Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 39
Delphi Complete Works of Sophocles Page 39

by Sophocles


  ἡμεῖς θ’ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.

  Ἆρ’ ἔστι ταῦτα δὶς τόσ’ ἐξ ἁπλῶν κακά;

  ΧΟ. Ξύμφημι δή σοι καὶ δέδοικα μὴ ‘κ θεοῦ

  πληγή τις ἥκῃ. Πῶς γάρ, εἰ πεπαυμένος

   280 μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;

  ΤΕ. Ὡς ὧδ’ ἐχόντων τῶνδ’ ἐπίστασθαί σε χρή.

  ΧΟ. Τίς γάρ ποτ’ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;

  δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.

  ΤΕ. Ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν.

   285 Κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ’ ἕσπεροι

  λαμπτῆρες οὐκέτ’ ᾖθον, ἄμφηκες λαβὼν

  ἐμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς.

  Κἀγὼ ‘πιπλήσσω καὶ λέγω· “Τί χρῆμα δρᾷς,

  Αἴας; τί τήνδ’ ἄκλητος οὔθ’ ὑπ’ ἀγγέλων

   290 κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε του κλύων

  σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.”

  Ὁ δ’ εἶπε πρός με βαί’, ἀεὶ δ’ ὑμνούμενα·

  “Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.”

  Κἀγὼ μαθοῦσ’ ἔληξ’, ὁ δ’ ἐσσύθη μόνος·

   295 καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·

  ἔσω δ’ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ

  ταύρους, κύνας βοτῆρας, εὔκερών τ’ ἄγραν.

  Καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ ἄνω τρέπων

  ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους

   300 ᾐκίζεθ’ ὥστε φῶτας ἐν ποίμναις πίτνων.

  Τέλος δ’ ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι

  λόγους ἀνέσπα τοὺς μὲν Ἀτρειδῶν κάτα,

  τοὺς δ’ ἀμφ’ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,

  ὅσην κατ’ αὐτῶν ὕβριν ἐκτείσαιτ’ ἰών·

   305 κἄπειτ’ ἀπᾴξας αὖθις ἐς δόμους πάλιν

  ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται.

  Καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,

  παίσας κάρα θώϋξεν· ἐν δ’ ἐρειπίοις

  νεκρῶν ἐρειφθεὶς ἕζετ’ ἀρνείου φόνου,

   310 κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

  Καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·

  ἔπειτ’ ἐμοὶ τὰ δείν’ ἐπηπείλησ’ ἔπη,

  εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,

  κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε.

   315 Κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον

  ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.

  Ὁ δ’ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,

  ἃς οὔποτ’ αὐτοῦ πρόσθεν εἰσήκουσ’ ἐγώ·

  πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους

   320 τοιούσδ’ ἀεί ποτ’ ἀνδρὸς ἐξηγεῖτ’ ἔχειν·

  ἀλλ’ ἀψόφητος ὀξέων κωκυμάτων

  ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.

  Νῦν δ’ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ

  ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς

   325 σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·

  καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν·

  τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

  Ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην,

  ἀρήξατ’ εἰσελθόντες, εἰ δύνασθέ τι·

   330 φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

  ΧΟ. Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις

  ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

  ΑΙ. Ἰώ μοί μοι.

  ΤΕ. Τάχ’, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε

   335 Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;

  ΑΙ. Ἰώ μοί μοι.

  ΧΟ. Ἁνὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι

  νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.

  ΑΙ. Ἰὼ παῖ παῖ.

   340 ΤΕ. Ὤιμοι τάλαιν’· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

  Τί ποτε μενοινᾷ; ποῦ ποτ’ εἶ; τάλαιν’ ἐγώ.

  ΑΙ. Τεῦκρον καλῶ· ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ

  λεηλατήσει χρόνον; ἐγὼ δ’ ἀπόλλυμαι.

  ΧΟ. Ἁνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε·

   345 τάχ’ ἄν τιν’ αἰδῶ κἀπ’ ἐμοὶ βλέψας λάβοι.

  ΤΕ. Ἰδού, διοίγω· προσβλέπειν δ’ ἔξεστί σοι

  τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

  ΑΙ. Ἰὼ φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,    Str. 1 .

   350 μόνοι ‹ἔ›τ’ ἐμμένοντες ὀρθῷ νόμῳ,

  ἴδεσθέ μ’ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης

  ἀμφίδρομον κυκλεῖται.

  ΧΟ. Οἴμ’ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν·

   355 δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.

  ΑΙ. Ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας,    Ant. 1 .

  ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,

  σέ τοι, σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ’·

  ἀλλά με συνδάϊξον.

  ΧΟ. Εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

  ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

  ΑΙ. Ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,    Str. 2 .

   365 τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,

  ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;

  Οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

  ΤΕ. Μή, δέσποτ’ Αἴας, λίσσομαί σ’, αὔδα τάδε.

  ΑΙ. Οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμῇ πόδα;

   370 Αἰαῖ αἰαῖ.

  ΤΕ. Ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.

  ΑΙ. Ὢ δύσμορος, ὃς χερὶ μὲν

  μεθῆκα τοὺς ἀλάστορας,

  ἐν δ’ ἑλίκεσσι βουσὶ καὶ

   375 κλυ�
�οῖς πεσὼν αἰπολίοις

  ἐρεμνὸν αἷμ’ ἔδευσα.

  ΧΟ. Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις;

  Οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν.

  ΑΙ. Ἰὼ πάνθ’ ὁρῶν, ἁπάντων τ’ ἀεὶ    Ant. 2 .

   380 κακῶν ὄργανον, τέκνον Λαρτίου,

  κακοπινέστατόν τ’ ἄλημα στρατοῦ,

  ἦ που πολὺν γέλωθ’ ὑφ’ ἡδονῆς ἄγεις.

  ΧΟ. Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

  ΑΙ. Ἴδοιμι ‹μήν› νιν, καίπερ ὧδ’ ἀτώμενος.

   385 Ἰώ μοί μοι.

  ΧΟ. Μηδὲν μέγ’ εἴπῃς· οὐχ ὁρᾷς ἵν’ εἶ κακοῦ;

  ΑΙ. Ὦ Ζεῦ, προγόνων προπάτωρ,

  πῶς ἂν τὸν αἱμυλώτατον,

  ἐχθρὸν ἄλημα, τούς τε δισ-

   390 σάρχας ὀλέσσας βασιλῆς,

  τέλος θάνοιμι καὐτός;

  ΤΕ. Ὅταν κατεύχῃ ταῦθ’, ὁμοῦ κἀμοὶ θανεῖν

  εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;

  ΑΙ. Ἰὼ

  σκότος, ἐμὸν φάος,    Str. 3 .

   395 ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,

  ἕλεσθ’ ἕλεσθέ μ’ οἰκήτορα,

  ἕλεσθέ μ’· οὔτε γὰρ θεῶν γένος

  οὔθ’ ἁμερίων ἔτ’ ἄξιος

   400 βλέπειν τιν’ εἰς ὄνασιν ἀνθρώπων.

  Ἀλλά μ’ ἁ Διός ‹μ’› ἀλκίμα θεὸς

  ὀλέθριον αἰκίζει.

  Ποῖ τις οὖν φύγῃ; ποῖ μολὼν μενῶ

   405 εἰ τὰ μὲν φθίνει, φίλοι τοῖσ‹ιν› ὁμοῦ

  πέλας, μώραις δ’ ἄγραις προσκείμεθα;

  πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

  χειρὶ φονεύοι.

   410 ΤΕ. Ὢ δυστάλαινα, τοιάδ’ ἄνδρα χρήσιμον

  φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ’ ἄν.

  ΑΙ. ‹Ἰ›ὼ

  πόροι ἁλίρροθοι    Ant. 3 .

  πάραλά τ’ ἄντρα καὶ νέμος ἐπάκτιον,

  πολὺν πολύν με δαρόν τε δὴ

   415 κατείχετ’ ἀμφὶ Τροίαν χρόνον·

  ἀλλ’ οὐκέτι μ’, οὐκέτ’ ἀμπνοὰς

  ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.

  Ὦ Σκαμάνδριοι γείτονες ῥοαί,

   420 εὔφρονες Ἀργείοις,

  οὐκέτ’ ἄνδρα μὴ τόνδ’ ἴδητ’, ἔπος

  ἐξερέω μέγ’, οἷον οὔ τινα Τροία

   425 στρατοῦ δέρχθη χθονὸς μολόντ’ ἀπὸ

  Ἑλλανίδος· τανῦν δ’ ἄτιμος

  ὧδε πρόκειται.

  ΧΟ. Οὔτοι σ’ ἀπείργειν, οὐδ’ ὅπως ἐῶ λέγειν

  ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

   430 ΑΙ. Αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον

  τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;

  νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ

  καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·

  ὅτου πατὴρ μὲν τῆσδ’ ἀπ’ Ἰδαίας χθονὸς

   435 τὰ πρῶτα καλλιστεῖ’ ἀριστεύσας στρατοῦ

  πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·

  ἐγὼ δ’ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον

  Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,

  οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,

   440 ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι.

  Καίτοι τοσοῦτόν γ’ ἐξεπίστασθαι δοκῶ·

  εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

  κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,

  οὐκ ἄν τις αὔτ’ ἔμαρψεν ἄλλος ἀντ’ ἐμοῦ.

   445 Νῦν δ’ αὔτ’ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας

  ἔπραξαν, ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη·

  κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι

  γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε

  δίκην κατ’ ἄλλου φωτὸς ὧδ’ ἐψήφισαν.

   450 Νῦν δ’ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ

  ἤδη μ’ ἐπ’ αὐτοῖς χεῖρ’ ἐπευθύνοντ’ ἐμὴν

  ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,

  ὥστ’ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·

  κεῖνοι δ’ ἐπεγγελῶσιν ἐκπεφευγότες,

   455 ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν

  βλάπτοι, φύγοι γ’ ἂν χὠ κακὸς τὸν κρείσσονα.

  Καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς

  ἐχθαίρομαι, μισεῖ δέ μ’ Ἑλλήνων στρατός,

  ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.

   460 Πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας

  μόνους τ’ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;

  Καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς

  Τελαμῶνι; πῶς με τλήσεταί ποτ’ εἰσιδεῖν

  γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

   465 ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;

  Οὐκ ἔστι τοὔργον τλητόν. Ἀλλὰ δῆτ’ ἰὼν

  πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις

  καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;

  Ἀλλ’ ὧδέ γ’ Ἀτρείδας ἂν εὐφράναιμί που.

   470 Οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα

  τοιάδ’ ἀφ’ ἧς γέροντι δηλώσω πατρὶ

  μή τοι φύσιν γ’ ἄσπλαγχνος ἐκ κείνου γεγώς.

  Αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,

  κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.

   475 Τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει

  προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;

  Οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν

  ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·

  ἀλλ’ ἢ καλῶς ζῆν
ἢ καλῶς τεθνηκέναι

   480 τὸν εὐγενῆ χρή. Πάντ’ ἀκήκοας λόγον.

  ΧΟ. Οὐδεὶς ἐρεῖ ποθ’ ὡς ὑπόβλητον λόγον,

  Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.

  Παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις

  γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.

   485 ΤΕ. Ὦ δέσποτ’ Αἴας, τῆς ἀναγκαίας τύχης

  οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.

  Ἐγὼ δ’ ἐλευθέρου μὲν ἐξέφυν πατρός,

  εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·

  νῦν δ’ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ’ ἔδοξέ που

   490 καὶ σῇ μάλιστα χειρί. Τοιγαροῦν, ἐπεὶ

  τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά·

  καί σ’ ἀντιάζω πρός τ’ ἐφεστίου Διὸς

  εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,

  μή μ’ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν

   495 τῶν σῶν ὑπ’ ἐχθρῶν, χειρίαν ἐφείς τινι.

  Ἧι γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,

  ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ’ ἡμέρᾳ

  βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο

  ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.

   500 Καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ

  λόγοις ἰάπτων· “Ἴδετε τὴν ὁμευνέτιν

  Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,

  οἵας λατρείας ἀνθ’ ὅσου ζήλου τρέφει”.

 

‹ Prev