Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 59

by Aeschylus


  Ορ. ὦ γαῖ’, ἄνες μοι πατέρ’ ἐποπτεῦσαι μάχην.

   490 Ηλ. ὦ Περσέφασσα, δὸς δέ γ’ εὔμορφον κράτος.

  Ορ. μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.

  Ηλ. μέμνησο δ’ ἀμφίβληστρον ὡς ἐκαίνισαν -

  Ορ. πέδαις δ’ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ -

  Ηλ. αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.

   495 Ορ. ἆρ’ ἐξεγείρῃ τοῖσδ’ ὀνείδεσιν, πάτερ;

  Ηλ. ἆρ’ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;

  Ορ. ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,

  ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,

  εἴπερ κρατηθείς γ’ ἀντινικῆσαι θέλεις.

   500 Ηλ. καὶ τῆσδ’ ἄκουσον λοισθίου βοῆς, πάτερ·

  ἰδὼν νεοσσοὺς τούσδ’ ἐφημένους τάφῳ,

  οἴκτιρε θῆλυν ἄρσενός θ’ ὁμοῦ γόον.

  Ορ. καὶ μὴ ‘ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε,

  οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών.

   505 [παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι

  θανόντι· φελλοὶ δ’ ὣς ἄγουσι δίκτυον,

  τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.]

  Ηλ. ἄκου’, ὑπὲρ σοῦ τοιάδ’ ἔστ’ ὀδύρματα,

  αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.

   510 Χο. καὶ μὴν ἀμεμφῆ τόνδ’ ἐτείνατον λόγον,

  τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.

  τὰ δ’ ἄλλ’, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,

  ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.

  Ορ. ἔσται· πυθέσθαι δ’ οὐδέν ἐστ’ ἔξω δρόμου,

   515 πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου

  μεθύστερον τιμῶσ’ ἀνήκεστον πάθος;

  θανόντι δ’ οὐ φρονοῦντι δειλαία χάρις

  ἐπέμπετ’· οὐκ ἔχοιμ’ ἂν εἰκάσαι τάδε

  τὰ δῶρα, μείω δ’ ἐστὶ τῆς ἁμαρτίας.

   520 τὰ πάντα γάρ τις ἐκχέας ἀνθ’ αἵματος

  ἑνός - μάτην ὁ μόχθος· ὧδ’ ἔχει λόγος.

  θέλοντι δ’, εἴπερ οἶσθ’, ἐμοὶ φράσον τάδε.

  Χο. οἶδ’, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ’ ὀνειράτων

  καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη

   525 χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.

  Ορ. ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ’ ὀρθῶς φράσαι;

  Χο. τεκεῖν δράκοντ’ ἔδοξεν, ὡς αὐτὴ λέγει.

  Ορ. καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

  Χο. ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.

   530 Ορ. τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

  Χο. αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι.

  Ορ. καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;

  Χο. ὥστ’ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.

  Ορ. οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.

   535 Χο. ἡ δ’ ἐξ ὕπνου κέκλαγεν ἐπτοημένη.

  πολλοὶ δ’ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,

  λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·

  πέμπει δ’ ἔπειτα τάσδε κηδείους χοάς,

  ἄκος τομαῖον ἐλπίσασα πημάτων.

   540 Ορ. ἀλλ’ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ

  τοὔνειρον εἶναι τοῦτ’ ἐμοὶ τελεσφόρον.

  κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.

  εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ

  οὕφις ἐπ’ ἀμὰ σπάργαν’ †ἠπλείζετο,

   545 καὶ μαστὸν ἀμφέχασκ’ ἐμὸν θρεπτήριον,

  θρόμβῳ τ’ ἔμειξεν αἵματος φίλον γάλα,

  ἡ δ’ ἀμφὶ τάρβει τῷδ’ ἐπῴμωξεν πάθει,

  δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,

  θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ’ ἐγὼ

   550 κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.

  Χο. τερασκόπον δὴ τῶνδέ σ’ αἱροῦμαι πέρι,

  γένοιτο δ’ οὕτως. τἄλλα δ’ ἐξηγοῦ φίλοις,

  τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.

  Ορ. ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,

   555 αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,

  ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον

  δόλῳ γε καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχῳ

  θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,

  ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.

   560 ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,

  ἥξω σὺν ἀνδρὶ τῷδ’ ἐφ’ ἑρκείους πύλας

  Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.

  ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησίδα,

  γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.

   565 καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ

  δέξαιτ’, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·

  μενοῦμεν οὕτως ὥστ’ ἐπεικάζειν τινὰ

  δόμοις παραστείχοντα καὶ τάδ’ ἐννέπειν·

  ‘τί δὴ πύλῃσι τὸν ἱκέτην ἀπείργεται

   570 Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;’

  εἰ δ’ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν

  κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,

  ἢ καὶ μολὼν ἔπειτά μ’ οἱ κατὰ στόμα

  ἐρεῖ, σάφ’ ἴσθι, καὶ κατ’ ὀφθαλμοὺς καλεῖν,

   575 πρὶν αὐτὸν εἰπεῖν ‘ποδαπὸς ὁ ξένος;’ νεκρὸν

  θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.

  φόνου δ’ Ἐρινὺς οὐχ ὑπεσπανισμένη

  ἄκρατον αἷμα πίεται τρίτην πόσιν.

  νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,

   580 ὅπως ἂν ἀρτίκολλα συμβ
αίνῃ τάδε·

  ὑμῖν δ’ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,

  σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.

  τὰ δ’ ἄλλα τούτῳ δεῦρ’ ἐποπτεῦσαι λέγω,

  ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.

   585 Χο. πολλὰ μὲν γᾶ τρέφει  [στρ. α.

  δεινὰ δειμάτων ἄχη,

  πόντιαί τ’ ἀγκάλαι κνωδάλων

  ἀνταίων βρύουσι, [πλά-

  θουσι] βλαστοῦσι καὶ πεδαίχμιοι

   590 λαμπάδες πεδάοροι,

  πτανά τε καὶ πεδοβάμονα κἀνεμόεντ’ ἂν

  αἰγίδων φράσαι κότον.

  ἀλλ’ ὑπέρτολμον ἀν-  [ἀντ. α.

   595 δρὸς φρόνημα τίς λέγοι

  καὶ γυναικῶν φρεσὶν τλημόνων

  παντόλμους ἔρωτας, ἄ-

  ταισι συννόμους βροτῶν;

  συζύγους δ’ ὁμαυλίας

   600 θηλυκρατὴς ἀπέρωτος ἔρως παρανικᾷ

  κνωδάλων τε καὶ βροτῶν.

  ἴστω δ’ ὅστις οὐχ ὑπόπτερος  [στρ. β.

  φροντίσιν †δαεὶς

  τὰν ἁ παιδολυ-

  μὰς τάλαινα Θεστιὰς

   605 μήσατο,

  πυρδαῆ τινὰ πρόνοιαν,

  καταίθουσα παιδὸς δαφοινὸν

  δαλὸν ἥλικ’, ἐπεὶ μολὼν

  ματρόθεν κελάδησε,

   610 ξύμμετρόν τε διαὶ βίου

  μοιρόκραντον ἐς ἦμαρ.

  ἄλλαν δ’ ἦν τιν’ ἐν λόγοις στυγεῖν  [ἀντ. β.

  φοινίαν Σκύλλαν,

  ἅτ’ ἐχθρῶν ὕπερ

   615 φῶτ’ ἀπώλεσεν φίλον,

  Κρητικοῖς

  χρυσεοδμήτοισιν ὅρμοις

  πιθήσασα, δώροισι Μίνω,

  Νῖσον ἀθανάτας τριχὸς

   620 νοσφίσασα προβούλως

  πνέονθ’ ἁ κυνόφρων ὕπνῳ·

  κιγχάνει δέ νιν Ἑρμῆς.

  ἐπεὶ δ’ ἐπεμνησάμην ἀμειλίχων  [στρ. γ.

  πόνων - †ἀκαίρως δὲ δυσφιλὲς γαμή-

   625 λευμ’ ἀπεύχετον δόμοις

  γυναικοβούλους τε μήτιδας φρενῶν

  ἐπ’ ἀνδρὶ τευχεσφόρῳ

  ἐπ’ ἀνδρὶ δῄοις ἐπικότω σέβας †

  τίων [δ’] ἀθέρμαντον ἑστίαν δόμων,

   630 γυναικείαν ἄτολμον αἰχμάν.

  κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον  [ἀντ. γ.

  λόγῳ· γοᾶται δὲ δημόθεν κατά-

  πτυστον· ᾔκασεν δέ τις

  τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.

   635 θεοστυγήτῳ δ’ ἄγει

  βροτῶν ἀτιμωθὲν οἴχεται γένος.

  σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.

  τί τῶνδ’ οὐκ ἐνδίκως ἀγείρω;

  τὸ δ’ ἄγχι πλευμόνων ξίφος  [στρ. δ.

   640 διανταίαν ὀξυπευκὲς οὐτᾷ,

  διαὶ Δίκας - τὸ μὴ θέμις - [γὰρ οὐ]

  λὰξ πέδοι πατουμένας,

  τὸ πᾶν Διὸς σέβας παρεκ-

   645 βάντας οὐ θεμιστῶς.

  Δίκας δ’ ἐρείδεται πυθμήν·  [ἀντ. δ.

  προχαλκεύει δ’ Αἶσα φασγανουργός·

  τέκνον δ’ ἐπεισφέρει δόμοις

  αἱμάτων παλαιτέρων

   650 τίνειν μύσος χρόνῳ κλυτὰ

  βυσσόφρων Ἐρινύς.

  Ορ. παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.

  τίς ἔνδον; ὦ παῖ, παῖ, μάλ’ αὖ, τίς ἐν δόμοις;

   655 τρίτον τόδ’ ἐκπέραμα δωμάτων καλῶ,

  εἴπερ φιλόξεν’ ἐστὶν Αἰγίσθου διαί.

  ΟΙΚΕΤΗΣ

  εἶἑν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;

  Ορ. ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,

  πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.

   660 τάχυνε δ’, ὡς καὶ νυκτὸς ἅρμ’ ἐπείγεται

  σκοτεινόν, ὥρα δ’ ἐμπόρους μεθιέναι

  ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.

  ἐξελθέτω τις δωμάτων τελεσφόρος,

  γυνὴ †τόπαρχος - ἄνδρα δ’ εὐπρεπέστερον·

   665 αἰδὼς γὰρ ἐν λέσχῃσιν οὖσ’ ἐπαργέμους

  λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ

  πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ξένοι, λέγοιτ’ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ

  ὁποῖάπερ δόμοισι τοῖσδ’ ἐπεικότα,

   670 καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία

  στρωμνή, δικαίων τ’ ὀμμάτων παρουσία.

  εἰ δ’ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,

  ἀνδρῶν τόδ’ ἐστὶν ἔργον, οἷς κοινώσομεν.

  Ορ. ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·

   675 στείχοντα δ’ αὐτόφορτον οἰκείᾳ σαγῇ

  εἰς Ἄργος, ὥσπερ δεῦρ’ ἀπεζύγην πόδας,

  ἀγνὼς πρὸς ἀγνῶτ’ εἶπε συμβαλὼν ἀνήρ,

  ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,

  Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·

   680 ‘ἐπείπερ ἄλλως, ὦ ξέν’, εἰς Ἄργος κίεις,

  πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος

  τεθνεῶτ’ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.

  εἴτ’ οὖν κομίζειν δόξα νικήσει φίλων,

  εἴτ’ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,

   685 θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.

  νῦν γὰρ λέβητος χαλκέου πλευρώματα

  σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.’

  τοσαῦτ’ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω

  τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων

   690 οὐκ οἶδα· τὸν τεκόντα δ’ εἰκὸς εἰδέναι.

  Κλ. οἲ ‘γώ, κατ’ ἄκρας εἶπας
ὡς πορθούμεθα.

  ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,

  ὡς πόλλ’ ἐπωπᾷς κἀκποδὼν εὖ κείμενα,

  τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη.

   695 φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.

  καὶ νῦν - Ὀρέστης ἦν γὰρ εὐβούλως ἔχων,

  ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα -

  νῦν δ’ ἥπερ ἐν δόμοισι †βακχίας καλῆς

  ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφει. †

   700 Ορ. ἐγὼ μὲν οὖν ξένοισιν ὧδ’ εὐδαίμοσι

  κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον

  γνωτὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ

  ξένου ξένοισίν ἐστιν εὐμενέστερον;

  πρὸς δ’ εὐσεβείας ἦν ἐμοὶ τόδ’ ἐν φρεσίν,

   705 τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,

  καταινέσαντα καὶ κατεξενωμένον.

  Κλ. οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,

  οὐδ’ ἧσσον ἂν γένοιο δώμασιν φίλος.

  ἄλλος δ’ ὁμοίως ἦλθεν ἂν τάδ’ ἀγγελῶν.

   710 ἀλλ’ ἔσθ’ ὁ καιρὸς ἡμερεύοντας ξένους

  μακρᾶς κελεύθου τυγχάνειν †τὰ πρόσφορα.

  ἄγ’ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,

  ὀπισθόπους τε τούσδε καὶ ξυνεμπόρους·

  κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.

   715 αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.

  ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων

  κοινώσομέν τε κοὐ σπανίζοντες φίλων

  βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.

  Χο. εἶἑν, φίλιαι δμωίδες οἴκων,

   720 πότε δὴ στομάτων

  δείξομεν ἰσχὺν ἐπ’ Ὀρέστῃ;

  ὦ πότνια χθὼν καὶ πότνι’ ἀκτὴ

  χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ

 

‹ Prev