Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
Page 322
καὶ τοῖν ποδοῖν· ἐὰν δὲ θήλεια, τοῖν ποδοῖν· ἄπωθεν οὖν ἀκοντίζειν. ἁλίσκονται δὲ καὶ ἄνευ ποδοστράβης διωκόμεναι, ὅταν ἦι ἡ ὥρα θερινή· ἀπαγορεύουσι γὰρ σφόδρα, ὥστε ἑστῶσαι ἀκοντίζονται· ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν, ἐὰν κατέχωνται, καὶ εἰς τὰ ὕδατα ἀπορούμεναι· ὁτὲ δὲ διὰ δύσπνοιαν πίπτουσι.
[10.1] Πρὸς δὲ τὸν ὗν τὸν ἄγριον κεκτῆσθαι κύνας Ἰνδικάς, Κρητικάς, Λοκρίδας, Λακαίνας, ἄρκυς, ἀκόντια, προβόλια, ποδοστράβας. πρῶτον μὲν οὖν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῶι θηρίωι. [10.2] αἱ δὲ ἄρκυς λίνων μὲν τῶν αὐτῶν ὧνπερ αἱ τῶν λαγῶν <ἔστωσαν δὲ> πεντεκαιτετταρακοντάλινοι ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ πεντεκαίδεκα λίνων, ἀπὸ δὲ τοῦ κορυφαίου τὸ μέγεθος δεχάμματοι, τὸ δὲ βάθος τῶν βρόχων πυγόνος· οἱ δὲ περίδρομοι ἡμιόλιοι τοῦ τῶν ἀρκύων πάχους· ἐπ᾽ ἄκροις δὲ δακτυλίους ἐχέτωσαν, ὑφείσθωσαν δ᾽ ὑπὸ τοὺς βρόχους, τὸ δὲ ἄκρον αὐτῶν ἐκπεράτω ἔξω διὰ τῶν δακτυλίων· ἱκανὰ δὲ πεντεκαίδεκα. [10.3] τὰ δ᾽ ἀκόντια ἔστω παντοδαπά, ἕχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις, ῥάβδους δὲ στιφράς. τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους, κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀποκεχαλκευμένους, στιφρούς, καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. συγκυνηγέται δ᾽ ἔστωσαν· τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται. ὅπως δὲ δεῖ τούτων ἑκάστωι πρὸς θήραν χρῆσθαι διδάξω. [10.4] πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται [εἶναι] ὑπάγειν τὸ κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δ᾽ ἄλλας ἔχοντας δεδεμένας, συμπεριιέναι τῆι κυνί. [10.5] ἐπειδὰν δὲ λάβηι αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῆι ἰχνεύσει ἡγουμένηι <τοὺς> ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ, ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη, ἐν δὲ τοῖς λασίοις τῆς ὕληξ κλάσματα· ὅπου δ᾽ ἂν δένδρα ἦι, πληγαὶ τῶν ὀδόντων. [10.6] ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται <ἐπὶ> τόπον ὑλώδη ἰχνεύουσα. κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά, τοῦ δὲ θέρους ψυχεινά. ἐπειδὰν δ᾽ ἀφίκηται ἐπὶ τὴν εὐνήν, ὑλακτεῖ· ὁ δ᾽ οὐκ ἀνίσταται ὡς τὰ πολλά. [10.7] λαβόντα οὖν τὴν κύνα καὶ ταύτην μετὰ τῶν ἄλλων δῆσαι ἄπωθεν ἀπὸ τῆς εὐνῆς πολὺ καὶ εἰς τοὺς ὅρμους ἐμβαλέσθαι τὰς ἄρκυς, ἐπιβάλλοντα τοὺς βρόχους ἐπὶ ἀποσχαλιδώματα τῆς ὕλης δίκρα τῆς δὲ ἄρκυος αὐτῆς μακρὸν προήκοντα κόλπον ποιεῖν, ἀντηρίδας ἔνδοθεν ἑκατέρωθεν ὑφιστάντα κλῶνας, ὅπως ἂν εἰς τὸν κόλπον διὰ τῶν βρόχων αἱ αὐγαὶ τοῦ φέγγους ὡς μάλιστα ἐνέχωσιν, ἵνα προσθέοντι ὡς φανότατον ἦι τὸ ἔσω· καὶ τὸν περίδρομον ἐξάπτειν ἀπὸ δένδρον ἰσχυροῦ, καὶ μὴ ἐκ ῥάχου· οὐκ ἰσχυραὶ γὰρ ἐν τοῖς ψιλοῖς αἱ ῥᾶχοι. ὑπὲρ δὲ ἑκάστην ἐμφράττειν τῆι ὕληι καὶ τὰ δύσορμα, ἵνα εἰς τὰς ἄρκυς ποιῆται τὸν δρόμον καὶ μὴ ἐξαλλάττηι. [10.8] ἐπειδὰν δ᾽ ἑστῶσιν, ἐλθόντας πρὸς τὰς κύνας λῦσαι ἁπάσας καὶ λαβόντας τὰ ἀκόντια καὶ τὰ προβόλια προιέναι. ἐγκελεύειν δὲ ταῖς κυσὶν ἕνα τὸν ἐμπειρότατον, τοὺς δ᾽ ἄλλους ἕπεσθαι κοσμίως ἀπολείποντας ἀπ᾽ ἀλλήλων πολύ, ὅπως ἂν ἦι αὐτῶι ἱκανὴ διαδρομή· ἐὰν γὰρ ὑποχωρῶν ἐμπέσηι, εἰς πυκνούς, κίνδυνος πληγῆναι· ὧι γὰρ ἂν προσπέσηι, εἰς τοῦτον τὴν ὀργὴν κατέθετο. [10.9] ἐπειδὰν δ᾽ αἱ κύνες ἐγγὺς ὦσι τῆς εὐνῆς, ἐπεισίασι· θορυβούμενος δὲ ἐξαναστήσεται, καὶ ἥτις ἂν τῶν κυνῶν προσφέρηται αὐτῶι πρὸς τὸ προσωπον, ἀναρρίψει· θέων δ᾽ ἐμπεσεῖται· ἐὰν δὲ μή, μεταθεῖν ἀνάγκη. καὶ ἐὰν μὲν ἦι τὸ χωρίον κατωφερὲς ἐν ὧι ἂν ἔχηι αὐτὸν ἡ ἄρκυς, ταχὺ ἐξαναστήσεται· ἐὰν δὲ ἄπεδον, εὐθὺς ἑστήξει περὶ αὐτὸν ἔχων. [10.10] ἐν τούτωι δὲ τῶι καιρῶι αἱ μὲν κύνες προσκείσονται· αὐτοὺς δὲ χρὴ φυλαττομένους αὐτὸν ἀκοντίζειν, καὶ βάλλειν λίθοις, περιισταμένους ὄπισθεν καὶ πολὺ ἄπωθεν, ἕως ἂν κατατείνηι προωθῶν αὑτὸν τῆς ἄρκυος τὸν περίδρομον. εἶτα ὅστις ἂν ἦι τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος προσελθόντα ἐκ τοῦ πρόσθεν τῶι προβολίωι παίειν. [10.11] ἐὰν δὲ μὴ βούληται ἀκοντιζόμενος καὶ βαλλόμενος κατατεῖναι τὸν περίδρομον, ἀλλ᾽ ἐπανιεὶς ἔχηι πρὸς τὸν προσιόντα περιδρομὴν ποιούμενος, ἀνάγκη, ὅταν οὕτως ἔχηι, λαβόντα τὸ προβόλιον προσιέναι, ἔχεσθαι δ᾽ αὐτοῦ τῆι μὲν χειρὶ τῆι ἀριστερᾶι πρόσθεν, τῆι δ᾽ ἑτέραι ὄπισθεν· κατορθοῖ γὰρ ἡ μὲν ἀριστερὰ αὐτό, ἡ δὲ δεξιὰ ἐπεμβάλλει· ἔμπροσθεν δὲ ὁ ποὺς ὁ μὲν ἀριστερὸς ἑπέσθω τῆι χειρὶ τῆι ὁμωνύμωι, ὁ δὲ δεξιὸς τῆι ἑτέραι. [10.12] προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον, μὴ πολλῶι μείζω διαβάντα ἢ ἐν πάληι, ἐπιστρέφοντα τὰς πλευρὰς τὰς εὐωνύμους ἐπὶ τὴν χεῖρα τὴν εὐώνυμον, εἶτα εἰσβλέποντα εἰς τὸ ὄμμα τοῦ θηρίου ἐνθυμούμενον τὴν κίνησιν τὴν ἀπὸ τῆς κεφαλῆς τῆς ἐκείνου. προσφέρειν δὲ τὸ προβόλιον φυλαττόμενον μὴ ἐκκρούσηι ἐκ τῶν χειρῶν τῆι κεφαλῆι ἐκν�
�ύσας· τῆι γὰρ ῥύμηι τῆς ἐκκρούσεως ἕπεται. [10.13] παθόντα δὲ τοῦτο πίπτειν δεῖ ἐπὶ στόμα καὶ ἔχεσθαι τῆς ὕλης κάτωθεν· τὸ γὰρ θηρίον ἐὰν μὲν οὕτως ἔχοντι προσπέσηι, διὰ τὴν σιμότητα τῶν ὀδόντων τὸ σῶμα οὐ δύναται ὑπολαβεῖν· ἐὰν δὲ μετεώρωι, ἀνάγκη πληγῆναι. πειρᾶται μὲν οὖν μετεωρίζειν· ἐὰν δὲ μὴ δύνηται, ἀμφιβὰς πατεῖ. [10.14] ἀπαλλαγὴ δὲ τούτων μία ἐστὶ μόνη, ὅταν ἐν τῆι ἀνάγκηι ταύτηι ἔχηται, προσελθόντα ἐγγὺς τῶν συγκυνηγετῶν ἕνα ἔχοντα προβόλιον ἐρεθίζειν ὡς ἀφήσοντα· ἀφιέναι δὲ οὐ χρή, μὴ τύχηι τοῦ πεπτωκότος. [10.15] ὅταν δὲ ἴδηι τοῦτο, καταλιπὼν ὃν ἂν ἔχηι ὑφ᾽ αὑτῶι ἐπὶ τὸν ἐρεθίζοντα ὑπ᾽ ὀργῆς καὶ θυμοῦ ἐπιστρέψει. τὸν δὲ ταχὺ ἀναπηδᾶν, τὸ δὲ προβόλιον μεμνῆσθαι ἕχοντα ἀνίστασθαι· οὐ γὰρ καλὴ ἡ σωτηρία ἄλλως ἢ κρατήσαντι. [10.16] προσφέρειν δὲ πάλιν τὸν αὐτὸν τρόπον καὶ προτεῖναι ἐντὸς τῆς ὠμοπλάτης ἧι ἡ σφαγή, καὶ ἀντερείσαντα ἔχειν ἐρρωμένως· ὁ δ᾽ ὑπὸ τοῦ μένους προ1σεισι, καὶ εἰ μὴ κωλύοιεν οἱ κνώδοντες τῆς λόγχης, ἀφίκοιτ᾽ ἂν διὰ τῆς ῥάβδου προωθῶν αὑτὸν πρὸς τὸν τὸ προβόλιον ἔχοντα. [10.17] οὕτω δὲ πολλὴ ἡ δύναμίς ἐστιν αὐτοῦ ὥστε καὶ ἂ οὐκ ἂν οἴοιτό τις πρόσεστιν αὐτῶι τεθνεῶτος γὰρ εὐθὺς ἐάν τις ἐπὶ τὸν ὀδόντα ἐπιθῆι τρίχας, συντρέχουσιν· οὕτως εἰσὶ θερμοί· ζῶντι δὲ διάπυροι, ὅταν ἐρεθίζηται· οὐ γὰρ ἂν τῶν κυνῶν ἁμαρτάνων τῆι πληγηι τοῦ σώματος ἄκρα τὰ τριχώματα περιεπίμπρη. [10.18] ὁ μὲν οὖν ἄρρην τοσαῦτα καὶ ἔτι πλείω πράγματα παρασχὼν ἁλίσκεται.
Ἐὰν δὲ θήλεια ἦι ἡ ἐμπεσοῦσα, ἐπιθέοντα παίειν φυλαττόμενον μὴ ὠσθεὶς πέσηι· παθόντα δὲ τοῦτο πατεῖσθαι ἀνάγκη καὶ δάκνεσθαι. ἑκόντα οὖν οὐ χρὴ ὑποπίπτειν· ἐὰν δ᾽ ἄκων ἔλθηι εἰς τοῦτο, διαναστάσεις γίγνονται αἱ αὐταὶ ὥσπερ ὑπὸ τοῦ ἄρρενος· ἐξαναστάντα δὲ δεῖ παίειν τῶι προβολίωι, ἕως ἂν ἀποκτείνηι.
[10.19] Ἁλίσκονται δὲ καὶ ὧδε. ἵστανται μὲν αὐτοῖς αἱ ἄρκυς ἐπὶ τὰς διαβάσεις τῶν ναπῶν εἰς τοὺς δρυμούς, τὰ ἄγκη, τὰ τραχέα, εἰσβολὰς δὲ εἰς τὰς ὀργάδας καὶ τὰ ἕλη καὶ τὰ ὕδατα. ὁ δὲ τεταγμένος ἔχων τὸ προβόλιον φυλάττει τὰς ἄρκυς. οἱ δὲ τὰς κύνας ἐπάγουσι τοὺς τόπους ζητοῦντες τοὺς καλλίστους· ἐπειδὰν δὲ εὑρεθῆι, διώκεται. [10.20] ἐὰν μὲν οὖν εἰς τὴν ἄρκυν ἐμπίπτηι, τὸν ἀρκυωρὸν ἀναλαβόντα τὸ προβόλιον προσιέναι καὶ χρῆσθαι ὡς εἴρηκα· ἐὰν δὲ μὴ ἐμπέσηι, μεταθεῖν. ἁλίσκεται δὲ καὶ ὄταν ἦι πνίγη, διωκόμενος ὑπὸ τῶν κυνῶν· τὸ γὰρ θηρίον καίπερ ὑπερβάλλον δυνάμει ἀπαγορεύει ὑπέρασθμον γιγνόμενον. [10.21] ἀποθνήισκουσι δὲ κύνες πολλαὶ ἐν τῆι τοιαύτηι θήραι καὶ αὐτοὶ οἱ κυνηγέται κινδυνεύουσιν, ὅταν γε ἐν ταῖς μεταδρομαῖς ἀπειρηκότι ἀναγκάζωνται προσιέναι ἕχοντες τὰ προβόλια ἢ ἐν ὕδατι ὄντι ἢ ἐφεστῶτι πρὸς ἀποκρήμνωι ἢ ἐκ δασέος μὴ θέλοντι ἐξιέναι· οὐ γὰρ κωλύει αὐτὸν οὔτε ἄρκυς οὔτε ἄλλο οὐδὲν φέρεσθαι ὁμόσε τῶι πλησιάζοντι· ὅμως μέντοι προσιτέον, ὅταν ἔχηι οὕτως, καὶ ἐπιδεικτέον τὴν εὐψυχίαν, δι᾽ ἣν εἵλοντο ἐκπονεῖν τὴν ἐπιθυμίαν ταύτην. [10.22] χρηστέον δὲ τῶι προβολίωι καὶ ταῖς προβολαῖς τοῦ σώματος ὡς εἴρηται· εἰ γάρ τι καὶ πάσχοι, οὐκ ἂν διά γε τὸ μὴ ὀρθῶς ποιεῖν πάσχοι.
Ἵστανται δὲ αἱ ποδοστράβαι αὐτοῖς ὥσπερ ταῖς ἐλάφοις ἐν τοῖς αὐτοῖς τόποις, καὶ ἐπισκέψεις αἱ αὐταὶ καὶ μεταδρομαὶ καὶ αἱ πρόσοδοι καὶ αἱ χρεῖαι τοῦ προβολίου.
[10.23] Τὰ δὲ νεογενῆ αὐτῶν ὅταν ἁλίσκηται, χαλεπῶς τοῦτο πάσχει· οὔτε γὰρ μονοῦται, ἕως ἂν μικρὰ ἦι, ὅταν τε αἱ κύνες εὕρωσιν ἢ προΐδηι τι, ταχὺ εἰς τὴν ὕλην ἀφανίζεται, ἕπονταί τε ἑπὶ πολὺ ἄμφω ὧν ἂν ὦσι, χαλεποὶ ὄντες τότε καὶ μᾶλλον μαχόμενοι ὑπὲρ ἐκείνων ἢ ὑπὲρ αὑτῶν.
[11.1] Λέοντες δὲ καὶ παρδάλεις, λύγκες, πάνθηρες, ἄρκτοι καὶ τἆλλα ὅσα ἐστὶ τοιαῦτα θηρία ἁλίσκεται ἐν ξέναις χώραις περὶ τὸ Πάγγαιον ὄρος καὶ τὸν Κίττον τὸν ὑπὲρ τῆς Μακεδονίας, τὰ δ᾽ ἐν τῶι Ὀλύμπωι τῶι Μυσίωι καὶ ἐν Πίνδωι, τὰ δ᾽ ἐν τῆι Νύσηι τῆι ὑπὲρ τῆς Συρίας, καὶ πρὸς τοῖς ἄλλοις ὄρεσιν ὅσα οἷά τ᾽ ἐστὶ τρέφειν τοιαῦτα. [11.2] ἁλίσκεται δὲ τὰ μὲν ἐν τοῖς ὄρεσι φαρμάκωι διὰ δυσχωρίαν ἀκονιτικῶι· παραβάλλουσι δὲ τοῦτο οἱ θηρώμενοι, συμμιγνύντες εἰς τὸ αὐτὸ ὅτωι ἂν ἕκαστον χαίρηι περὶ τὰ ὕδατα καὶ πρὸς ὅ τι ἂν ἄλλο προσίηι. [11.3] τὰ δὲ αὐτῶν καταβαίνοντα εἰς τὸ πεδίον τῆς νυκτὸς ἀποκλεισθέντα μετὰ ἵππων καὶ ὅπλων ἁλίσκεται, εἰς κίνδυνον καθιστάντα τοὺς αἱροῦντας. [11.4] ἔστι δὲ οἷς αὐτῶν καὶ ὀρύγματα ποιοῦσι περιφερῆ μεγάλα βαθέα, ἐν μέσωι λείποντες κίονα τῆς γῆς. ἐπὶ δὲ τοῦτον εἰς νύκτα ἐπέθεσαν δήσαντες αἶγα, καὶ ἔφραξαν κύκλωι τὸ ὄρυγμα ὕληι ὥστε μὴ προορᾶν, εἴσοδον οὐ λείποντες. τὰ δὲ ἀκούοντα τῆς φωνῆς ἐν τῆι νυκτὶ κύκλωι τὸν φραγμὸν περιθέουσι, καὶ ἐπειδὰν μὴ εὑρίσκηι δίοδον, ὑπερπηδᾶι καὶ ἁλίσκεται.
[12.1] Περὶ μὲν αὐτῶν τῶν πράξεων τῶν ἐν τοῖς κυνηγεσίοις εἴρηται. ὠφελήσονται δ᾽ οἱ ἐπιθυμήσαντες τούτου τοῦ ἔργου πολλά· ὑγίειάν τε γὰρ το
ῖς σώμασι παρασκευάζει καὶ ὁρᾶν καὶ ἀκούειν μᾶλλον, γηράσκειν δὲ ἧττον, τὰ δὲ πρὸς τὸν πόλεμον μάλιστα παιδεύει. [12.2] πρῶτον μὲν γὰρ τὰ ὅπλα ὅταν ἔχοντες πορεύωνται ὁδοὺς χαλεπάς, οὐκ ἀπεροῦσιν· ἀνέξονται γὰρ τοὺς πόνους διὰ τὸ εἰθίσθαι μετὰ τούτων αἱρεῖν τὰ θηρία. ἔπειτα εὐνάζεσθαί τε σκληρῶς δυνατοὶ ἔσονται καὶ φύλακες εἶναι ἀγαθοὶ τοῦ ἐπιταττομένου. [12.3] ἐν δὲ ταῖς προσόδοις ταῖς πρὸς τοὺς πολεμίους ἅμα οἷοί τε ἔσονται ἐπιέναι καὶ τὰ παραγγελλόμενα ποιεῖν διὰ τὸ οὕτω καὶ αὐτοὶ αἱρεῖν τὰς ἄγρας. τεταγμένοι δὲ ἐν τῶι πρόσθεν οὐ λείψουσι τὰς τάξεις διὰ τὸ καρτερεῖν δύνασθαι. [12.4] ἐν φυγῆι δὲ τῶν πολεμίων ὀρθῶς καὶ ἀσφαλῶς διώξονται τοὺς ἐναντίους ἐν παντὶ χωρίωι διὰ συνήθειαν. δυστυχήσαντος δὲ οἰκείου στρατοπέδου ἐν χωρίοις ὑλώδεσι καὶ ἀποκρήμνοις ἢ ἄλλως χαλεποῖς οἷοί τ᾽ ἔσονται καὶ αὐτοὶ σώιζεσθαι μὴ αἰσχρῶς καὶ ἑτέρους σώιζειν· ἡ γὰρ συνήθεια τοῦ ἔργου παρέξει αὐτοῖς πλέον τι εἰδέναι. [12.5] καὶ ἤδη τινὲς τῶν τοιούτων πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῆι αὑτῶν εὐταξίαι καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο· ἀεὶ γὰρ ἔστι τοῖς τὰ σώματα καὶ τὰς ψυχὰς εὖ ἔχουσιν ἐγγὺς εἶναι τοῦ εὐτυχῆσαι. [12.6] εἰδότες δὲ καὶ οἱ πρόγονοι ἡμῶν ὅτι ἐντεῦθεν ηὐτύχουν πρὸς τοὺς πολεμίους, ἐπιμέλειαν τῶν νέων ἐποιήσαντο· σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῆι γῆι φυομένων ἀγρεύειν· [12.7] πρὸς δὲ τούτωι μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην. ἑώρων γὰρ ὅτι τῶν νεωτέρων ἡ ἡδονὴ μόνη αὕτη πλεῖστα ἀγαθὰ παρασκευάζει. σώφρονάς τε γὰρ ποιεῖ καὶ δικαίους διὰ τὸ ἐν τῆι ἀληθείαι παιδεύεσθαι. [12.8] τά τε ἄλλα γὰρ καὶ τὰ τοῦ πολέμου διὰ τούτων εὐτυχοῦντες ἠισθάνοντο· καὶ τῶν ἄλλων εἴ τι βούλονται ἐπιτηδεύειν καλῶν οὐδενὸς ἀποστερεῖ ὥσπερ ἕτεραι κακαὶ ἡδοναί, ἃς οὐ χρὴ μανθάνειν. ἐκ τῶν τοιούτων οὖν στρατιῶταί τε ἀγαθοὶ καὶ στρατηγοὶ γίγνονται. [12.9] ὧν γὰρ οἱ πόνοι τὰ μὲν αἰσχρὰ καὶ ὑβριστικὰ ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀφαιροῦνται, ἐπιθυμίαν δ᾽ ἀρετῆς ἐνηύξησαν, οὗτοι ἄριστοι· οὐ γὰρ ἂν περιίδοιεν οὔτε τὴν πόλιν τὴν ἑαυτῶν ἀδικουμένην οὔτε τὴν χώραν πάσχουσαν κακῶς.