Delphi Complete Works of Sophocles
Page 41
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
ΑΓ. Ἰοὺ ἰού·
βραδεῖαν ἡμᾶς ἆρ’ ὁ τήνδε τὴν ὁδὸν
πέμπων ἔπεμψεν, ἢ ‘φάνην ἐγὼ βραδύς.
740 ΧΟ. Τί δ’ ἐστὶ χρείας τῆσδ’ ὑπεσπανισμένον;
ΑΓ. Τὸν ἄνδρ’ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
μὴ ‘ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
ΧΟ. Ἀλλ’ οἴχεταί τοι πρὸς τὸ κέρδιστον τραπεὶς
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
745 ΑΓ. Ταῦτ’ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
ΧΟ. Ποῖον; τί δ’ εἰδὼς τοῦδε πράγματος πέρι -
ΑΓ. Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον·
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
750 Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ
εἶρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ’ ὑπὸ σκηναῖσι μηδ’ ἀφέντ’ ἐᾶν,
755 εἰ ζῶντ’ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ·
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760 ἔφασχ’ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
βλαστὼν ἔπειτα μὴ κατ’ ἄνθρωπον φρονῇ.
Κεῖνος δ’ ἀπ’ οἴκων εὐθὺς ἐξορμώμενος
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
Ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· “Τέκνον, δορὶ
765 βούλου κρατεῖν μέν, σὺν θεῷ δ’ ἀεὶ κρατεῖν”·
ὁ δ’ ὑψικόμπως κἀφρόνως ἠμείψατο·
“Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος”.
770 Τοσόνδ’ ἐκόμπει μῦθον. Εἶτα δεύτερον
δίας Ἀθάνας, ἡνίκ’ ὀτρύνουσά νιν
ηὐδᾶτ’ ἐπ’ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
τότ’ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ’ ἔπος·
“Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
775 ἵστω, καθ’ ἡμᾶς δ’ οὔποτ’ ἐκρήξει μάχη”.
Τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
ἐκτήσατ’ ὀργήν, οὐ κατ’ ἄνθρωπον φρονῶν.
Ἀλλ’ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ’ ἂν
γενοίμεθ’ αὐτοῦ σὺν θεῷ σωτήριοι.
780 Τοσαῦθ’ ὁ μάντις εἶφ’· ὁ δ’ εὐθὺς ἐξ ἕδρας
πέμπει με σοὶ φέροντα τάσδ’ ἐπιστολὰς
Τεῦκρος φυλάσσειν. Εἰ δ’ ἀπεστερήμεθα,
οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
ΧΟ. Ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
785 ὅρα μολοῦσα τόνδ’ ὁποῖ’ ἔπη θροεῖ·
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο, μὴ χαίρειν τινά.
ΤΕ. Τί μ’ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
ΧΟ. Τοῦδ’ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
790 Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ’ ἐγώ.
ΤΕ. Οἴμοι, τί φῄς, ἄνθρωπε; μῶν ὀλώλαμεν;
ΑΓ. Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ’ ὅτι,
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
ΤΕ. Καὶ μὴν θυραῖος, ὥστε μ’ ὠδίνειν τί φῄς.
795 ΑΓ. Ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
σκηνῆς ὕπαυλον, μηδ’ ἀφιέναι μόνον.
ΤΕ. Ποῦ δ’ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
ΑΓ. Πάρεστ’ ἐκεῖνος ἄρτι· τήνδε δ’ ἔξοδον
ὀλεθρίαν Αἴαντος ἐλπίζει ῥέπειν.
800 ΤΕ. Οἴμοι τάλαινα, τοῦ ποτ’ ἀνθρώπων μαθών;
ΑΓ. Τοῦ Θεστορείου μάντεως, καθ’ ἡμέραν
τὴν νῦν, ὅτ’ αὐτῷ θάνατον ἢ βίον φέρει.
ΤΕ. Οἲ ‘γώ, φίλοι, πρόστητ’ ἀναγκαίας τύχης,
καὶ σπεύσαθ’ οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν·
805 οἱ δ’ ἑσπέρους ἀγκῶνας, οἱ δ’ ἀντηλίους
ζητεῖτ’ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
Ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
Οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.
810 Ἀλλ’ εἶμι κἀγὼ κεῖσ’ ὅποιπερ ἂν σθένω.
Χωρῶμεν, ἐγκονῶμεν· οὐχ ἕδρας ἀκμὴ
σῴζειν θέλοντας ἄνδρα γ’ ὃς σπεύδῃ θανεῖν.
ΧΟ. Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ’ ἕψεται.
815 ΑΙ. Ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
γένοιτ’ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή,
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος, ἐχθίστου θ’ ὁρᾶν·
πέπηγε δ’ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820 σιδηροβρῶτι θηγάνῃ νεηκονής·
ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγὼ
εὐνούστατον τῷδ’ ἀνδρὶ διὰ τάχους θανεῖν.
Οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
825 Αἰτήσομαι δέ σ’ οὐ μακρὸν γέρας λαχεῖν·
πέμψον τιν’ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ
νεορράντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830 ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ’ ἕλωρ.
Τοσαῦτά σ’, ὦ Ζεῦ, προστρέπω· καλῶ δ’ ἅμα
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835 Καλῶ δ’ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
ἀεί θ’ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐρινῦς τανύποδας μαθεῖν ἐμὲ
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
Καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840 ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ’ ἐμὲ
αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
Ἴτ’, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐρινύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
845 Σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
850 Ἦ που τάλαινα, τήνδ’ ὅταν κλύῃ φάτιν,
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
Ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
Ὦ Θάνατε, Θάνατε, νῦν μ’ ἐπίσκεψαι μολών·
855 καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών·
σὲ δ’, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
πανύστατον δή, κοὔποτ’ αὖθις ὕστερον.
Ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
860 Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
κλειναί τ’ Ἀθῆναι, καὶ τὸ σύντροφον γένος,
κρῆναί τε ποταμοί θ’ οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ’, ὦ τροφῆς ἐμοί·
τοῦθ’ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
865 τὰ δ’ ἄλλ’ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
ΗΜΙΧΟΡΙΟΝ Α΄
Πόνος πόνῳ πόνον φέρει·
πᾷ πᾷ
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
870 Ἰδοὺ ἰδού,
δοῦπον αὖ κλύω τινά.
ΗΜΙΧΟΡΙΟΝ Β΄
Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Α΄ Τί οὖν δή;
Β΄ Πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
875 Α΄ Ἔχεις οὖν;
Β΄ Πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Α΄ Ἀλλ’ οὐδὲ μὲν δὴ τὴν ἀφ’ ἡλίου βολῶν
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
ΧΟ. Τίς ἂν δῆ‹τά› μοι, τίς ἂν φιλοπόνων Str.
880 ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
ἢ τίς Ὀλυμπιάδων θεᾶν, ἢ ῥυτῶν
Βοσπορίων ποταμῶν,
885 τὸν ὠμόθυμον εἴ ποθι
πλαζόμενον λεύσσων
ἀπύοι; σχέτλια γὰρ
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
890 ἀλλ’ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
ΤΕ. Ἰώ μοί μοι.
ΧΟ. Τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
ΤΕ. Ἰὼ τλήμων.
ΧΟ. Τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895 Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην.
ΤΕ. Οἴχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
ΧΟ. Τί δ’ ἔστιν;
ΤΕ. Αἴας ὅδ’ ἡμῖν ἀρτίως νεοσφαγὴς
κεῖται κρυφαίῳ φασγάνῳ περιπτυχής.
900 ΧΟ. Ὤμοι ἐμῶν νόστων·
ὤμοι, κατέπεφνες, ἄναξ,
τόνδε συνναύταν, τάλας·
ὦ ταλαίφρων γύναι.
ΤΕ. Ὡς ὧδε τοῦδ’ ἔχοντος αἰάζειν πάρα.
905 ΧΟ. Τίνος ποτ’ ἆρ’ ἔπραξε χειρὶ δύσμορος;
ΤΕ. Αὐτὸς πρὸς αὑτοῦ· δῆλον. Ἐν γάρ οἱ χθονὶ
πηκτὸν τόδ’ ἔγχος περιπετὲς κατηγορεῖ.
ΧΟ. Ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ’ αἱμάχθης,
910 ἄφαρκτος φίλων·
ἐγὼ δ’ ὁ πάντα κωφός, ὁ πάντ’ ἄϊδρις,
κατημέλησα· πᾷ πᾷ
κεῖται ὁ δυστράπελος
δυσώνυμος Αἴας;
915 ΤΕ. Οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν
φυσῶντ’ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
πληγῆς μελανθὲν αἷμ’ ἀπ’ οἰκείας σφαγῆς.
920 Οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
Ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,
πεπτῶτ’ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
Ὦ δύσμορ’ Αἴας, οἷος ὢν οἵως ἔχεις,
ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
925 ΧΟ. Ἔμελλες, τάλας, ἔμελλες χρόνῳ Ant.
στερεόφρων ἄρ’ ἐξανύσσειν κακὰν
μοῖραν ἀπειρεσίων πόνων. Τοῖά μοι
πάννυχα καὶ φαέθοντ’
930 ἀνεστέναζες ὠμόφρων
ἐχθοδόπ’ Ἀτρείδαις
οὐλίῳ σὺν πάθει.
Μέγας ἄρ’ ἦν ἐκεῖνος ἄρχων χρόνος
935 πημάτων, ἦμος ἀριστόχειρ
‹οὐλομένων› ὅπλων ἔκειθ’ ἁγὼν πέρι.
ΤΕ. Ἰώ μοί μοι.
ΧΟ. Χω�
�εῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
ΤΕ. Ἰώ μοί μοι.
940 ΧΟ. Οὐδέν σ’ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
τοιοῦδ’ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
ΤΕ. Σοὶ μὲν δοκεῖν ταῦτ’ ἔστ’, ἐμοὶ δ’ ἄγαν φρονεῖν.
ΧΟ. Ξυναυδῶ.
ΤΕ. Οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
945 χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
ΧΟ. Ὤμοι, ἀναλγήτων
δισσῶν ἐθρόησας ἄναυδ’
ἔργ’ Ἀτρειδᾶν τῷδ’ ἄχει.
Ἀλλ’ ἀπείργοι θεός.
950 ΤΕ. Οὐκ ἂν τάδ’ ἔστη τῇδε, μὴ θεῶν μέτα.
ΧΟ. Ἄγαν ὑπερβριθὲς τ‹όδ’› ἄχθος ἤνυσαν.
ΤΕ. Τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
Παλλὰς φυτεύει πῆμ’ Ὀδυσσέως χάριν.
955 ΧΟ. Ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει
πολύτλας ἀνήρ,
γελᾷ δὲ τοῖσ‹ι› μαινομένοις ἄχεσιν
πολὺν γέλωτα, φεῦ, φεῦ,
ξύν τε διπλοῖ βασιλῆς
960 κλύοντες Ἀτρεῖδαι.
ΤΕ. Οἱ δ’ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
τοῖς τοῦδ’. Ἴσως τοι, κεἰ βλέποντα μὴ ‘πόθουν,
θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
Οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
965 ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.