by Sophocles
ΧΟ. Προβᾶσ’ ἐπ’ ἔσχατον θράσους
ὑψηλὸν ἐς Δίκας βάθρον
855 προσέπεσες, ὦ τέκνον, πολύ·
πατρῷον δ’ ἐκτίνεις τιν’ ἆθλον.
ΑΝ. Ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας πατρὸς τριπόλιστον οἶκτον, Ant. 2 .
τοῦ τε πρόπαντος
860 ἁμετέρου πότμου
κλεινοῖς Λαβδακίδαισιν.
Ἰὼ ματρῷαι λέκτρων ἆται κοιμήματ‹ά τ’› αὐτογέννητ’
865 ἐμῷ πατρὶ δυσμόρου ματρός,
οἵων ἐγώ ποθ’ ἁ ταλαίφρων ἔφυν·
πρὸς οὓς ἀραῖος, ἄγαμος, ἅδ’ ἐγὼ μέτοικος ἔρχομαι.
Ἰὼ δυσπότμων
870 γάμων, κασίγνητε, κυρήσας,
θανὼν ἔτ’ οὖσαν κατήναρές με.
ΧΟ. Σέβειν μὲν εὐσέβειά τις,
κράτος δ’ ὅτῳ κράτος μέλει
παραβατὸν οὐδαμᾷ πέλει,
875 σὲ δ’ αὐτόγνωτος ὤλεσ’ ὀργά.
ΑΝ. Ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι τάνδ’ ἑτοίμαν ὁδόν· Ep.
οὐκέτι μοι τόδε λαμπάδος ἱερὸν ὄμμα
880 θέμις ὁρᾶν ταλαίνᾳ·
τὸν δ’ ἐμὸν πότμον ἀδάκρυτον οὐδεὶς φίλων στενάζει.
ΚΡ. Ἆρ’ ἴστ’ ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
ὡς οὐδ’ ἂν εἷς παύσαιτ’ ἄν, εἰ χρείη λέγειν;
885 Οὐκ ἄξεθ’ ὡς τάχιστα, καὶ κατηρεφεῖ
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ’ ἐγώ,
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν,
εἴτ’ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ.
Ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
890 μετοικίας δ’ οὖν τῆς ἄνω στερήσεται.
ΑΝ. Ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
οἴκησις αἰείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων,
895 ὧν λοισθία ‘γὼ καὶ κάκιστα δὴ μακρῷ
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
Ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφω
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
900 ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.
Καίτοι σ’ ἐγὼ ‘τίμησα τοῖς φρονοῦσιν εὖ.
905 Οὐ γάρ ποτ’ οὔτ’ ἂν εἰ τέκνων μήτηρ ἔφυν
οὔτ’ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδ’ ἂν ᾐρόμην πόνον.
Τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
910 καὶ παῖς ἀπ’ ἄλλου φωτός, εἰ τοῦδ’ ἤμπλακον·
μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
Τοιῷδε μέντοι σ’ ἐκπροτιμήσασ’ ἐγὼ
νόμῳ, Κρέοντι ταῦτ’ ἔδοξ’ ἁμαρτάνειν
915 καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
Καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
ἀλλ’ ὧδ’ ἔρημος πρὸς φίλων ἡ δύσμορος
920 ζῶσ’ εἰς θανόντων ἔρχομαι κατασκαφάς,
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
Τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
βλέπειν; τίν’ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
τὴν δυσσέβειαν εὐσεβοῦσ’ ἐκτησάμην.
925 Ἀλλ’ εἰ μὲν οὖν τάδ’ ἐστὶν ἐν θεοῖς καλά,
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
εἰ δ’ οἵδ’ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
ΧΟ. Ἔτι τῶν αὐτῶν ἀνέμων αὐταὶ
930 ψυχῆς ῥιπαὶ τήνδε γ’ ἔχουσιν.
ΚΡ. Τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθ’ ὑπάρξει βραδυτῆτος ὕπερ.
ΑΝ. Οἴμοι, θανάτου τοῦτ’ ἐγγυτάτω
τοὔπος ἀφῖκται.
935 ΚΡ. Θαρσεῖν οὐδὲν παραμυθοῦμαι
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
ΑΝ. Ὦ γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ ‘γὼ κοὐκέτι μέλλω.
940 Λεύσσετε, Θήβης οἱ κοιρανίδαι,
τὴν βασιλειδῶν μούνην λοιπήν,
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
τὴν εὐσεβίαν σεβίσασα.
ΧΟ. Ἔτλα καὶ Δανάας οὐράνιον φῶς Str. 1 .
945 ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·
κρυπτομένα δ’ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·
καίτοι ‹καὶ› γενεᾷ τίμιος, ὦ παῖ, παῖ,
950 καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.
Ἀλλ’ ἁ μοιριδία τις δύνασις δεινά·
οὔτ’ ἄν νιν ὄλβος οὔτ’ Ἄρης,
οὐ πύργος, οὐχ ἁλίκτυποι
κελαιναὶ νᾶες ἐκφύγοιεν.
955 Ζεύχθη δ’ ὀξύχολος παῖς ὁ Δρύαντος, Ant. 1 .
Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς,
ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
Οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
960 ἀνθηρόν τε μένος. Κεῖνος ἐπέγνω μανίαις<
br />
ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
Παύεσκε μὲν γὰρ ἐνθέους
γυναῖκας εὔιόν τε πῦρ,
965 φιλαύλους τ’ ἠρέθιζε Μούσας.
Παρὰ δὲ Κυανέων πελάγει διδύμας ἁλὸς Str. 2 .
ἀκταὶ Βοσπόριαι ἰδ’ ὁ Θρῃκῶν ‹ἠϊὼν›
970 Σαλμυδησσός, ἵν’ ἀγχίπολις Ἄρης
δισσοῖσι Φινείδαις
εἶδεν ἀρατὸν ἕλκος
τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος
ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
975 ἄτερθ’ ἐγχέων, ὑφ’ αἱματηραῖς
χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
Κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν Ant. 2 .
980 κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·
ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων
ἄντασ’ Ἐρεχθειδᾶν,
τηλεπόροις δ’ ἐν ἄντροις
τράφη θυέλλῃσιν ἐν πατρῴαις
985 Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου
θεῶν παῖς· ἀλλὰ κἀπ’ ἐκείνᾳ
Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
ΤΕΙΡΕΣΙΑΣ
Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
δύ’ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
990 αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
ΚΡ. Τί δ’ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
ΤΕ. Ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
ΚΡ. Οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
ΤΕ. Τοιγὰρ δι’ ὀρθῆς τήνδ’ ἐναυκλήρεις πόλιν.
995 ΚΡ. Ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
ΤΕ. Φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
ΚΡ. Τί δ’ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
ΤΕ. Γνώσῃ, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
Εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
1000 ἵζων, ἵν’ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
ἀγνῶτ’ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ·
καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
1005 Εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ’ ἐπὶ σποδῷ
μυδῶσα κηκὶς μηρίων ἐτήκετο
κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
1010 χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
Τοιαῦτα παιδὸς τοῦδ’ ἐμάνθανον πάρα,
φθίνοντ’ ἀσήμων ὀργίων μαντεύματα·
ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ’ ἐγώ.
1015 Καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις·
βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
πλήρεις ὑπ’ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
Κᾆτ’ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
1020 θεοὶ παρ’ ἡμῶν οὐδὲ μηρίων φλόγα,
οὐδ’ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς,
ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
Ταῦτ’ οὖν, τέκνον, φρόνησον. Ἀνθρώποισι γὰρ
τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
1025 ἐπεὶ δ’ ἁμάρτῃ, κεῖνος οὐκέτ’ ἔστ’ ἀνὴρ
ἄβουλος οὐδ’ ἄνολβος, ὅστις ἐς κακὸν
πεσὼν ἀκῆται μηδ’ ἀκίνητος πέλῃ·
αὐθαδία τοι σκαιότητ’ ὀφλισκάνει.
Ἀλλ’ εἶκε τῷ θανόντι, μηδ’ ὀλωλότα
1030 κέντει· τίς ἀλκὴ τὸν θανόντ’ ἐπικτανεῖν;
Εὖ σοι φρονήσας εὖ λέγω· τὸ μανθάνειν δ’
ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
ΚΡ. Ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
τοξεύετ’ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
1035 ἄπρακτος ὑμῖν εἰμι, τῶν δ’ ὑπαὶ γένους
ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
Κερδαίνετ’, ἐμπολᾶτε τὸν πρὸς Σάρδεων
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
χρυσόν· τάφῳ δ’ ἐκεῖνον οὐχὶ κρύψετε·
1040 οὐδ’ εἰ θέλουσ’ οἱ Ζηνὸς αἰετοὶ βορὰν
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
οὐδ’ ὣς μίασμα τοῦτο μὴ τρέσας, ἐγὼ
θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ’ ὅτι
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
1045 Πίπτουσι δ’, ὦ γεραιὲ Τειρεσία, βροτῶν
χοἰ πολλὰ δεινοὶ πτώματ’ αἴσχρ’, ὅταν λόγους
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
ΤΕ. Φεῦ·
ἆρ’ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται -
ΚΡ. Τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
1050 ΤΕ. ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
ΚΡ. Ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
ΤΕ. Ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
ΚΡ. Οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
ΤΕ. Καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
1055 ΚΡ. Τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
ΤΕ. Τὸ δ’ ἐκ τυράννων αἰσχροκερδείαν φιλεῖ.
ΚΡ. Ἆρ’ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
ΤΕ. Οἶδ’· ἐξ ἐμοῦ γὰρ τήνδ’ ἔχεις σώσας πόλιν.
ΚΡ. Σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
1060 ΤΕ. Ὄρσεις με τἀκίνητα διὰ φρεν�
��ν φράσαι.
ΚΡ. Κίνει, μόνον δὲ μὴ ‘πὶ κέρδεσιν λέγων.
ΤΕ. Οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
ΚΡ. Ὡς μὴ ‘μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
ΤΕ. Ἀλλ’ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
1065 τρόχους ἁμιλλητῆρας ἡλίου τελῶν,
ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσῃ,
ἀνθ’ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω,
ψυχήν τ’ ἀτίμως ἐν τάφῳ κατῴκισας,
1070 ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ’ αὖ θεῶν
ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
Ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
θεοῖσιν, ἀλλ’ ἐκ σοῦ βιάζονται τάδε.
Τούτων σε λωβητῆρες ὑστεροφθόροι
1075 λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
Καὶ ταῦτ’ ἄθρησον εἰ κατηργυρωμένος
λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
1080 Ἔχθρᾳ δὲ πᾶσαι συνταράσσονται πόλεις,
ὅσων σπαράγματ’ ἢ κύνες καθήγνισαν,
ἢ θῆρες, ἤ τις πτηνὸς οἰωνὸς φέρων
ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
Τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
1085 ἀφῆκα θυμῷ καρδίας τοξεύματα