Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 46

by Aeschylus


  τὼς καὶ ἐγὼ φιλόδυρτος Ἰαονίοισι νόμοισι   [στρ. γ.

    70 δάπτω τὰν ἁπαλὰν

  εἱλοθερῆ παρειὰν

  ἀπειρόδακρύν τε καρδίαν.

  γοεδνὰ δ’ ἀνθεμίζομαι

  δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς

    75 Ἀερίας ἀπὸ γᾶς

  εἴ τις ἐστὶ κηδεμών.

  ἀλλά, θεοὶ γενέται, κλύετ’ εὖ τὸ δίκαιον ἰδόντες·   [ἀντ. γ.

  ἥβᾳ μὴ τέλεον

    80 δόντες ἔχειν παρ’ αἶσαν,

  ὕβριν δ’ ἐτύμως στυγοῦντες,

  πέλοιτ’ ἂν ἔνδικοι γάμοις.

  ἔστι δὲ κἀκ πολέμου τειρομένοις

  βωμὸς ἀρῆς φυγάσιν

    85 ῥῦμα, δαιμόνων σέβας.

  †εἴθ’ εἴη Διὸς εὖ παναληθῶς  [στρ. δ.

  Διὸς ἵμερος· οὐκ εὐθήρατος ἐτύχθη.

  παντᾷ τοι φλεγέθει

  κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ

    90 μερόπεσσι λαοῖς.

  πίπτει δ’ ἀσφαλὲς οὐδ’ ἐπὶ νώτῳ   [ἀντ. δ.

  κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.

  δαυλοὶ γὰρ πραπίδων

  δάσκιοί τε τείνουσιν πόροι

    95 κατιδεῖν ἄφραστοι.

  ἰάπτει δ’ ἐλπίδων  [στρ. ε.

  ἀφ’ ὑψιπύργων πανώλεις

  βροτούς, βίαν δ’ οὔτιν’ ἐξοπλίζει·

   100 πᾶν ἄπονον δαιμονίων·

  ἥμενος ὃν φρόνημά πως

  αὐτόθεν ἐξέπραξεν ἔμ-

  πας ἑδράνων ἀφ’ ἁγνῶν.

  ἰδέσθω δ’ εἰς ὕβριν  [ἀντ. ε.

   105 βρότειον, οἵα νεάζει,

  πυθμὴν δι’ ἁμὸν γάμον τεθαλὼς

  δυσπαραβούλοισι φρεσίν,

  καὶ διάνοιαν μαινόλιν

   110 κέντρον ἔχων ἄφυκτον, ἄ-

  τᾳ δ’ ἀπάταν μεταγνούς.

  τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω    [στρ. ζ.

  λιγέα βαρέα δακρυοπετῆ,

  ἰὴ ἰή,

   115 ἰηλέμοισιν ἐμπρεπῆ·

  ζῶσα γόοις με τιμῶ.

  ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν,  [ἐφυμν. α.

  καρβᾶνα δ’ αὐδὰν εὖ, γᾶ, κοννεῖς.

  πολλάκι δ’ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ

  Σιδονίᾳ καλύπτρᾳ.

  θεοῖς δ’ ἐναγέα τέλεα πελομένων καλῶς   [ἀντ. ζ.

  ἐπίδρομ’, ὁπόθι θάνατος ἀπῇ.

   125 ἰὼ ἰώ,

  ἰὼ δυσάγκριτοι πόνοι.

  ποῖ τόδε κῦμ’ ἀπάξει;

  ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν,  [ἐφυμν. α.

   130 καρβᾶνα δ’ αὐδὰν εὖ, γᾶ, κοννεῖς.

  πολλάκι δ’ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ

  Σιδονίᾳ καλύπτρᾳ.

  πλάτα μὲν οὖν  [στρ. η.

   135 λινορραφής τε δόμος ἅλα στέγων δορὸς

  ἀχείματόν μ’ ἔπεμπε σὺν

  πνοαῖς· οὐδὲ μέμφομαι·

  τελευτὰς δ’ ἐν χρόνῳ

  πατὴρ ὁ παντόπτας

   140 πρευμενεῖς κτίσειεν.

  σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς    [ἐφυμν. β.

  ἀνδρῶν, ἒ ἔ,

  ἄγαμον ἀδάματον ἐκφυγεῖν.

  θέλουσα δ’ αὖ  [ἀντ. η.

   145 θέλουσαν ἁγνά μ’ ἐπιδέτω Διὸς κόρα,

  ἔχουσα σέμν’ ἐνώπι’ ἀ-

  σφαλέα, παντὶ δὲ σθένει

  †διωγμοῖσι δ’ ἀσφαλέας

  ἀδμῆτος ἀδμήτα

   150 ῥύσιος γενέσθω.

  σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς    [ἐφυμν. β.

  ἀνδρῶν, ἒ ἔ,

  ἄγαμον ἀδάματον ἐκφυγεῖν.

  εἰ δὲ μή, μελανθὲς  [στρ. θ.

   155 ἡλιόκτυπον γένος

  τὸν γάιον,

  τὸν πολυξενώτατον,

  Ζῆνα τῶν κεκμηκότων

  ἱξόμεσθα σὺν κλάδοις

   160 ἀρτάναις θανοῦσαι,

  μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

  ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις  [ἐφυμν. γ.

  μάστειρ’ ἐκ θεῶν·

  κοννῶ δ’ ἄταν

   165 γαμετᾶν οὐρανονίκων.

  χαλεποῦ γὰρ ἐκ

  πνεύματος εἶσι χειμών.

  καὶ τότ’ οὐ δικαίοις  [ἀντ. θ.

  Ζεὺς ἐνέξεται ψόγοις,

   170 τὸν τᾶς βοὸς

  παῖδ’ ἀτιμάσας, τὸν αὐ-

  τός ποτ’ ἔκτισεν γόνῳ,

  νῦν ἔχων παλίντροπον

  ὄψιν ἐν λιταῖσιν;

   175 ὑψόθεν δ’ εὖ κλύοι καλούμενος.

  ‹ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις  [ἐφυμν. γ.

  μάστειρ’ ἐκ θεῶν·

  κοννῶ δ’ ἄταν

  γαμετᾶν οὐρανονίκων.

  χαλεποῦ γὰρ ἐκ

   175 fπνεύματος εἶσι χειμών.›

  ΔΑΝΑΟΣ

  παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ’ ἥκετε

  πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.

  καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβεῖν

  αἰνῶ φυλάξαι θ’ ἅμ’ ἔπη δελτουμένας.

  ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·

  σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·

  ὄχλον δ’ ὑπασπιστῆρα καὶ δορυσσόον

  λεύσσω, ξὺν ἵπποις καμπύλοις τ’ ὀχήμασιν·

  τάχ’ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται

   185 ὀπτῆρας εἷεν ἀγγέλων πεπυσμένοι.

  ἀλλ’ εἴτ’ ἀπήμων εἴτε καὶ τεθηγμένος

  ὠμῇ ξὺν ὀργῇ τῶνδ’ ἐπόρνυται στόλος,

  ἄμεινόν ἐστι παντὸς εἵνεκ’, ὦ κόραι,

  πάγον προσίζειν τόνδ’ ἀγωνίων θεῶν.

   190 κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος.

  ἀλλ’ ὡ
ς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς

  ἱκτηρίας, ἀγάλματ’ αἰδοίου Διός,

  σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,

  αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ’ ἔπη

   195 ξένους ἀμείβεσθ’, ὡς ἐπήλυδας πρέπει,

  τορῶς λέγουσαι τάσδ’ ἀναιμάκτους φυγάς.

  φθογγῇ δ’ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,

  τὸ μὴ μάταιον δ’ ἐκ †μετώ πω σωφρονῶν

  ἴτω προσώπων ὄμματος παρ’ ἡσύχου.

   200 καὶ μὴ πρόλεσχος μηδ’ ἐφολκὸς ἐν λόγῳ

  γένῃ· τὸ τῇδε κάρτ’ ἐπίφθονον γένος.

  μέμνησο δ’ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.

  θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

  Χο. πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.

   205 φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν

  κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι.

  Δα. ἴδοιτο δῆτα πρευμενοῦς ἀπ’ ὄμματος.

  Χο. θέλοιμ’ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.

  Δα. μή νυν σχόλαζε, μηχανῆς δ’ ἔστω κράτος.

   210 Χο. ὦ Ζεῦ, κόπων οἴκτιρε μἀπολωλότας.

  Δα. κείνου θέλοντος εὖ τελευτήσει τάδε.

  καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.

  Χο. καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους.

  Δα. ἁγνόν τ’ Ἀπόλλω, φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν.

   215 Χο. εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.

  Δα. συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.

  Χο. τίν’ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;

  Δα. ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.

  Χο. ἀλλ’ εὖ τ’ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.

   220 Δα. Ἑρμῆς ὅδ’ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.

  Χο. ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.

  Δα. πάντων δ’ ἀνάκτων τῶνδε κοινοβωμίαν

  σέβεσθ’· ἐν ἁγνῷ δ’ ἑσμὸς ὡς πελειάδων

  ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,

   225 ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

  ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

  πῶς δ’ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα

  ἁγνὸς γένοιτ’ ἄν; οὐδὲ μὴ ‘ν Ἅιδου θανὼν

  φύγῃ ματαίων αἰτίας, πράξας τάδε.

   230 κἀκεῖ δικάζει τἀμπλακήμαθ’, ὡς λόγος,

  Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.

  σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,

  ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

  ΒΑΣΙΛΕΥΣ

  ποδαπὸν ὅμιλον τόνδ’ ἀνελληνόστολον

   235 πέπλοισι βαρβάροισι κἀμπυκώμασι

  χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς

  ἐσθὴς γυναικῶν οὐδ’ ἀφ’ Ἑλλάδος τόπων.

  ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,

  ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

   240 ἔτλητ’ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.

  κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

  κεῖνται παρ’ ὑμῶν πρὸς θεοῖς ἀγωνίοις·

  μόνον τόδ’ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

  †καὶ τἄλλα πόλλ’ ἐπεικάσαι δίκαιον ἦν,

   245 εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

  Χο. εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

  ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,

  ἢ τηρὸν ἱεροῦ ῥάβδον, ἢ πόλεως ἀγόν;

  Βα. πρὸς ταῦτ’ ἀμείβου καὶ λέγ’ εὐθαρσὴς ἐμοί.

   250 τοῦ γηγενοῦς γάρ εἰμ’ ἐγὼ Παλαίχθονος

  ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.

  ἐμοῦ δ’ ἄνακτος εὐλόγως ἐπώνυμον

  γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.

  καὶ πᾶσαν αἶαν, ἧς δί’ ἁγνὸς ἔρχεται

   255 Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

  ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα,

  Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

  ὄρη τε Δωδωναῖα· συντέμνει δ’ ὅρος

  ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.

   260 αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

  πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

  Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

  ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

  τήνδ’ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

   265 τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι

  χρανθεῖσ’ ἀνῆκε γαῖα †μηνεῖται ἄκη

  δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

  τούτων ἄκη τομαῖα καὶ λυτήρια

  πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ

   270 μνήμην ποτ’ ἀντίμισθον ηὕρετ’ ἐν λιταῖς.

  ἔχουσα δ’ ἤδη τἀπ’ ἐμοῦ τεκμήρια

  γένος τ’ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

  μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

  Χο. βραχὺς τορός θ’ ὁ μῦθος· Ἀργεῖαι γένος

   275 ἐξευχόμεσθα, σπέρματ’ εὐτέκνου βοός·

  καὶ ταῦτ’ ἀληθῆ πάντα προσφύσω λόγῳ.

  Βα. ἄπιστα μυθεῖσθ’, ὦ ξέναι, κλύειν ἐμοί,

  ὅπως τόδ’ ὑμῖν ἐστιν Ἀργεῖον γένος.

  Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι

   280 γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.

  καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,

  Κύπριος χαρακτήρ τ’ ἐν γυναικείοις τύποις

  εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·

  Ἰνδάς τ’ ἀκούω
νομάδας ἱπποβάμοσιν

   285 εἶναι καμήλοις ἀστραβιζούσας χθόνα,

  παρ’ Αἰθίοψιν ἀστυγειτονουμένας.

  καὶ τὰς ἀνάνδρους κρεοβόρους [δ’] Ἀμαζόνας,

  εἰ τοξοτευχεῖς ἦτε, κάρτ’ ἂν ᾔκασα

  ὑμᾶς. διδαχθεὶς ἂν τόδ’ εἰδείην πλέον,

   290 ὅπως γένεθλον σπέρμα τ’ Ἀργεῖον τὸ σόν.

  Χο. κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ

  Ἰὼ γενέσθαι τῇδ’ ἐν Ἀργείᾳ χθονί.

  Βα. ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.

   295 Χο. μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;

  Βα. κἄκρυπτά γ’ Ἥρας ταῦτα τἀμπαλάγματ’ ἦν.

  Χο. πῶς οὖν τελευτᾷ βασιλέῳν νείκη τάδε;

  Βα. βοῦν τὴν γυναῖκ’ ἔθηκεν Ἀργεία θεός.

   300 Χο. οὔκουν πελάζει Ζεὺς ἔτ’ εὐκραίρῳ βοΐ;

  Βα. φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.

  Χο. τί δῆτα πρὸς ταῦτ’ ἄλοχος ἰσχυρὰ Διός;

  Βα. τὸν πάνθ’ ὁρῶντα φύλακ’ ἐπέστησεν βοΐ.

  Χο. ποῖον πανόπτην οἰοβουκόλον λέγεις;

   305 Βα. Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

  Χο. τί οὖν ἔτευξ’ ἔτ’ ἄλλο δυσπότμῳ βοΐ;

  Βα. βοηλάτην μύωπα κινητήριον.

  Χο. οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.

  Βα. τῇ γάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.

   310 Χο. καὶ ταῦτ’ ἔλεξας πάντα συγκόλλως ἐμοί.

  Βα. καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.

  Χο. καὶ Ζεύς γ’ ἐφάπτωρ χειρὶ φιτύει γόνον.

  Βα. τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;

   315 Χο. Ἔπαφος, ἀληθῶς ῥυσίων ἐπώνυμος.

  Βα. ‹Ἐπάφου δὲ τίς ...›

  Χο. Λιβύη, μέγιστον γῆς ... καρπουμένη.

 

‹ Prev