Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 52

by Aeschylus


  ἅλις παρὰ Σκάμανδρον ἦσθ’ ἀνάρσιος,

  νῦν δ’ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,

  ἄναξ Ἄπολλον. τούς τ’ ἀγωνίους θεοὺς

  πάντας προσαυδῶ, τόν τ’ ἐμὸν τιμάορον

   515 Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,

  ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν

  στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.

  ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,

  σεμνοί τε θᾶκοι, δαίμονές τ’ ἀντήλιοι,

   520 εἴ που πάλαι, φαιδροῖσι τοισίδ’ ὄμμασι

  δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.

  ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων

  καὶ τοῖσδ’ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.

  ἀλλ’ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,

   525 Τροίαν κατασκάψαντα τοῦ δικηφόρου

  Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.

  βωμοὶ δ’ ἄιστοι καὶ θεῶν ἱδρύματα,

  καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.

  τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον

   530 ἄναξ Ἀτρείδης πρέσβυς, εὐδαίμων ἀνήρ,

  ἥκει, τίεσθαι δ’ ἀξιώτατος βροτῶν

  τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις

  ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.

  ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην

   535 τοῦ ῥυσίου θ’ ἥμαρτε καὶ πανώλεθρον

  αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.

  διπλᾶ δ’ ἔτεισαν Πριαμίδαι θἀμάρτια.

  Χο. κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

  Κη. χαίρω, †τεθνᾶναι δ’ οὐκέτ’ ἀντερῶ θεοῖς. †

   540 Χο. ἔρως πατρῴας τῆσδε γῆς σ’ ἐγύμνασεν;

  Κη. ὥστ’ ἐνδακρύειν γ’ ὄμμασιν χαρᾶς ὕπο.

  Χο. τερπνῆς ἄρ’ ἦστε τῆσδ’ ἐπήβολοι νόσου,

  Κη. πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

  Χο. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

   545 Κη. ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

  Χο. ὡς πόλλ’ ἀμαυρᾶς ἐκ φρενός ‹μ’› ἀναστένειν.

  Κη. πόθεν τὸ δύσφρον; τοῦτ’ ἐπῆν στύγος στρατῷ;

  Χο. πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

  Κη. καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

   550 Χο. ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

  Κη. εὖ γὰρ πέπρακται. ταῦτα δ’ ἐν πολλῷ χρόνῳ

  τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,

  τὰ δ’ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν

  ἅπαντ’ ἀπήμων τὸν δι’ αἰῶνος χρόνον;

   555 μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,

  σπαρνὰς παρήξεις καὶ κακοστρώτους - τί δ’ οὐ

  στένοντες, οὐ λαχόντες ἤματος μέρος;

  τὰ δ’ αὖτε χέρσῳ· καὶ προσῆν πλέον στύγος·

  εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν,

   560 ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμωνίας

  †δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος

  ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.

  χειμῶνα δ’ εἰ λέγοι τις οἰωνοκτόνον,

  οἷον παρεῖχ’ ἄφερτον Ἰδαία χιών,

   565 ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς

  κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών -

  τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·

  παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν

  τὸ μήποτ’ αὖθις μηδ’ ἀναστῆναι μέλειν -

   570 τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,

  τὸν ζῶντα δ’ ἀλγεῖν χρὴ τύχης παλιγκότου;

  καὶ πολλὰ χαίρειν ξυμφοραῖς καταξιῶ.

  ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ

  νικᾷ τὸ κέρδος, πῆμα δ’ οὐκ ἀντιρρέπει·

   575 ὡς κομπάσαι τῷδ’ εἰκὸς ἡλίου φάει

  ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·

  ‘Τροίαν ἑλόντες δήποτ’ Ἀργείων στόλος

  θεοῖς λάφυρα ταῦτα τοῖς καθ’ Ἑλλάδα

  δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.’

   580 τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν

  καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται

  Διὸς τάδ’ ἐκπράξασα. πάντ’ ἔχεις λόγον.

  Χο. νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·

  ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὐμαθεῖν.

   585 δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν

  εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.

  Κλ. ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,

  ὅτ’ ἦλθ’ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,

  φράζων ἅλωσιν Ἰλίου τ’ ἀνάστασιν.

   590 καί τίς μ’ ἐνίπτων εἶπε, ‘φρυκτωρῶν διὰ

  πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;

  ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.’

  λόγοις τοιούτοις πλαγκτὸς οὖσ’ ἐφαινόμην.

  ὅμως δ’ ἔθυον, καὶ γυναικείῳ νόμῳ

   595 ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν

  ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις,

  θυηφάγον κοιμῶντες εὐώδη φλόγα.

  καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;

  ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.

   600 ὅπως δ’ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν

  σπεύσω πάλιν μολόντα δέξασθαι - τί γὰρ

  γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,

  ἀπὸ στρατείας ἄνδρ
α σώσαντος θεοῦ

  πύλας ἀνοῖξαι; - ταῦτ’ ἀπάγγειλον πόσει·

   605 ἥκειν ὅπως τάχιστ’ ἐράσμιον πόλει·

  γυναῖκα πιστὴν δ’ ἐν δόμοις εὕροι μολὼν

  οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα,

  ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,

  καὶ τἄλλ’ ὁμοίαν πάντα, σημαντήριον

   610 οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.

  οὐδ’ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν

  ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.

  τοιόσδ’ ὁ κόμπος, τῆς ἀληθείας γέμων,

  οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.

   615 Χο. αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι

  †τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.

  σὺ δ’ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,

  εἰ νόστιμός τε καὶ σεσῳμένος πάλιν

  ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.

   620 Κη. οὐκ ἔσθ’ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ

  ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.

  Χο. πῶς δῆτ’ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;

  σχισθέντα δ’ οὐκ εὔκρυπτα γίγνεται τάδε.

  Κη. ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,

   625 αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.

  Χο. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,

  ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;

  Κη. ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·

  μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.

   630 Χο. πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος

  φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;

  Κη. οὐκ οἶδεν οὐδεὶς ὥστ’ ἀπαγγεῖλαι τορῶς,

  πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.

  Χο. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ

   635 ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;

  Κη. εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ

  γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.

  ὅταν δ’ ἀπευκτὰ πήματ’ ἄγγελος πόλει

  στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,

   640 πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,

  πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων

  ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,

  δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·

  τοιῶνδε μέντοι πημάτων σεσαγμένον

   645 πρέπει λέγειν παιᾶνα τόνδ’ Ἐρινύων.

  σωτηρίων δὲ πραγμάτων εὐάγγελον

  ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν -

  πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων

  χειμῶν’ Ἀχαιῶν οὐκ ἀμήνιτον θεοῖς;

   650 ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,

  πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ’ ἐδειξάτην

  φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν·

  ἐν νυκτὶ δυσκύμαντα δ’ ὠρώρει κακά.

  ναῦς γὰρ πρὸς ἀλλήλῃσι Θρῄκιαι πνοαὶ

   655 ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ

  χειμῶνι τυφῶ σὺν ζάλῃ τ’ ὀμβροκτύπῳ

  ᾤχοντ’ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.

  ἐπεὶ δ’ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,

  ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς

   660 ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ’ ἐρειπίοις.

  ἡμᾶς γε μὲν δὴ ναῦν τ’ ἀκήρατον σκάφος

  ἤτοι τις ἐξέκλεψεν ἢ ‘ξῃτήσατο

  θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.

  τύχη δὲ σωτὴρ ναῦν θέλουσ’ ἐφέζετο,

   665 ὡς μήτ’ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν

  μήτ’ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.

  ἔπειτα δ’ Ἅιδην πόντιον πεφευγότες,

  λευκὸν κατ’ ἦμαρ, οὐ πεποιθότες τύχῃ,

  ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,

   670 στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.

  καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,

  λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν;

  ἡμεῖς τ’ ἐκείνους ταὔτ’ ἔχειν δοξάζομεν.

  γένοιτο δ’ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν

   675 .   .   .   .   .   .   .

  πρῶτόν τε καὶ μάλιστα προσδόκα μέλειν·

  εἰ δ’ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ

  χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διὸς

  οὔπω θέλοντος ἐξαναλῶσαι γένος,

  ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.

   680 τοσαῦτ’ ἀκούσας ἴσθι τἀληθῆ κλυών.

  Χο. τίς ποτ’ ὠνόμαξεν ὧδ’   [στρ. α.

  ἐς τὸ πᾶν ἐτητύμως -

  μή τις ὅντιν’ οὐχ ὁρῶ-

  μεν προνοί-

  αισι τοῦ πεπρωμένου

   685 γλῶσσαν ἐν τύχᾳ νέμων; - τὰν

  δορίγαμβρον ἀμφινεικῆ

  θ’ Ἑλέναν; ἐπεὶ πρεπόντως

  ἑλένας, ἕλανδρος, ἑλέ-

   690 πτολις, ἐκ τῶν ἁβροπήνων

  προκαλυμμάτων ἔπλευσε

  Ζεφύρου γίγαντος αὔρᾳ,

  πολύανδροί

  τε φεράσπιδες κυναγοὶ

   695 κατ’ ἴχνος πλατᾶν ἄφαντον

  κελσάντων Σιμόεντος

  ἀκτὰς ἐπ’ ἀεξιφύλλους

  δι’ ἔριν αἱματόεσσαν.

  Ἰλίῳ δὲ κῆδος ὀρθ-   [ἀντ. α.

   700 ώνυμον τελεσσίφρων

  μῆνις ἤλασεν, τραπέ-

  ζας ἀτί-

  μωσιν ὑστέρῳ χρόνῳ

  καὶ ξυνεστίο�
� Διὸς πρασ-

   705 σομένα τὸ νυμφότιμον

  μέλος ἐκφάτως τίοντας,

  ὑμέναιον, ὃς τότ’ ἐπέρ-

  ρεπε γαμβροῖσιν ἀείδειν.

  μεταμανθάνουσα δ’ ὕμνον

   710 Πριάμου πόλις γεραιὰ

  πολύθρηνον

  μέγα που στένει κικλήσκουσ’

  Ἄπαριν τὸν αἰνόλεκτρον,

  παμπορθῆ πολύθρηνον

   715 αἰῶν’ ἀμφὶ πολιτᾶν

  μέλεον αἷμ’ ἀνατλᾶσα.

  ἔθρεψεν δὲ λέοντος ἶ-   [στρ. β.

  νιν δόμοις ἀγάλακτον οὕ-

  τως ἀνὴρ φιλόμαστον,

   720 ἐν βιότου προτελείοις

  ἅμερον, εὐφιλόπαιδα

  καὶ γεραροῖς ἐπίχαρτον.

  πολέα δ’ ἔσκ’ ἐν ἀγκάλαις

  νεοτρόφου τέκνου δίκαν,

   725 φαιδρωπὸς ποτὶ χεῖρα σαί-

  νων τε γαστρὸς ἀνάγκαις.

  χρονισθεὶς δ’ ἀπέδειξεν ἦ-   [ἀντ. β.

  θος τὸ πρὸς τοκέων· χάριν

  γὰρ τροφεῦσιν ἀμείβων

   730 μηλοφόνοισι μάταισιν

  δαῖτ’ ἀκέλευστος ἔτευξεν,

  αἵματι δ’ οἶκος ἐφύρθη,

  ἄμαχον ἄλγος οἰκέταις,

  μέγα σίνος πολυκτόνον.

   735 ἐκ θεοῦ δ’ ἱερεύς τις ἄ-

  τας δόμοις προσεθρέφθη.

  πάραυτα δ’ ἐλθεῖν ἐς Ἰλίου πόλιν   [στρ. γ.

  λέγοιμ’ ἂν φρόνημα μὲν

   740 νηνέμου γαλάνας,

  ἀκασκαῖον ‹τ’› ἄγαλμα πλούτου,

  μαλθακὸν ὀμμάτων βέλος,

  δηξίθυμον ἔρωτος ἄνθος.

  παρακλίνασ’ ἐπέκρανεν

   745 δὲ γάμου πικρὰς τελευτάς,

  δύσεδρος καὶ δυσόμιλος

  συμένα Πριαμίδαισιν,

 

‹ Prev