Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 70

by Aeschylus


  οὐδὲν γὰρ αὐτῷ ταῦτ’ ἐπαρκέσει τὸ μὴ οὐ

  πεσεῖν ἀτίμως πτώματ’ οὐκ ἀνασχετά·

   920 τοῖον παλαιστὴν νῦν παρασκευάζεται

  ἐπ’ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·

  ὃς δὴ κεραυνοῦ κρείσσον’ εὑρήσει φλόγα,

  βροντῆς θ’ ὑπερβάλλοντα καρτερὸν κτύπον,

  θαλασσίαν τε γῆς τινάκτειραν νόσον,

   925 τρίαιναν αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.

  πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται

  ὅσον τό τ’ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.

  Χο. σύ θην ἃ χρῄζεις, ταῦτ’ ἐπιγλωσσᾷ Διός.

  Πρ. ἅπερ τελεῖται, πρὸς δ’ ἃ βούλομαι λέγω.

   930 Χο. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;

  Πρ. καὶ τῶνδέ γ’ ἕξει δυσλοφωτέρους πόνους.

  Χο. πῶς οὐχὶ ταρβεῖς τοιάδ’ ἐκρίπτων ἔπη;

  Πρ. τί δ’ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;

  Χο. ἀλλ’ ἆθλον ἄν σοι τοῦδ’ ἔτ’ ἀλγίω πόροι.

   935 Πρ. ὁ δ’ οὖν ποείτω· πάντα προσδοκητά μοι.

  Χο. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.

  Πρ. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ’ ἀεί.

  ἐμοὶ δ’ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.

  δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον

   940 ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.

  ἀλλ’ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,

  τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·

  πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.

  ΕΡΜΗΣ

  σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,

   945 τὸν ἐξαμαρτόντ’ εἰς θεοὺς ἐφημέροις

  πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·

  πατὴρ ἄνωγέ σ’ οὕστινας κομπεῖς γάμους

  αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους·

  καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,

   950 ἀλλ’ αὔθ’ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς

  ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δ’ ὅτι

  Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.

  Πρ. σεμνόστομός γε καὶ φρονήματος πλέως

  ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.

   955 νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ

  ναίειν ἀπενθῆ πέργαμ’· οὐκ ἐκ τῶνδ’ ἐγὼ

  δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;

  τρίτον δὲ τὸν νῦν κοιρανοῦντ’ ἐπόψομαι

  αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ

   960 ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;

  πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ

  κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·

  πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.

  Ερ. τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν

   965 ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.

  Πρ. τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,

  σαφῶς ἐπίστασ’, οὐκ ἂν ἀλλάξαιμ’ ἐγώ.

  Ερ. κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ

  ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον;

   970 Πρ. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.

  Ερ. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν.

  Πρ. χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ

  ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ’ ἐν τούτοις λέγω.

  Ερ. ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;

   975 Πρ. ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,

  ὅσοι παθόντες εὖ κακοῦσί μ’ ἐκδίκως.

  Ερ. κλύω σ’ ἐγὼ μεμηνότ’ οὐ σμικρὰν νόσον.

  Πρ. νοσοῖμ’ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.

  Ερ. εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.

   980 Πρ. ὤμοι.

  Ερ. ‹ὤμοι·› τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.

  Πρ. ἀλλ’ ἐκδιδάσκει πάνθ’ ὁ γηράσκων χρόνος.

  Ερ. καὶ μὴν σύ γ’ οὔπω σωφρονεῖν ἐπίστασαι.

  Πρ. σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ’ ὑπηρέτην.

  Ερ. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

   985 Πρ. καὶ μὴν ὀφείλων γ’ ἂν τίνοιμ’ αὐτῷ χάριν.

  Ερ. ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.

  Πρ. οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ’ ἀνούστερος,

  εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;

  οὐκ ἔστιν αἴκισμ’ οὐδὲ μηχάνημ’ ὅτῳ

   990 προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,

  πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.

  πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,

  λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι

  χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω·

   995 γνάμψει γὰρ οὐδὲν τῶνδέ μ’ ὥστε καὶ φράσαι

  πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.

  Ερ. ὅρα νυν εἴ σοι ταῦτ’ ἀρωγὰ φαίνεται.

  Πρ. ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.

  Ερ. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε

  1000 πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.

  Πρ. ὀχλεῖς μάτην με κῦμ’ ὅπως παρηγορῶν.

  εἰσελθέτω σε μήποθ’ ὡς ἐγὼ Διὸς

  γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,

  καὶ λιπαρήσω τὸν μέγα στυγούμενον

  1005 γυναικομίμοις ὑπτιάσμασιν χερῶν

  λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.

  Ερ. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·

&
nbsp; τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς

  ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς

  1010 πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.

  ἀτὰρ σφοδρύνῃ γ’ ἀσθενεῖ σοφίσματι.

  αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς

  αὐτὴ καθ’ αὑτὴν οὐδενὸς μεῖζον σθένει.

  σκέψαι δ’, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,

  1015 οἷός σε χειμὼν καὶ κακῶν τρικυμία

  ἔπεισ’ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδα

  φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ

  πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας

  τὸ σόν, πετραία δ’ ἀγκάλη σε βαστάσει.

  1020 μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου

  ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ σοι

  πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως

  διαρταμήσει σώματος μέγα ῥάκος,

  ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,

  1025 κελαινόβρωτον δ’ ἧπαρ ἐκθοινήσεται.

  τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,

  πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων

  φανῇ, θελήσῃ τ’ εἰς ἀναύγητον μολεῖν

  Ἅιδην κνεφαῖά τ’ ἀμφὶ Ταρτάρου βάθη.

  1030 πρὸς ταῦτα βούλευ’· ὡς ὅδ’ οὐ πεπλασμένος

  ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος·

  ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα

  τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ

  πάπταινε καὶ φρόντιζε, μηδ’ αὐθαδίαν

  1035 εὐβουλίας ἀμείνον’ ἡγήσῃ ποτέ.

  Χο. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται

  λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν

  μεθέντ’ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.

  πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

  1040 Πρ. εἰδότι τοί μοι τάσδ’ ἀγγελίας

  ὅδ’ ἐθώυξεν, πάσχειν δὲ κακῶς

  ἐχθρὸν ὑπ’ ἐχθρῶν οὐδὲν ἀεικές.

  πρὸς ταῦτ’ ἐπ’ ἐμοὶ ῥιπτέσθω μὲν

  πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ’

  1045 ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ’

  ἀγρίων ἀνέμων· χθόνα δ’ ἐκ πυθμένων

  αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,

  κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ

  συγχώσειεν τῶν οὐρανίων

  1050 ἄστρων διόδους, εἴς τε κελαινὸν

  Τάρταρον ἄρδην ῥίψειε δέμας

  τοὐμὸν ἀνάγκης στερραῖς δίναις·

  πάντως ἐμέ γ’ οὐ θανατώσει.

  Ερ. τοιάδε μέντοι τῶν φρενοπλήκτων

  1055 βουλεύματ’ ἔπη τ’ ἔστιν ἀκοῦσαι.

  τί γὰρ ἐλλείπει μὴ ‹οὐ› παραπαίειν

  ἡ τοῦδ’ εὐχή; τί χαλᾷ μανιῶν;

  ἀλλ’ οὖν ὑμεῖς γ’ αἱ πημοσύναις

  συγκάμνουσαι ταῖς τοῦδε τόπων

  1060 μετά ποι χωρεῖτ’ ἐκ τῶνδε θοῶς,

  μὴ φρένας ὑμῶν ἠλιθιώσῃ

  βροντῆς μύκημ’ ἀτέραμνον.

  Χο. ἄλλο τι φώνει καὶ παραμυθοῦ μ’

  ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που

  1065 τοῦτό γε τλητὸν παρέσυρας ἔπος.

  πῶς με κελεύεις κακότητ’ ἀσκεῖν;

  μετὰ τοῦδ’ ὅ τι χρὴ πάσχειν ἐθέλω·

  τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,

  κοὐκ ἔστι νόσος

  1070 τῆσδ’ ἥντιν’ ἀπέπτυσα μᾶλλον.

  Ερ. ἀλλ’ οὖν μέμνησθ’ ἁγὼ προλέγω,

  μηδὲ πρὸς ἄτης θηραθεῖσαι

  μέμψησθε τύχην, μηδέ ποτ’ εἴπηθ’

  ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον

  1075 πῆμ’ εἰσέβαλεν· μὴ δῆτ’, αὐταὶ δ’

  ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ

  κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως

  εἰς ἀπέρατον δίκτυον ἄτης

  ἐμπλεχθήσεσθ’ ὑπ’ ἀνοίας.

  1080 Πρ. καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ

  χθὼν σεσάλευται.

  βρυχία δ’ ἠχὼ παραμυκᾶται

  βροντῆς, ἕλικες δ’ ἐκλάμπουσι

  στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν

  1085 εἱλίσσουσιν· σκιρτᾷ δ’ ἀνέμων

  πνεύματα πάντων εἰς ἄλληλα

  στάσιν ἀντίπνουν [ἀποδεικνύμενα]·

  ξυντετάρακται δ’ αἰθὴρ πόντῳ.

  τοιάδ’ ἐπ’ ἐμοὶ ῥιπὴ Διόθεν

  1090 τεύχουσα φόβον στείχει φανερῶς.

  ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων

  αἰθὴρ κοινὸν φάος εἱλίσσων,

  ἐσορᾷς ὡς ἔκδικα πάσχω.

  FRAGMENTS

  CONTENTS

  ΑΘΑΜΑΣ

  ΑΙΓΥΠΤΙΟΙ

  ΑΙΤΝ(ΑΙ)ΑΙ

  ΑΛΚΜΗΝΗ

  ΑΜΥΜΩΝΗ ΣΑΤΥΡΙΚΗ

  ΑΡΓΕΙΟΙ

  ΑΡΓΩ

  ΒΑΚΧΑΙ

  ΒΑΣΣΑΡΑΙ vel ΒΑΣΣΑΡΙΔΕΣ

  ΓΛΑΥΚΟΙ

  ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ

  ΓΛΑΥΚΟΣ ΠΟΤΝΙΕΥΣ

  ΔΑΝΑΙΔΕΣ

  ΕΛΕΥΣΙΝΙΟΙ

  ΕΠΙΓΟΝΟΙ

  ΗΔΩΝΟΙ

  ΗΛΙΑΔΕΣ

  ΗΡΑΚΛΕΙΔΑΙ

  ΘΑΛΑΜΟΠΟΙΟΙ

  ΘΡΗΙΣΣΑΙ

  ΙΕΡΕΙΑΙ

  ΙΞΙΩΝ

  ΙΦΙΓΕΝΕΙΑ

  ΚΑΒΕΙΡΟΙ

  ΚΑΛΛΙΣΤΩ

  ΚΑΡΕΣ Η ΕΥΡΩΠΗ

  ΚΕΡΚΥΩΝ ΣΑΤΥΡΙΚΟΣ

  ΚΗΡΥΚΕΣ ΣΑΤΥΡΟΙ

  ΚΙΡΚΗ ΣΑΤΥΡΙΚΗ

  ΚΡΗΣΣΑΙ

  ΛΑΙΟΣ

  ΛΕΩΝ ΣΑΤΥΡΙΚΟΣ

  ΛΥΚΟΥΡΓΟΣ ΣΑΤΥΡΙΚΟΣ

  ΜΕΜΝΩΝ

  ΜΥΡΜΙΔΟΝΕΣ

  ΜΥΣΟΙ

  ΝΕΑΝΙΣΚΟΙ

  ΝΗΡΕΙΔΕΣ

  ΝΙΟΒΗ

  ΞΑΝΤΡΙΑΙ

  ΟΠΛΩΝ ΚΡΙΣΙΣ


  ΟΣΤΟΛΟΓΟΙ

  ΠΑΛΑΜΗΔΗΣ

  ΠΕΝΘΕΥΣ

  ΠΕΡΡΑΙΒΙΔΕΣ

  ΠΗΝΕΛΟΠΗ

  ΠΡΟΜΗΘΗΣ

  ΠΡΟΜΗΘΕΥΣ ΛΥΟΜΕΝΟΣ

  ΠΡΟΜΗΘΕΥΣ ΠΥΡΚΑΕΥΣ

  ΠΡΟΜΗΘΕΥΣ ΠΥΡΦΟΡΟΣ

  ΠΡΟΠΟΜΠΟΙ

  ΠΡΩΤΕΥΣ ΣΑΤΥΡΙΚΟΣ

  ΣΑΛΑΜΙΝΙΑΙ

  ΣΕΜΕΛΗ Η ΥΔΡΟΦΟΡΟΙ

  ΣΙΣΥΦΟΣ ΔΡΑΠΕΤΗΣ et ΠΕΤΡΟΚΥΛΙΣΤΗΣ

  ΣΦΙΓΞ ΣΑΤΥΡΙΚΗ

  ΤΗΛΕΦΟΣ

  ΤΟΞΟΤΙΔΕΣ

  ΤΡΟΦΟΙ

  ΥΨΙΠΥΛΗ

  ΦΙΛΟΚΤΗΤΗΣ

  ΦΙΝΕΥΣ

  ΦΟΡΚΙΔΕΣ

  ΦΡΥΓΕΣ Η ΕΚΤΟΡΟΣ ΛΥΤΡΑ

  ΨΥΧΑΓΩΓΟΙ

  ΨΥΧΟΣΤΑΣΙΑ

  ΩΡΕΙΘΥΙΑ

  ΑΘΑΜΑΣ

  fr. 1

  τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος () λέβης

  αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν

  fr. 2

  χαλκέοισιν ἐξαυστῆρες χειρούμενοι()

  fr. 2 a

  τρίπουν λέβητα

  fr. 3

  ἀήτους (=μεγάλας)

  fr. 4

  ἀπαρτί

  fr. 4 a

  κ.̣ρανος ()

  ΑΙΓΥΠΤΙΟΙ

  fr. 5

  Ζαγρεύς (=Πλούτων)

  ΑΙΤΝ(ΑΙ)ΑΙ

  fr. 6

  A. τί δῆτ’ ἐπ’ αὐτοῖς ὄνομα θήσονται βροτοί;

  B. σεμνοὺς Παλικοὺς Ζεὺς ἐφίεται καλεῖν.

  A. ἦ καὶ Παλικῶν εὐλόγως μένει φάτις;

  B. πάλιν γὰρ ἵκουσ’ ἐκ σκότου τόδ’ εἰς φάος.

  fr. 8

  πολυηλάκατοι (sc. fluvii)

  fr. 9

  αἱμοί

  fr. 10

  κρείσσονες (i.e. οἱ θεοί)

  ΑΛΚΜΗΝΗ

  fr. 12

  ἀποστάς (=φυγών)

  ΑΜΥΜΩΝΗ ΣΑΤΥΡΙΚΗ

  fr. 13

  σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δ’ ἐμοί

 

‹ Prev