Delphi Complete Works of Sophocles
Page 44
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
Τοιγάρ σφ’ Ὀλύμπου τοῦδ’ ὁ πρεσβεύων πατὴρ
1390 μνήμων τ’ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
Σὲ δ’, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
τάφου μὲν ὀκνῶ τοῦδ’ ἐπιψαύειν ἐᾶν,
1395 μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποῶ·
τὰ δ’ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
Ἐγὼ δὲ τἀμὰ πάντα πορσυνῶ· σὺ δὲ
ἀνὴρ καθ’ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
1400 ΟΔ. Ἀλλ’ ἤθελον μέν· εἰ δὲ μή ‘στί σοι φίλον
πράσσειν τάδ’ ἡμᾶς, εἶμ’, ἐπαινέσας τὸ σόν.
ΤΕΥ. Ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
χρόνος. Ἀλλ’ οἱ μὲν κοίλην κάπετον
χερσὶ ταχύνετε, τοὶ δ’ ὑψίβατον
1405 τρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίων
θέσθ’ ἐπίκαιρον· μία δ’ ἐκ κλισίας
ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον
κόσμον φερέτω.
Παῖ, σὺ δὲ πατρός γ’, ὅσον ἰσχύεις,
1410 φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
τάσδ’ ἐπικούφιζ’· ἔτι γὰρ θερμαὶ
σύριγγες ἄνω φυσῶσι μέλαν
μένος. Ἀλλ’ ἄγε πᾶς φίλος ὅστις ἀνὴρ
φησὶ παρεῖναι, σούσθω, βάτω,
1415 τῷδ’ ἀνδρὶ πονῶν τῷ πάντ’ ἀγαθῷ
κοὐδενὶ ‹δή› πω λῴονι θνητῶν·
Αἴαντος, ὅτ’ ἦν τόδε φωνῶ.
ΧΟ. Ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
γνῶναι· πρὶν ἰδεῖν δ’ οὐδεὶς μάντις
1420 τῶν μελλόντων ὅ τι πράξει.
Αντιγόνη - ANTIGONE
ΑΝΤΙΓΟΝΗ
Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
ἆρ’ οἶσθ’ ὅ τι Ζεὺς τῶν ἀπ’ Οἰδίπου κακῶν
ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
Οὐδὲν γὰρ οὔτ’ ἀλγεινὸν οὔτ’ ἄτης ἄτερ
5 οὔτ’ αἰσχρὸν οὔτ’ ἄτιμόν ἐσθ’ ὁποῖον οὐ
τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ’ ἐγὼ κακῶν.
Καὶ νῦν τί τοῦτ’ αὖ φασι πανδήμῳ πόλει
κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;
Ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει
10 πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
ΙΣΜΗΝΗ
Ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων
οὔθ’ ἡδὺς οὔτ’ ἀλγεινὸς ἵκετ’, ἐξ ὅτου
δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο
μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί·
15 ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ ὑπέρτερον,
οὔτ’ εὐτυχοῦσα μᾶλλον οὔτ’ ἀτωμένη.
ΑΝ. Ἤιδη καλῶς καί σ’ ἐκτὸς αὐλείων πυλῶν
τοῦδ’ οὕνεκ’ ἐξέπεμπον, ὡς μόνη κλύοις.
20 ΙΣ. Τί δ’ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ’ ἔπος.
ΑΝ. Οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας, τὸν δ’ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ
χρῆσθαι δικαιῶν καὶ νόμῳ, κατὰ χθονὸς
25 ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·
τὸν δ’ ἀθλίως θανόντα Πολυνείκους νέκυν
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
30 θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
Τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ ἔχειν,
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ ἄγειν
35 οὐχ ὡς παρ’ οὐδέν, ἀλλ’ ὃς ἂν τούτων τι δρᾷ
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
Οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτ’ εὐγενὴς πέφυκας εἴτ’ ἐσθλῶν κακή.
ΙΣ. Τί δ’, ὦ ταλαῖφρον, εἰ τάδ’ ἐν τούτοις, ἐγὼ
40 λύουσ’ ἂν εἴθ’ ἅπτουσα προσθείμην πλέον;
ΑΝ. Εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει.
ΙΣ. Ποῖόν τι κινδύνευμα; ποῖ γνώμης ποτ’ εἶ;
ΑΝ. Εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
ΙΣ. Ἦ γὰρ νοεῖς θάπτειν σφ’, ἀπόρρητον πόλει;
45 ΑΝ. Τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς,
ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ’ ἁλώσομαι.
ΙΣ. Ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
ΑΝ. Ἀλλ’ οὐδὲν αὐτῷ τῶν ἐμῶν ‹μ’› εἴργειν μέτα.
ΙΣ. Οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ
50 ὡς νῷν ἀπεχθὴς δυσκλεής τ’ ἀπώλετο,
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί·
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
55 τρίτον δ’ ἀδελφὼ δύο μίαν καθ’ ἡμέραν
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
κοινὸν κατειργάσαντ’ ἐπαλλήλοιν χεροῖν.
Νῦν δ’ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
ὅσῳ κάκιστ’ ὀλούμεθ’, εἰ νόμου βίᾳ
60 ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
Ἀλλ’
ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ’ ὅτι
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα·
ἔπειτα δ’ οὕνεκ’ ἀρχόμεσθ’ ἐκ κρεισσόνων
καὶ ταῦτ’ ἀκούειν κἄτι τῶνδ’ ἀλγίονα.
65 Ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
ΑΝ. Οὔτ’ ἂν κελεύσαιμ’ οὔτ’ ἄν, εἰ θέλοις ἔτι
70 πράσσειν, ἐμοῦ γ’ ἂν ἡδέως δρῴης μέτα.
Ἀλλ’ ἴσθ’ ὁποία σοι δοκεῖ, κεῖνον δ’ ἐγὼ
θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
Φίλη μετ’ αὐτοῦ κείσομαι, φίλου μέτα,
ὅσια πανουργήσασ’· ἐπεὶ πλείων χρόνος
75 ὃν δεῖ μ’ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
Ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ’ εἰ δοκεῖ,
τὰ τῶν θεῶν ἔντιμ’ ἀτιμάσασ’ ἔχε.
ΙΣ. Ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
80 ΑΝ. Σὺ μὲν τάδ’ ἂν προὔχοι’, ἐγὼ δὲ δὴ τάφον
χώσουσ’ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
ΙΣ. Οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
ΑΝ. Μὴ ‘μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
ΙΣ. Ἀλλ’ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ’ αὕτως ἐγώ.
ΑΝ. Οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ
σιγῶσ’, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
ΙΣ. Θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
ΑΝ. Ἀλλ’ οἶδ’ ἀρέσκουσ’ οἷς μάλισθ’ ἁδεῖν με χρή.
90 ΙΣ. Εἰ καὶ δυνήσῃ γ’· ἀλλ’ ἀμηχάνων ἐρᾷς.
ΑΝ. Οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
ΙΣ. Ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
ΑΝ. Εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ,
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ.
95 Ἀλλ’ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
ΙΣ. Ἀλλ’, εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ’ ἴσθ’ ὅτι
ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ’ ὀρθῶς φίλη.
ΧΟΡΟΣ
100 Ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν Str. 1 .
Θήβᾳ τῶν πρότερον φάος,
ἐφάνθης ποτ’, ὦ χρυσέας
ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,
105 τὸν λεύκασπιν Ἀπιόθεν
φῶτα, βάντα πανσαγίᾳ
φυγάδα πρόδρομον, ὀξυτέρῳ
κινήσασα χαλινῷ.
110 Ὃν ἐφ’ ἡμετέρᾳ γῇ Πολυνείκης
ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων
‹ἤγαγεν ἐχθρόν· ὁ δ’› ὀξέα κλάζων
αἰετὸς εἰς γῆν ὣς ὑπερέπτη,
λευκῆς χιόνος πτέρυγι στεγανός,
115 πολλῶν μεθ’ ὅπλων
ξύν θ’ ἱπποκόμοις κορύθεσσιν.
Στὰς δ’ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ Ant. 1 .
λόγχαις ἑπτάπυλον στόμα,
120 ἔβα πρίν ποθ’ ἁμετέρων
αἱμάτων γένυσιν πλησθῆναί ‹τε› καὶ στεφάνωμα πύργων
πευκάενθ’ Ἥφαιστον ἑλεῖν.
Τοῖος ἀμφὶ νῶτ’ ἐτάθη
125 πάταγος Ἄρεος, ἀντιπάλου
δυσχείρωμα δράκοντος.
Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους
ὑπερεχθαίρει, καί σφας ἐσιδὼν
πολλῷ ῥεύματι προσνισσομένους,
130 χρυσοῦ καναχῆς ὑπερόπτας,
παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων
ἐπ’ ἄκρων ἤδη
νίκην ὁρμῶντ’ ἀλαλάξαι.
Ἀντιτύπᾳ δ’ ἐπὶ γᾷ πέσε τανταλωθεὶς Str. 2 .
135 πυρφόρος ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ
βακχεύων ἐπέπνει
ῥιπαῖς ἐχθίστων ἀνέμων.
Εἶχε δ’ ἄλλᾳ τὰ μέν,
ἄλλα δ’ ἐπ’ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόσειρος.
140 Ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαις
ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον
Ζηνὶ Τροπαίῳ πάγχαλκα τέλη,
πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς
145 μητρός τε μιᾶς φύντε καθ’ αὑτοῖν
δικρατεῖς λόγχας στήσαντ’ ἔχετον
κοινοῦ θανάτου μέρος ἄμφω.
Ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα Ant. 2 .
τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
150 ἐκ μὲν δὴ πολέμων
τῶν νῦν θέσθαι λησμοσύναν·
θεῶν δὲ ναοὺς χοροῖς
παννυχίοις πάτας ἐπέλθωμεν, ὁ Θήβας δ’ ἐλελίχθων Βάκχιος ἄρχοι.
155 Ἀλλ’, ὅδε γὰρ δὴ βασιλεὺς χώρας,
Κρέων ὁ Μενοικέως ‹ταγὸς› νεοχμὸς
νεαραῖσι θεῶν ἐπὶ συντυχίαις
χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,
ὅτι σύγκλητον τήνδε γερόντων
160 προὔθετο λέσχην,
κοινῷ κηρύγματι πέμψας.
ΚΡΕΩΝ
Ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν·
ὑμᾶς δ’ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
165 ἔστειλ’ ἱκέσθαι, τοῦτο μὲν τὰ Λαΐου
σ
έβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
τοῦτ’ αὖθις, ἡνίκ’ Οἰδίπους ὤρθου πόλιν
κἀπεὶ διώλετ’, ἀμφὶ τοὺς κείνων ἔτι
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
170 Ὅτ’ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
καθ’ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
πληγέντες αὐτόχειρι σὺν μιάσματι,
ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
γένους κατ’ ἀγχιστεῖα τῶν ὀλωλότων.
175 Ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
Ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
180 ἀλλ’ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
καὶ μείζον’ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
Ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ’ ὁρῶν ἀεί,
185 οὔτ’ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
οὔτ’ ἂν φίλον ποτ’ ἄνδρα δυσμενῆ χθονὸς
θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
ἥδ’ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
190 πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα·
τοιοῖσδ’ ἐγὼ νόμοισι τήνδ’ αὔξω πόλιν.