by Sophocles
Τοιαῦτ’ ἐρεῖ τις, κἀμὲ μὲν δαίμων ἐλᾷ,
505 σοὶ δ’ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
Ἀλλ’ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
510 οἴκτιρε δ’, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
ὑπ’ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
κείνῳ τε κἀμοὶ τοῦθ’, ὅταν θάνῃς, νεμεῖς.
Ἐμοὶ γὰρ οὐκέτ’ ἔστιν εἰς ὅ τι βλέπω
515 πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ’ ᾔστωσας δορί·
καὶ μητέρ’ ἄλλη μοῖρα τὸν φύσαντά τε
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας·
τίς δῆτ’ ἐμοὶ γένοιτ’ ἂν ἀντὶ σοῦ πατρίς;
τίς πλοῦτος; ἐν σοὶ πᾶσ’ ἔγωγε σῴζομαι.
520 Ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθῃ·
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ’ ἀεί·
ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
οὐκ ἂν λέγοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.
525 ΧΟ. Αἴας, ἔχειν σ’ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
θέλοιμ’ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ’ ἔπη.
ΑΙ. Καὶ κάρτ’ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
ΤΕ. Ἀλλ’ ὦ φίλ’ Αἴας, πάντ’ ἔγωγε πείσομαι.
530 ΑΙ. Κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
ΤΕ. Καὶ μὴν φόβοισί γ’ αὐτὸν ἐξελυσάμην.
ΑΙ. Ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
ΤΕ. Μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
ΑΙ. Πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
535 ΤΕ. Ἀλλ’ οὖν ἐγὼ ‘φύλαξα τοῦτό γ’ ἀρκέσαι.
ΑΙ. Ἐπῄνεσ’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
ΤΕ. Τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφελοῖμί σε;
ΑΙ. Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ’ ἰδεῖν.
ΤΕ. Καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
540 ΑΙ. Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
ΤΕ. Ὦ παῖ, πατὴρ καλεῖ σε. Δεῦρο προσπόλων
ἄγ’ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
ΑΙ. Ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγων;
ΤΕ. Καὶ δὴ κομίζει προσπόλων ὅδ’ ἐγγύθεν.
545 ΑΙ. Αἶρ’ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὔ,
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
εἴπερ δικαίως ἔστ’ ἐμὸς τὰ πατρόθεν.
Ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
550 Ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
τὰ δ’ ἄλλ’ ὅμοιος, καὶ γένοι’ ἂν οὐ κακός.
Καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
ὁθούνεκ’ οὐδὲν τῶνδ’ ἐπαισθάνῃ κακῶν·
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
555 ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
Ὅταν δ’ ἵκῃ πρὸς τοῦτο, δεῖ σ’ ὅπως πατρὸς
δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου ‘τράφης.
Τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
560 Οὔτοι σ’ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ’ ἐμοῦ·
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ
λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
565 Ἀλλ’, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν,
κείνῳ τ’ ἐμὴν ἀγγείλατ’ ἐντολήν, ὅπως
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ’, Ἐριβοίᾳ λέγω,
570 ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεὶ
μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.
Καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινὲς
θήσουσ’ Ἀχαιοῖς, μήθ’ ὁ λυμεὼν ἐμός.
Ἀλλ’ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
575 Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος·
τὰ δ’ ἄλλα τεύχη κοίν’ ἐμοὶ τεθάψεται.
Ἀλλ’ ὡς τάχος τὸν παῖδα τόνδ’ ἤδη δέχου,
καὶ δῶμα πάκτου, μηδ’ ἐπισκήνους γόους
580 δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
Πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
ΧΟ. Δέδοικ’ ἀκούων τήνδε τὴν προθυμίαν·
οὐ γάρ μ’ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
585 ΤΕ. Ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείεις φρενί;
ΑΙ. Μὴ κρῖνε, μὴ ‘ξέταζε· σωφρονεῖν καλόν.
ΤΕ. Οἴμ’ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
καὶ θεῶν ἱκνοῦμαι μὴ προδοὺς ἡμᾶς γένῃ.
ΑΙ. Ἄγαν γε λυπεῖς. Οὐ κάτοισθ’ ἐγὼ θεοῖς
590 ὡς οὐδὲν ἀρκεῖν εἰμ’ ὀφειλέτης ἔτι;
ΤΕ. Εὔφημα φώνει.
ΑΙ. Τοῖς ἀκούουσιν λέγε.
ΤΕ. Σὺ δ’ οὐχὶ πείσῃ;
ΑΙ. Πόλλ’ ἄγαν ἤδη θροεῖς.<
br />
ΤΕ. Ταρβῶ γάρ, ὦναξ.
ΑΙ. Οὐ ξυνέρξεθ’ ὡς τάχος;
ΤΕ. Πρὸς θεῶν, μαλάσσου.
ΑΙ. Μῶρά μοι δοκεῖς φρονεῖν,
595 εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
ΧΟ. Ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που Str. 1 .
ναίεις ἁλίπλακτος εὐδαίμων,
πᾶσιν περίφαντος αἰεί.
600 ἐγὼ δ’ ὁ τλάμων παλαιὸς ἀφ’ οὗ χρόνος
Ἰδαῖα μίμνων λειμώνι’ ἔπαυλα μηνῶν
ἀνήριθμος αἰὲν εὐνῶμαι
605 χρόνῳ τρυχόμενος, κακὰν ἐλπίδ’ ἔχων
ἔτι μέ ποτ’ ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
Καί μοι δυσθεράπευτος Αἴας Ant. 1 .
610 ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
θείᾳ μανίᾳ ξύναυλος
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
κρατοῦντ’ ἐν Ἄρει· νῦν δ’ αὖ φρενὸς οἰοβώτας
615 φίλοις μέγα πένθος ηὕρηται.
Τὰ πρὶν δ’ ἔργα χεροῖν μεγίστας ἀρετᾶς
ἄφιλα παρ’ ἀφίλοις ἔπεσ’ ἔπεσε μελέοις Ἀτρείδαις.
620
Ἦ που παλαιᾷ μὲν ἔντροφος ἁμέρᾳ, Str. 2 .
625 λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
φρενομόρως ἀκούσῃ,
αἴλινον αἴλινον
οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
630 ἥσει δύσμορος, ἀλλ’ ὀξυτόνους μὲν ᾠδὰς
θρηνήσει, χερόπλακτοι δ’ ἐν στέρνοισι πεσοῦνται
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
635 Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν, Ant. 2 .
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
πολυπόνων Ἀχαιῶν,
οὐκέτι συντρόφοις
640 ὀργαῖς ἔμπεδος, ἀλλ’ ἐκτὸς ὁμιλεῖ.
Ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν
645 δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
ΑΙ. Ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος
φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται·
κοὐκ ἔστ’ ἄελπτον οὐδέν, ἀλλ’ ἁλίσκεται
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
650 Κἀγὼ γάρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε,
βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
χήραν παρ’ ἐχθροῖς παῖδά τ’ ὀρφανὸν λιπεῖν.
Ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
655 λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
μολών τε χῶρον ἔνθ’ ἂν ἀστιβῆ κίχω,
κρύψω τόδ’ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
660 ἀλλ’ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
Ἐγὼ γάρ, ἐξ οὗ χειρὶ τοῦτ’ ἐδεξάμην
παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου,
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα·
ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία·
665 ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
Τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
εἴκειν, μαθησόμεσθα δ’ Ἀτρείδας σέβειν.
Ἄρχοντές εἰσιν, ὥσθ’ ὑπεικτέον· τί μή;
Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
670 τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
δεινῶν τ’ ἄημα πνευμάτων ἐκοίμισε
675 στένοντα πόντον· ἐν δ’ ὁ παγκρατὴς ὕπνος
λύει πεδήσας, οὐδ’ ἀεὶ λαβὼν ἔχει·
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
Ἐγὼ δ’, ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθαρτέος,
680 ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
τοσαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
βροτῶν ἄπιστός ἐσθ’ ἑταιρείας λιμήν.
Ἀλλ’ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει. Σὺ δὲ
685 ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
Ὑμεῖς θ’, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
τιμᾶτε, Τεύκρῳ τ’, ἢν μόλῃ, σημήνατε
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ’ ὑμῖν ἅμα.
690 Ἐγὼ γὰρ εἶμ’ ἐκεῖσ’ ὅποι πορευτέον·
ὑμεῖς δ’ ἃ φράζω δρᾶτε, καὶ τάχ’ ἄν μ’ ἴσως
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
ΧΟ. Ἔφριξ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτάμαν. Str.
Ἰὼ ἰώ, Πὰν Πάν,
695 ὦ Πάν, Πὰν ἁλίπλαγκτε, Κυλ-
λανίας χιονοκτύπου
πετραίας ἀπὸ δειράδος φάνηθ’, ὤ,
θεῶν χοροποί’, ἄναξ, ὅπως μοι
Νύσια Κνώσι’ ὀρ-
700 χήματ’ αὐτοδαῆ ξυνὼν ἰάψῃς.
Νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ’ ὑπὲρ πελαγέων μο-
λὼν ἄναξ Ἀπόλλων
ὁ Δάλιος εὔγνωστος
705 ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
Ἔλυσεν αἰνὸν ἄχος ἀπ’ ὀμμάτων Ἄρησ. Ant.
Ἰὼ ἰώ. Νῦν αὖ,
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐ-
ά�
�ερον πελάσαι φάος
710 θοᾶν ὠκυάλων νεῶν, ὅτ’ Αἴας
λαθίπονος πάλιν, θεῶν δ’ αὖ
πάνθυτα θέσμι’ ἐξ-
ήνυσ’ εὐνομίᾳ σέβων μεγίστᾳ.
Πάνθ’ ὁ μέγας χρόνος μαραίνει
κοὐδὲν ἀναύδατον φατίσαιμ’ ἄν,
715 εὖτέ γ’ ἐξ ἀέλπτων
Αἴας μετανεγνώσθη
θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.
ΑΓΓΕΛΟΣ
Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
720 Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
Στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
μαθόντες ἀμφέστησαν, εἶτ’ ὀνείδεσιν
725 ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ’ ὃς οὔ,
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
Ὥστ’ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
730 κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
Λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
Ἀλλ’ ἡμὶν Αἴας ποῦ ‘στιν, ὡς φράσω τάδε;
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
735 ΧΟ. Οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας