Book Read Free

Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Page 315

by Xenophon

τοῦ καλῶς γε ὁπλισθῆναι τοὺς ἱππέας οἱ φύλαρχοι ἄν μοι δοκοῦσι μέγιστον συλλαμβάνειν, εἰ πεισθείησαν ὅτι πολύ ἐστι πρὸς τῆς πόλεως εὐδοξότερον τῆι τῆς φυλῆς λαμπρότητι κεκοσμῆσθαι ἢ μόνον τῆι ἑαυτῶν στολῆι. [1.23] εἰκὸς δὲ μὴ δυσπείστους εἶναι αὐτοὺς τὰ τοιαῦτα, οἵ γε φυλαρχεῖν ἐπεθύμησαν δόξης καὶ τιμῆς ὀρεγόμενοι, δυνατοὶ δ᾽ εἰσὶ [καὶ] τὰ ἐν τῶι νόμωι πορίσαι καὶ ἄνευ τοῦ αὐτοὶ δαπανᾶν τῶι μισθῶι ἐπαναγκάζοντες κατὰ τὸν νόμον ὁπλίζεσθαι. [1.24] εἴς γε μὴν τὸ εὐπειθεῖς εἶναι τοὺς ἀρχομένους μέγα μὲν τὸ [καὶ] λόγωι διδάσκειν ὅσα ἀγαθὰ ἔνι ἐν τῶι πειθαρχεῖν, μέγα δὲ καὶ τὸ ἔργωι [κατὰ τὸν νόμον] πλεονεκτεῖν μὲν ποιεῖν τοὺς εὐτάκτους, μειονεκτεῖν δὲ ἐν πᾶσι τοὺς ἀτακτοῦντας. [1.25] ἰσχυροτάτη δέ μοι δοκεῖ εἶναι παρόρμησις τῶν φυλάρχων εἰς τὸ φιλοτιμεῖσθαι αὐτοὺς καλῶς παρεσκευασμένης ἕκαστον τῆς φυλῆς ἡγεῖσθαι, <εἰ> τοὺς ἀμφὶ σὲ προδρόμους κοσμήσαις μὲν ὅπλοις ὡς κάλλιστα, ἀκοντίζειν δὲ μελετᾶν ἐξαναγκάσαις ὡς μάλιστα, ἡγοῖο δὲ αὐτοῖς ἐπὶ τὸ ἀκόντιον αὐτὸς εὖ μάλα μεμελετηκώς. [1.26] εἰ δὲ καὶ ἆθλά τις δύναιτο προτιθέναι ταῖς φυλαῖς πάντων ὁπόσα ἀγαθὰ νομίζουσιν ἀσκεῖσθαι ἐν ταῖς θέαις ὑπὸ τοῦ ἱππικοῦ, τοῦτο πάντας οἶμαι Ἀθηναίους γε μάλιστ᾽ ἂν προτρέπειν εἰς φιλονικίαν. δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς χοροῖς, ὡς μικρῶν ἄθλων ἕνεκεν πολλοὶ μὲν πόνοι, μεγάλαι δὲ δαπάναι τελοῦνται. τοὺς μέντοι κριτὰς τοιούτους δεῖ εὑρίσκειν παρ᾽ οἷς νικῶντες μάλιστ᾽ ἂν ἀγάλλοιντο.

  [2.1] Ἢν δὲ δή σοι ταῦτα πάντα ἐξησκημένοι ὦσιν οἱ ἱππεῖς, δεῖ δήπου καὶ τάξιν τινὰ ἐπίστασθαι αὐτοὺς ἐξ ἧς καλλίστας μὲν θεοῖς πομπὰς πέμψουσι, κάλλιστα δὲ ἱππάσονται, ἄριστα δὲ μαχοῦνται, ἢν δέηι, ῥᾶιστα δὲ καὶ ἀταρακτότατα ὁδου2ς πορεύσονται καὶ διαβάσεις περάσουσιν. ἧι τοίνυν χρώμενοι τάξει δοκοῦσιν ἄν μοι ταῦτα κάλλιστα διαπράττεσθαι, ταύτην νῦν ἤδη πειράσομαι δηλοῦν. [2.2] οὐκοῦν ὑπὸ μὲν τῆς πόλεως ὑπάρχουσι διηιρημέναι φυλαὶ <δέκα>. τούτων δ᾽ ἐγώ φημι χρῆναι πρῶτον μὲν δεκαδάρχους σὺν τῆι τῶν φυλάρχων ἑκάστου γνώμηι καταστῆσαι ἐκ τῶν ἀκμαζόντων τε καὶ φιλοτιμοτάτων καλόν τι ποιεῖν καὶ ἀκούειν· καὶ τούτους μὲν πρωτοστάτας δεῖ εἶναι. [2.3] μετὰ δὲ τούτους ἴσους χρὴ τούτοις ἀριθμὸν ἐκ τῶν πρεσβυτάτων τε καὶ φρονιμωτάτων ἑλέσθαι οἵτινες τελευταῖοι τῶν δεκάδων ἔσονται. εἰ γὰρ δεῖ καὶ ἀπεικάσαι, οὕτω καὶ σίδηρος μάλιστα διατέμνει σίδηρον, ὅταν τό τε ἡγούμενον τοῦ τομέως ἐρρωμένον ἦι καὶ τὸ ἐπελαυνόμενον ἱκανόν. [2.4] τούς γε μὴν ἐν μέσωι τῶν πρώτων καὶ τῶν τελευταίων, εἰ οἱ δεκάδαρχοι ἐπιστάτας ἕλοιντο καὶ οἱ ἄλλοι ἐφέλοιντο, οὕτως εἰκὸς ἑκάστωι πιστότατον τὸν ἐπιστάτην εἶναι. [2.5] τὸν μέντοι ἀφηγούμενον ἐκ παντὸς τρόπου δεῖ ἱκανὸν ἄνδρα καθιστάναι. ἀγαθὸς γὰρ ὤν, εἴτε ποτὲ δέοι ἐπὶ πολεμίους ἐλαύνειν, ἐγκελεύων ῥώμην ἂν ἐμβάλλοι τοῖς ἔμπροσθεν, εἴτ᾽ αὖ καὶ ἀποχωρεῖν καιρὸς συμβαίνοι, φρονίμως ἀφηγούμενος μᾶλλον ἄν, ὡς τὸ εἰκός, σώιζοι τοὺς φυλέτας. [2.6] οἱ μέντοι δεκάδαρχοι ἄρτιοι ὄντες πλείω ἴσα μέρη παρέχοιεν ἂν διαιρεῖν ἢ εἰ περιττοὶ εἶεν. αὕτη δέ μοι ἡ τάξις ἀρέσκει διὰ τάδε, ὅτι πρῶτον μὲν οἱ πρωτοστάται πάντες ἄρχοντες γίγνονται· οἱ δ᾽ αὐτοὶ ἄνδρες ὅταν ἄρχωσι, μᾶλλόν πως οἴονται ἑαυτοῖς προσήκειν καλόν τι ποιεῖν ἢ ὅταν ἰδιῶται ὦσιν· ἔπειτα δὲ καὶ ὅταν πρακτέον τι ἦι, τὸ παραγγέλλειν μὴ ἰδιώταις ἀλλ᾽ ἄρχουσι πολὺ ἁνυτικώτερον. [2.7] τεταγμένων γε μὴν οὕτω χρή, ὥσπερ καὶ τοῖς φυλάρχοις προαγορεύεται ἡ χώρα ὑπὸ τοῦ ἱππάρχου ἐν ἧι ἑκάστωι ἐλατέον, οὕτω καὶ τοῖς δεκαδάρχοις παρηγγέλθαι ὑπὸ τῶν φυλάρχων ὅπηι πορευτέον ἑκάστωι. οὕτω γὰρ προειρημένων πολὺ εὐτακτοτέρως ἂν ἔχοι ἢ εἰ ὥσπερ ἐκ θεάτρου ὡς ἂν τύχωσιν ἀπιόντες λυποῦσιν ἀλλήλους. [2.8] καὶ μάχεσθαι δὲ μᾶλλον ἐθέλουσιν οἵ τε πρῶτοι, ἤν τι ἐκ τοῦ πρόσθεν προσπίπτηι, ὅταν εἰδῶσιν ὅτι αὕτη ἡ χώρα αὐτῶν, καὶ οἱ τελευταῖοι, ἤν τι ὄπισθεν ἐπιφαίνηται, ἐπιστάμενοι ὅτι αἰσχρὸν λιπεῖν τὴν τάξιν. [2.9] ἄτακτοι δ᾽ ὄντες ἀλλήλους μὲν ταράττουσι καὶ ἐν στεναῖς ὁδοῖς καὶ ἐν διαβάσεσι, τοῖς δὲ πολεμίοις οὐδεὶς ἑκὼν ἑαυτὸν τάττει μάχεσθαι. καὶ ταῦτα μὲν δὴ πάντα ὑπάρχειν δεῖ ἐκπεπονημένα πᾶσι τοῖς ἱππεῦσιν, εἰ μέλλουσιν ἀπροφάσιστοι ἔσεσθαι συνεργοὶ τῶι ἡγουμένωι.

  [3.1] Τῶνδέ γε μὴν αὐτῶι ἤδη μέλειν δεῖ τῶι ἱππάρχωι· πρῶτον μὲν ὅπως καλλιερήσει τοῖς θεοῖς ὑπὲρ τοῦ ἱππικοῦ, ἔπειτα ὅπως τὰς πομπὰς ἐν ταῖς ἑορταῖς ἀξιοθεάτους ποιήσει, ἔτι δὲ καὶ τἆλλα ὅσα ἐπιδεικνύναι δεῖ τῆι πόλει ὅπως ἧι δυνατὸν κάλλιστα ἐπιδείξει, τά τε ἐν Ἀκαδημείαι καὶ τὰ ἐν Λυκείωι καὶ τὰ Φαληροῖ καὶ τὰ ἐν τῶι ἱπποδρόμωι. καὶ ταῦτα μὲν ἄλλα ὑπομνήματα· ὡς δὲ τούτων ἕκαστα κάλλιστ᾽ ἂν πράττοιτο, νῦν αὐτὰ ταῦτα λέξω.

  [3.2] Τὰς μὲν οὖν πομπὰς οἴομαι ἂν καὶ τοῖς θεοῖς κεχαρισμενωτάτας καὶ τοῖς θεαταῖς εἶναι εἰ, ὅσων ἱερὰ καὶ ἀγάλματα ἐν τῆι ἀγορᾶι ἐστι, ταῦτα ἀρ
ξάμενοι ἀπὸ τῶν Ἑρμῶν κύκλωι [περὶ τὴν ἀγορὰν καὶ τὰ ἱερὰ] περιελαύνοιεν τιμῶντες τοὺς θεούς. καὶ ἐν τοῖς Διονυσίοις δὲ οἱ χοροὶ προσεπιχαρίζονται ἄλλοις τε θεοῖς καὶ τοῖς δώδεκα χορεύοντες. ἐπειδὰν δὲ πάλιν πρὸς τοῖς Ἑρμαῖς γένωνται περιεληλακότες, ἐντεῦθεν καλόν μοι δοκεῖ εἶναι κατὰ φυλὰς εἰς τάχος ἀνιέναι τοὺς ἵππους μέχρι τοῦ Ἐλευσινίου. [3.3] οὐδὲ δόρατα μὴν παραλείψω ὡς ἥκιστα ἂν ἀλλήλοις ἐπαλλάττοιτο. δεῖ γὰρ μεταξὺ τοῖν ὤτοιν τοῦ ἵππου ἕκαστον σχεῖν, εἰ μέλλει φοβερά τε καὶ εὐκρινῆ ἕσεσθαι καὶ ἅμα πολλὰ φαινεῖσθαι. [3.4] ἐπειδὰν δὲ τῆς εἰς τάχος διελάσεως λήξωσι, τὴν ἄλλην καλὸν ἤδη σχέδην εἰς τὰ ἱερά, ἧιπερ καὶ πρόσθεν, διελαύνειν. καὶ οὕτως ὅσα ἔστιν ἡδέα ἰδεῖν ἐν ἵππωι ἀναβεβαμένωι πάντα ἐπιδεδειγμένα ἔσται καὶ τοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις. [3.5] καὶ ὅτι μὲν ταῦτα οὐκ εἰθισμένοι ποιεῖν οἱ ἱππεῖς εἰσιν οἶδα· γιγνώσκω δὲ ὅτι ἀγαθὰ καὶ καλὰ καὶ τοῖς θεαταῖς ἡδέα ἕσται. αἰσθάνομαι δὲ καὶ ἄλλα ἀγωνίσματα τοὺς ἱππέας κεκαινουργηκότας, ἐπειδὴ οἱ ἵππαρχοι ἱκανοὶ ἐγένοντο πεῖσαι ἃ ἐβουλήθησαν. [3.6] ὅταν γε μὴν πρὸ τοῦ ἀκοντισμοῦ διελαύνωσιν ἐν Λυκείωι, καλὸν ἑκατέρας τὰς πέντε φυλὰς ἐπὶ [τοῦ] μετώπου ἐλαύνειν, ὥσπερ εἰς μάχην ἡγουμένου τοῦ ἱππάρχου καὶ τῶν φυλάρχων ἐν τοιαύτηι τάξει ἀφ᾽ ἧς πληρώσεται τοῦ δρόμου τὸ πλάτος. [3.7] ἐπειδὰν δ᾽ ὑπερβάλωσι τὸ κεφάλαιον τοῦ ἀντιπροσώπου θεάτρου, χρήσιμον ἂν οἴομαι φανῆναι καὶ εἰ καθ᾽ ὁπόσους μέτριον εἰς τὸ κάταντες δυναμένους ταχὺ ἐλαύνειν ἐπιδείξαις τοὺς ἱππέας. [3.8] οὐ μέντοι ἀγνοῶ ὅτι, ἢν μὲν πιστεύωσι δυνήσεσθαι ταχὺ ἐλαύνειν, πάνυ ἂν ἡδέως ἐπιδείξαιντο· ἢν δὲ ἀμελέτητοι ὦσιν, ὁρᾶν χρὴ ὅπως μὴ οἱ πολέμιοι αὐτοὺς τοῦτο δρᾶν ἀναγκάσουσιν.

  [3.9] Ἔν γε μὴν ταῖς δοκιμασίαις ἡ μὲν τάξις εἴρηται μεθ᾽ ἧς ἂν κάλλιστα ἱππάζοιντο. ἢν δὲ ὁ ἡγούμενος, ἤνπερ ἔχηι δυνατὸν ἵππον, ἐν τῶι ἔξωθεν ἀεὶ στίχωι περιφέρηται, οὕτως αὐτὸς μὲν ἀεὶ ταχὺ ἐλᾶι καὶ οἱ σὺν αὐτῶι ἔξωθεν γιγνόμενοι πάλιν αὖ ταχὺ ἐλῶσιν· ὥστε ἡ μὲν βουλὴ ἀεὶ τὸ ταχὺ ἐλαυνόμενον θεάσεται, οἱ δὲ ἵπποι οὐκ ἀπεροῦσιν ἐν μέρει ἀναπαυόμενοι. [3.10] ὅταν γε μὴν ἐν τῶι ἱπποδρόμωι ἡ ἐπίδειξις ἦι, καλὸν μὲν οὕτω πρῶτον τάξασθαι ὡς ἂν ἐπὶ μετώπου ἐμπλήσαντες ἴππων τὸν ἱππόδρομον ἐξελάσειαν τοὺς ἐκ τοῦ μέσου ἀνθρώπους· [3.11] καλὸν δ᾽, ἐπεὶ αἱ φυλαὶ ἐν τῆι ἀνθιππασίαι φεύγουσί τε ἀλλήλας καὶ διώκουσι ταχέως, ὅταν οἱ ἵππαρχοι ἡγῶνται ταῖς πέντε φυλαῖς, ἑκατέρας διελαύνειν τὰς φυλὰς δι᾽ ἀλλήλων. ταύτης γὰρ τῆς θέας τό τε ἀντιμετώπους προσελαύνειν ἀλλήλοις γοργόν, τό τε διελάσαντας τὸν ἱππόδρομον ἀντίους πάλιν στῆναι ἀλλήλοις σεμνόν, [3.12] καὶ τὸ ὑπὸ σάλπιγγος αἦ τὸ δεύτερον θᾶττον ἐπελαύνειν καλόν. στάντας δὲ ἤδη τὸ τρίτον αὖ ὑπὸ τῆς σάλπιγγος χρὴ τάχιστα ἀλλήλοις ἐπελαύνειν, καὶ διελάσαντας εἰς κατάλυσιν ἤδη ἐπὶ φάλαγγος ἅπαντας καταστάντας, ὥσπερ εἰώθατε, πρὸς τὴν βουλὴν προσελαύνειν. [3.13] ταῦτά μοι δοκεῖ πολεμικώτερά τε φαίνεσθαι ἂν καὶ καινότερα. τὸ δὲ βραδύτερον μὲν τῶν φυλάρχων ἐλαύνειν, τὸν δ᾽ αὐτὸν τρόπον ἐκείνοις ἱππεύειν, οὐκ ἄξιον ἱππαρχίας. [3.14] ὅταν γε μὴν ἐν τῶι ἐπικρότωι ἐν Ἀκαδημέαι ἱππεύειν δέηι, ἔχω τάδε παραινέσαι· εἰς μὲν τὸ μὴ ἀποκρούεσθαι ἀπὸ τῶν ἵππων, ὑπτίους ἀναπεπτωκότας ἐλαύνειν, εἰς δὲ τὸ μὴ πίπτειν, τοὺς ἵππους ὑπολαμβάνειν ἐν ταῖς ἀναστροφαῖς. τὰ μέντοι ὀρθὰ ταχὺ ἐλαύνειν χρή· οὕτω γὰρ τὸ ἀσφαλὲς καὶ τὸ καλὸν θεάσεται ἡ βουλή.

  [4.1] Ἔν γε μὴν ταῖς πορείαις ἀεὶ δεῖ τὸν ἵππαρχον προνοεῖν ὅπως ἀναπαύηι μὲν τῶν ἵππων τὰς ἕδρας, ἀναπαύηι δὲ τοὺς ἱππέας τῶι βαδίζειν, μέτριον μὲν ὀχοῦντα, μέτριον δὲ πεζοποροῦντα. τοῦ δὲ μετρίου ἐννοῶν οὐκ ἂν ἁμαρτάνοις· αὐτὸς γὰρ μέτρον ἕκαστος τοῦ μὴ λαθεῖν ὑπερπονοῦντας. [4.2] ὅταν μέντοι ἀδήλου ὄντος εἰ πολεμίοις ἐντεύξηι πορεύηι ποι, κατὰ μέρος χρὴ τὰς φυλὰς ἀναπαύειν. χαλεπὸν γὰρ εἰ πᾶσι καταβεβηκόσι πλησιάσειαν οἱ πολέμιοι. [4.3] καὶ ἢν μέν γε διὰ στενῶν ὁδῶν ἐλαύνηις, ἀπὸ παραγγέλσεως εἰς κέρας ἡγητέον· ἢν δὲ πλατείαις ἐπιτυγχάνηις ὁδοῖς, ἀπὸ παραγγέλσεως αὖ πλατυντέον τῆς φυλῆς ἑκάστης τὸ μέτωπον· ὅταν γε μὴν εἰς πεδίον ἀφικνῆσθε, ἐπὶ φάλαγγος πάσας τὰς φυλὰς ... ἀκτέον ἀγαθὸν γὰρ καὶ μελέτης ἕνεκα ταῦτα ποιεῖν καὶ τοῦ ἥδιον διαπερᾶν τὰς ὁδοὺς ποικίλλοντας ἱππικαῖς τάξεσι τὰς πορείας. [4.4] ὅταν μέντοι ἔξω τῶν ὁδῶν διὰ δυσχωριῶν ἐλαύνητε, μάλα χρήσιμον καὶ ἐν πολεμίαι καὶ ἐν φιλίαι προελαύνειν τῆς φυλῆς ἑκάστης τῶν ὑπηρετῶν οἵτινες, ἢν ἀπόροις νάπαις ἐντυγχάνωσι, παριόντες ἐπὶ τὰ εὔπορα δηλώσουσι τοῖς ἱππεῦσιν ἧι χρὴ τὴν ἔλασιν ποιεῖσθαι, ὡς μὴ ὅλαι αἱ τάξεις πλανῶνται. [4.5] ἢν δὲ δι᾽ ἐπικινδύνων ἐλαύνητέ που, φρονίμου ἱππάρχου τὸ τῶν προόδων ἄλλους προόδους διερευνωμένους προηγεῖσθαι [τὸ γὰρ ὡς ἐκ πλείστου προαισθάνεσθαι πολεμίων χρήσιμον καὶ πρὸς τὸ ἐπιθέσθαι καὶ πρ�
��ς τὸ φυλάξασθαι], καὶ τὸ ἀναμένειν δὲ ἐπὶ ταῖς διαβάσεσιν, ὡς μὴ κατακόπτωσι τοὺς ἵππους οἱ τελευταῖοι τὸν ἡγεμόνα διώκοντες. ἴσασι μὲν οὖν ταῦτα σχεδὸν ἅπαντες, καρτερεῖν δ᾽ ἐπιμελούμενοι οὐ πολλοὶ ἐθέλουσι.

  [4.6] Προσήκει δὲ ἱππάρχωι ἔτι ἐν εἰρήνηι ἐπιμελεῖσθαι ὅπως ἐμπείρως ἕξει τῆς τε πολεμίας καὶ τῆς φιλίας χώρας· ἢν δ᾽ ἄρα αὐτὸς ἀπείρωσ4ἕχηι, τῶν ἄλλων γε δὴ τοὺς ἐπιστημονεστάτους ἑκάστων τόπων παραλαμβάνειν. πολὺ γὰρ διαφέρει ἡγούμενος ὁ εἰδὼς τὰς ὁδοὺς τοῦ μὴ εἰδότος, καὶ ἐπιβουλεύων δὲ πολεμίοις ὁ εἰδὼς τοὺς τόπους τοῦ μὴ εἰδότος πολὺ διαφέρει. [4.7] καὶ κατασκόπων δὲ πρὶν πόλεμον εἶναι δεῖ μεμεληκέναι, ὅπως ἔσονται καὶ ἐκ πόλεων ἀμφοτέροις φιλίων καὶ ἐξ ἐμπόρων· πᾶσαι γὰρ αἱ πόλεις τοὺς εἰσάγοντάς τι ἀεὶ ὡς εὐμενεῖς δέχονται· καὶ ψευδαυτόμολοι δ᾽ ἔστιν ὅτε χρήσιμον. [4.8] οὐ μέντοι τοῖς γε κατασκόποις δεῖ ποτε πιστεύοντα φυλακῆς ἀμελεῖν, ἀλλ᾽ ἀεὶ οὕτως κατεσκευάσθαι χρή, ὥσπερ ἢν ἥξοντες εἰσηγγελμένοι ὦσιν οἱ πολέμιοι. καὶ γὰρ ἢν πάνυ πιστοὶ ὦσιν οἱ κατάσκοποι, χαλεπὸν ἐν καιρῶι ἀπαγγέλλειν· πολλὰ γὰρ ἐν πολέμωι τὰ ἐμπόδια συμπίπτει. [4.9] τάς γε μὴν ἐξαγωγὰς τοῦ ἱππικοῦ ἧττον ἂν οἱ πολέμιοι αι=σθάνοιντο, εἰ ἀπὸ παραγγέλσεως γίγνοιντο μᾶλλον ἢ εἰ ὑπὸ κήρυκος ἢ εἰ ἀπὸ προγραφῆς. ἀγαθὸν οὖν καὶ [τὸ] πρὸς τὸ διὰ παραγγέλσεως ἐξάγειν τὸ δεκαδάρχους καθιστάναι, καὶ <ἐπὶ>

‹ Prev