διὰ πολυφορίαν δὲ τοὺς μὲν πέπονας δεικνύουσα βότρυς, τοὺς δὲ ἔτι ὠμοτέρους φέρουσα, διδάσκει τρυγᾶν ἑαυτήν, ὥσπερ τὰ σῦκα συκάζουσι, τὸ ὀργῶν ἀεί.
Κεφάλαιον κʹ
[1] Ἐνταῦθα δὴ ἐγὼ εἶπον· Πῶς οὖν, ὦ Ἰσχόμαχε, εἰ οὕτω γε καὶ ῥάιδιά ἐστι μαθεῖν τὰ περὶ τὴν γεωργίαν καὶ πάντες ὁμοίως ἴσασιν ἃ δεῖ ποιεῖν, οὐχὶ καὶ πάντες πράττουσιν ὁμοίως, ἀλλ᾽ οἱ μὲν αὐτῶν ἀφθόνως τε ζῶσι καὶ περιττὰ ἔχουσιν, οἱ δ᾽ οὐδὲ τὰ ἀναγκαῖα δύνανται πορίζεσθαι, ἀλλὰ καὶ προσοφείλουσιν;
[2] Ἐγὼ δή σοι λέξω, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος. οὐ γὰρ ἡ ἐπιστήμη οὐδ᾽ ἡ ἀνεπιστημοσύνη τῶν γεωργῶν ἐστιν ἡ ποιοῦσα τοὺς μὲν εὐπορεῖν, τοὺς δὲ ἀπόρους εἶναι· [3] οὐδ᾽ ἂν ἀκούσαις, ἔφη, λόγου οὕτω διαθέοντος ὅτι διέφθαρται ὁ οἶκος, διότι οὐχ ὁμαλῶς ὁ σπορεὺς ἔσπειρεν, οὐδ᾽ ὅτι οὐκ ὀρθῶς τοὺς ὄρχους ἐφύτευσεν, οὐδ᾽ ὅτι ἀγνοήσας τις τὴν [γῆν] φέρουσαν ἀμπέλους ἐν ἀφόρωι ἐφύτευσεν, οὐδ᾽ ὅτι ἠγνόησέ τις ὅτι ἀγαθόν ἐστι τῶι σπόρωι νεὸν προεργάζεσθαι, οὐδ᾽ ὅτι ἠγνόησέ τις ὡς ἀγαθόν ἐστι τῆι γῆι κόπρον μιγνύναι· [4] ἀλλὰ πολὺ μᾶλλον ἔστιν ἀκοῦσαι. ἁνὴρ οὐ λαμβάνει σῖτον ἐκ τοῦ ἀγροῦ· οὐ γὰρ ἐπιμελεῖται ὡς αὐτῶι σπείρηται ἢ ὡς κόπρος γίγνηται. οὐδ᾽ οἶνον ἔχει ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται ὡς φυτεύσηι ἀμπέλους οὐδὲ αἱ οὖσαι ὅπως φέρωσιν αὐτῶι. οὐδὲ ἔλαιον οὐδὲ σῦκα ἔχει ἁνήρ· οὐ γὰρ ἐ
πιμελεῖται οὐδὲ ποιεῖ ὅπως ταῦτα ἔχηι. [5] τοιαῦτ᾽, ἔφη, ἐστίν, ὦ Σώκρατες, ἃ διαφέροντες ἀλλήλων οἱ γεωργοὶ διαφερόντως καὶ πράττουσι πολὺ μᾶλλον ἢ [οἱ] δοκοῦντες σοφόν τι ηὑρηκέναι εἰς τὰ ἔργα. [6] καὶ οἱ στρατηγοὶ ἔστιν ἐν οἷς τῶν στρατηγικῶν ἔργων οὐ γνώμηι διαφέροντες ἀλλήλων οἱ μὲν βελτίονες οἱ δὲ χείρονές εἰσιν, ἀλλὰ σαφῶς ἐπιμελείαι. ἃ γὰρ καὶ οἱ στρατηγοὶ γιγνώσκουσι πάντες καὶ τῶν ἰδιωτῶν οἱ πλεῖστοι, ταῦτα οἱ μὲν ποιοῦσι τῶν ἀρχόντων οἱ δ᾽ οὔ. [7] οἷον καὶ τόδε γιγνώσκουσιν ἅπαντες ὅτι διὰ πολεμίας πορευομένους βέλτιόν ἐστι τεταγμένους πορεύεσθαι οὕτως ὡς ἂν ἄριστα μάχοιντο, εἰ δέοι. τοῦτο τοίνυν γιγνώσκοντες οἱ μὲν ποιοῦσιν οὕτως οἱ δ᾽ οὐ ποιοῦσι. [8] φυλακὰς ἅπαντες ἴσασιν ὅτι βέλτιόν ἐστι καθιστάναι καὶ ἡμερινὰς καὶ νυκτερινὰς πρὸ τοῦ στρατοπέδου. ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπιμελοῦνται ὡς ἔχηι οὕτως, οἱ δ᾽ οὐκ ἐπιμελοῦνται. [9] ὅταν τε αὖ διὰ στενοπόρων ἴωσιν, οὐ πάνυ χαλεπὸν εὑρεῖν ὅστις οὐ γιγνώσκει 6οτι προκαταλαμβάνειν τὰ ἐπίκαιρα κρεῖττον ἢ μή; ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπιμελοῦνται οὕτω ποιεῖν, οἱ δ᾽ οὔ. [10] ἀλλὰ καὶ κόπρον λέγουσι μὲν πάντες ὅτι ἄριστον εἰς γεωργίαν ἐστὶ καὶ ὁρῶσι δὲ αὐτομάτην γιγνομένην· ὅμως δὲ καὶ ἀκριβοῦντες ὡς γίγνεται, καὶ ῥάιδιον ὂν πολλὴν ποιεῖν, οἱ μὲν καὶ τούτου ἐπιμελοῦνται ὅπως ἁθροίζηται, οἱ δὲ παραμελοῦσι. [11] καίτοι ὕδωρ μὲν ὁ ἄνω θεὸς παρέχει, τὰ δὲ κοῖλα πάντα τέλματα γίγνεται, ἡ γῆ δὲ ὕλην παντοίαν παρέχει, καθαίρειν δὲ δεῖ τὴν γῆν τὸν μέλλοντα σπείρειν· ἃ δ᾽ ἐκποδὼν ἀναιρεῖται, ταῦτα εἴ τις ἐμβάλλοι εἰς τὸ ὕδωρ, ὁ χρόνος ἤδη αὐτὸς ἂν ποιοίη οἷς ἡ γῆ ἥδεται. ποία μὲν γὰρ ὕλη, ποία δὲ γῆ ἐν ὕδατι στασίμωι οὐ κόπρος γίγνεται; [12] καὶ ὁπόσα δὲ θεραπείας δεῖται ἡ γῆ, ὑγροτέρα γε οὖσα πρὸς τὸν σπόρον ἢ ἁλμωδεστέρα πρὸς φυτείαν, καὶ ταῦτα γιγνώσκουσι μὲν πάντες καὶ ὡς τὸ ὕδωρ ἐξάγεται τάφροις καὶ ὡς ἡ ἅλμη κολάζεται μιγνυμένη πᾶσι τοῖς ἀνάλμοις, καὶ ὑγροῖς [τε] καὶ ξηροῖς· ἀλλὰ καὶ τούτων ἐπιμελοῦνται οἱ μὲν οἱ δ᾽ οὔ. [13] εἰ δέ τις παντάπασιν ἀγνὼς εἴη τί δύναται φέρειν ἡ γῆ, καὶ μήτε ἰδεῖν ἔχοι καρπὸν μηδὲ φυτὸν αὐτῆς, μήτε ὅτου ἀκούσαι τὴν ἀλήθειαν περὶ αὐτῆς ἔχοι, οὐ πολὺ μὲν ῥᾶιον γῆς πεῖραν λαμβάνειν παντὶ ἀνθρώπωι ἢ ἵππου, πολὺ δὲ ῥᾶιον ἢ ἀνθρώπου; οὐ γὰρ ἔστιν ὅ τι ἐπὶ ἀπάτηι δείκνυσιν, ἀλλ᾽ ἁπλῶς ἅ τε δύναται καὶ ἃ μὴ σαφηνίζει τε καὶ ἀληθεύει. [14] δοκεῖ δέ μοι ἡ γῆ καὶ τοὺς κακούς τε καὶ ἀργοὺς τῶι εὔγνωστα καὶ εὐμαθῆ πάντα παρέχειν ἄριστα ἐξετάζειν. οὐ γὰρ ὥσπερ τὰς ἄλλας τέχνας τοῖς μὴ ἐργαζομένοις ἔστι προφασίζεσθαι ὅτι οὐκ ἐπίστανται, γῆν δὲ πάντες οἴδασιν ὅτι εὖ πάσχουσα εὖ ποιεῖ· [15] ἀλλ᾽ ἡ ἐν γῆι ἀργία ἐστὶ σαφὴς ψυχῆς κατήγορος κακῆς. ὡς μὲν γὰρ ἂν δύναιτο ἄνθρωπος ζῆν ἄνευ τῶν ἐπιτηδείων, οὐδεὶς τοῦτο αὐτὸς αὑτὸν πείθει· ὁ δὲ μήτε ἄλλην τέχνην χρηματοποιὸν ἐπιστάμενος μήτε γεωργεῖν ἐθέλων φανερὸν ὅτι κλέπτων ἢ ἁρπάζων ἢ προσαιτῶν διανοεῖται βιοτεύειν, ἢ παντάπασιν ἀλόγιστός ἐστι. [16] μέγα δὲ ἔφη διαφέρειν εἰς τὸ λυσιτελεῖν γεωργίαν καὶ μὴ λυσιτελεῖν, ὅταν ὄντων ἐργαστήρων καὶ πλεόνων ὁ μὲν ἔχηι τινὰ ἐπιμέλειαν ὡς τὴν ὥραν αὐτῶι ἐν τῶι ἔργωι οἱ ἐργάται ὦσιν, ὁ δὲ μὴ ἐπιμελῆται τούτου. ῥαιδίως γὰρ ἀνὴρ εἷς παρὰ τοὺς δέκα διαφέρει τῶι ἐν ὥραι ἐργάζεσθαι, καὶ ἄλλος γε ἀνὴρ διαφέρει τῶι πρὸ τῆς ὥρας ἀπιέναι. [17] τὸ δὲ δὴ ἐᾶν ῥαιδιουργεῖν δι᾽ ὅλης τῆς ἡμέρας τοὺς ἀνθρώπους ῥαιδίως τὸ ἥμισυ διαφέρει τοῦ ἔργου παντός. [18] ὥσπερ καὶ ἐν ταῖς ὁδοιπορίαις παρὰ στάδια διακόσια ἔστιν ὅτε τοῖς ἑκατὸν σταδίοις διήνεγκαν ἀλλήλων ἄνθρωποι τῶι τάχει, ἀμφότεροι καὶ νέοι ὄντες καὶ ὑγιαίνοντες, ὅταν ὁ μὲν πράττηι ἐφ᾽ ὧιπερ ὥρμηται, βαδίζων, ὁ δὲ ῥαιστωνεύηι τῆι ψυχῆι καὶ παρὰ κρήναις καὶ ὑπὸ σκιαῖς ἀναπαυόμενός τε καὶ θεώμενος καὶ αὔρας θηρεύων μαλακάς. [19] οὕτω δὲ καὶ ἐν τοῖς ἔργοις πολὺ διαφέρουσιν εἰς τὸ ἁνύτειν οἱ πράττοντες ἐφ᾽ ὧιπερ τεταγμένοι εἰσί, καὶ οἱ μὴ πράττοντες ἀλλ᾽ εὑρίσκοντες προφάσεις τοῦ μὴ ἐργάζεσθαι καὶ ἐώμενοι ῥαιδιουργεῖν. [20] τὸ δὲ δὴ †[καὶ τὸ] καλῶς ἐργάζεσθαι ἢ κακῶς† ἐπιμελεῖσθαι, τοῦτο δὴ τοσοῦτον διαφέρει ὅσον ἢ ὅλως ἐργάζεσθαι ἢ ὅλως ἀργὸν εἶναι. ὅταν σκαπτόντων, ἵνα ὕλης καθαραὶ αἱ ἄμπελοι γένωνται, οὕτω σκάπτωσιν ὥστε πλείω καὶ καλλίω τὴν ὕλην γίγνεσθαι, πῶς τοῦτο οὐκ ἀργὸν ἂν φήσαις εἶναι; [21] τὰ οὖν συντρίβοντα τοὺς οἴκους πολῦ μᾶλλον ταῦτά ἐστιν ἢ αἱ λίαν ἀνεπιστημοσύναι. τὸ γὰρ τὰς μὲν δαπάνας χωρεῖν ἐντελεῖς ἐκ τῶν οἴκων, τὰ δὲ ἔργα μὴ τελεῖσθαι λυσιτελούντως πρὸς τὴν δαπάνην, ταῦτα οὐκέτι δεῖ θαυμάζειν ἐὰν ἀντὶ τῆς περιουσίας ἔνδειαν παρέχηται. [22] τοῖς γε μέντοι ἐπιμελεῖσθαι δυναμένοις καὶ συντεταμένως γεωργοῦσιν ἁνυτικωτάτην χρημάτισιν ἀπὸ γεωργίας καὶ αὐτὸς ἐπετήδευσε καὶ ἐμὲ ἐδίδαξεν ὁ πατήρ. οὐδέποτε γὰρ εἴα χῶρον ἐξειργασμένον ὠνεῖσθαι, ἀλλ᾽ ὅσ
τις ἢ δι᾽ ἀμέλειαν ἢ δι᾽ ἀδυναμίαν τῶν κεκτημένων καὶ ἀργὸς καὶ ἀφύτευτος εἴη, τοῦτον ὠνεῖσθαι παρήινει. [23] τοὺς μὲν γὰρ ἐξειργασμένους ἔφη καὶ πολλοῦ ἀργυρίου γίγνεσθαι καὶ ἐπίδοσιν οὐκ ἔχειν· τοὺς δὲ μὴ ἔχοντας ἐπίδοσιν οὐδὲ ἡδονὰς ὁμοίας ἐνόμιζε παρέχειν, ἀλλὰ πᾶν κτῆμα καὶ θρέμμα τὸ ἐπὶ τὸ βέλτιον ἰόν, τοῦτο καὶ εὐφραίνειν μάλιστα ὤιετο. οὐδὲν οὖν ἔχει πλείονα ἐπίδοσιν ἢ χῶρος ἐξ ἀργοῦ πάμφορος γιγνόμενος. [24] εὖ γὰρ ἴσθι, ἔφη, ὦ Σώκρατες, ὅτι τῆς ἀρχαίας τιμῆς πολλοὺς πολλαπλασίου χώρους ἀξίους ἡμεῖς ἤδη ἐποιήσαμεν. καὶ τοῦτο, ὦ Σώκρατες, ἔφη, οὕτω μὲν πολλοῦ ἄξιον τὸ ἐνθύμημα, οὕτω δὲ καὶ μαθεῖν ῥάιδιον, ὥστε νυνὶ ἀκούσας σὺ τοῦτο ἐμοὶ ὁμοίως ἐπιστάμενος ἄπει, καὶ ἄλλον διδάξεις, ἐὰν βούληι. [25] καὶ ὁ ἐμὸς δὲ πατὴρ οὔτε ἔμαθε παρ᾽ ἄλλου τοῦτο οὔτε μεριμνῶν ηὗρεν, ἀλλὰ διὰ τὴν φιλογεωργίαν καὶ φιλοπονίαν ἐπιθυμῆσαι ἔφη τοιούτου χώρου ὅπως ἔχοι ὅ τι ποιοίη ἅμα καὶ ὠφελούμενος ἥδοιτο. [26] ἦν γάρ τοι, ἔφη, ὦ Σώκρατες, φύσει, ὡς ἐμοὶ δοκεῖ, φιλογεωργότατος Ἀθηναίων ὁ ἐμὸς παρήρ.