Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 49
Delphi Complete Works of Sophocles Page 49

by Sophocles


  βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμῇ.

  Ὦ παῖ, σὺ δ’ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα

  τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,

  καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχωτέραν

  1090 τὸν νοῦν τ’ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.

  ΧΟ. Ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·

  ἐπιστάμεσθα δ’, ἐξ ὅτου λευκὴν ἐγὼ

  τήνδ’ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,

  μή πώ ποτ’ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.

  1095 ΚΡ. Ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας·

  τό τ’ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ

  ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.

  ΧΟ. Εὐβουλίας δεῖ, παῖ Μενοικέως Κρέον.

  ΚΡ. Τί δῆτα χρὴ δρᾶν; φράζε· πείσομαι δ’ ἐγώ.

  1100 ΧΟ. Ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης

  ἄνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον.

  ΚΡ. Καὶ ταῦτ’ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;

  ΧΟ. Ὅσον γ’, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ

  θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.

  1105 ΚΡ. Οἴμοι· μόλις μέν, καρδίας δ’ ἐξίσταμαι

  τὸ δρᾶν· ἀνάγκῃ δ’ οὐχὶ δυσμαχητέον.

  ΧΟ. Δρᾶ νυν τάδ’ ἐλθὼν μηδ’ ἐπ’ ἄλλοισιν τρέπε.

  ΚΡ. Ὧδ’ ὡς ἔχω στείχοιμ’ ἄν· ἴτ’, ἴτ’, ὀπάονες

  οἵ τ’ ὄντες οἵ τ’ ἀπόντες, ἀξίνας χεροῖν

  1110 ὁρμᾶσθ’ ἑλόντες εἰς ἐπόψιον τόπον.

  Ἐγὼ δ’, ἐπειδὴ δόξα τῇδ’ ἐπεστράφη,

  αὐτός τ’ ἔδησα καὶ παρὼν ἐκλύσομαι·

  δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους

  ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.

  1115 ΧΟ. Πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα        Str. 1 .

  καὶ Διὸς βαρυβρεμέτα

  γένος, κλυτὰν ὃς ἀμφέπεις

  Ἰταλίαν, μέδεις δὲ

  1120 παγκοίνοις Ἐλευσινίας

  Δῃοῦς ἐν κόλποις, ὦ Βακχεῦ, Βακχᾶν ματρόπολιν Θήβαν

  ναιετῶν παρ’ ὑγρόν ‹τ’›

  1124 Ἰσμηνοῦ ῥέεθρον, ἀγρίου τ’ ἐπὶ σπορᾷ δράκοντος·

  σὲ δ’ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε    Ant. 1 .

  λιγνύς, ἔνθα Κωρύκιαι

  νύμφαι στίχουσι Βακχίδες

  1130 Κασταλίας τε νᾶμα.

  Καί σε Νυσαίων ὀρέων

  κισσήρεις ὄχθαι χλωρά τ’ ἀκτὰ πολυστάφυλος πέμπει,

  ἀμβρότων ἐπέων

  1135 εὐαζόντων, Θηβαΐας ἐπισκοποῦντ’ ἀγυιάς·

  τὰν ἐκ πασᾶν τιμᾷς         Str. 2 .

  ὑπερτάταν πόλεων

  ματρὶ σὺν κεραυνίᾳ·

  1140 καὶ νῦν, ὡς βιαίας ἔχεται

  πάνδαμος πόλις ἐπὶ νόσου,

  μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν

  1145 ὑπὲρ κλιτύν, ἢ στονόεντα πορθμόν.

  Ἰὼ πῦρ πνεόντων         Ant. 2 .

  χοράγ’ ἄστρων, νυχίων

  φθεγμάτων ἐπίσκοπε,

  παῖ, Δῖον γένεθλον, προφάνηθ’,

  1150 ὦναξ, σαῖς ἅμα περιπόλοις

  Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι

  χορεύουσι τὸν ταμίαν Ἴακχον.

  ΑΓΓΕΛΟΣ

  1155 Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,

  οὐκ ἔσθ’ ὁποῖον στάντ’ ἂν ἀνθρώπου βίον

  οὔτ’ αἰνέσαιμ’ ἂν οὔτε μεμψαίμην ποτέ·

  τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει

  τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ’ ἀεί,

  1160 καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.

  Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,

  σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα,

  λαβών τε χώρας παντελῆ μοναρχίαν

  εὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·

  1165 καὶ νῦν ἀφεῖται πάντα. Τὰς γὰρ ἡδονὰς

  ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ

  ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.

  Πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα,

  καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ

  1170 τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς

  οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

  ΧΟ. Τί δ’ αὖ τόδ’ ἄχθος βασιλέων ἥκεις φέρων;

  ΑΓ. Τεθνᾶσιν· οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.

  ΧΟ. Καὶ τίς φονεύει; τίς δ’ ὁ κείμενος; λέγε.

  1175 ΑΓ. Αἵμων ὄλωλεν· αὐτόχειρ δ’ αἱμάσσεται.

  ΧΟ. Πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;

  ΑΓ. Αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.

  ΧΟ. Ὦ μάντι, τοὔπος ὡς ἄρ’ ὀρθὸν ἤνυσας.

  ΑΓ. Ὡς ὧδ’ ἐχόντων τἄλλα βουλεύειν πάρα.

  1180 ΧΟ. Καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ

  δάμαρτα τὴν Κρέοντος· ἐκ δὲ δωμάτων

  ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.

  ΕΥΡΥΔΙΚΗ

  Ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην

  πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς

  1185 ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.

  Καὶ τυγχάνω τε κλῇθρ’ ἀνασπαστοῦ πύλης

  χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ

  βάλλει δι’ ὤτων, ὑπτία δὲ κλίνομαι

  δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.

  1190 Ἀλλ’ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·

  κακῶν γὰρ οὐκ ἄπειρος οὖσ’ ἀκούσομαι.

  ΑΓ. Ἐγώ, φίλη δέ�
�ποινα, καὶ παρὼν ἐρῶ

  κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος·

  τί γάρ σε μαλθάσσοιμ’ ἂν ὧν ἐς ὕστερον

  1195 ψεῦσται φανούμεθ’; ὀρθὸν ἁλήθει’ ἀεί.

  Ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει

  πεδίον ἐπ’ ἄκρον, ἔνθ’ ἔκειτο νηλεὲς

  κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·

  καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν

  1200 Πλούτωνά τ’ ὀργὰς εὐμενεῖς κατασχεθεῖν,

  λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν

  θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν,

  καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς

  χώσαντες, αὖθις πρὸς λιθόστρωτον κόρης

  1205 νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.

  Φωνῆς δ’ ἄπωθεν ὀρθίων κωκυμάτων

  κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,

  καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών·

  τῷ δ’ ἀθλίας ἄσημα περιβαίνει βοῆς

  1210 ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ’ ἔπος

  ἵησι δυσθρήνητον· “Ὢ τάλας ἐγώ,

  ἆρ’ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην

  κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;

  παιδός με σαίνει φθόγγος. Ἀλλά, πρόσπολοι,

  1215 ἴτ’ ἆσσον ὠκεῖς, καὶ παραστάντες τάφῳ

  ἀθρήσαθ’, ἁρμὸν χώματος λιθοσπαδῆ

  δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος

  φθόγγον συνίημ’, ἢ θεοῖσι κλέπτομαι.”

  Τάδ’ ἐξ ἀθύμου δεσπότου κελεύσμασιν

  1220 ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι

  τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,

  βρόχῳ μιτώδει σινδόνος καθημμένην,

  τὸν δ’ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,

  εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν

  1225 καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.

  Ὁ δ’ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω

  χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·

  “Ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα

  νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;

  1230 Ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.”

  Τὸν δ’ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,

  πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους

  ἕλκει διπλοῦς κνώδοντας, ἐκ δ’ ὁρμωμένου

  πατρὸς φυγαῖσιν ἤμπλακ’· εἶθ’ ὁ δύσμορος

  1235 αὑτῷ χολωθείς, ὥσπερ εἶχ’, ἐπενταθεὶς

  ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ’ ὑγρὸν

  ἀγκῶν’ ἔτ’ ἔμφρων παρθένῳ προσπτύσσεται·

  καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν

  λευκῇ παρειᾷ φοινίου σταλάγματος.

  1240 Κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ

  τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,

  δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν

  ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.

  ΧΟ. Τί τοῦτ’ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν

  1245 φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.

  ΑΓ. Καὐτὸς τεθάμβηκ’· ἐλπίσιν δὲ βόσκομαι

  ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους

  οὐκ ἀξιώσειν, ἀλλ’ ὑπὸ στέγης ἔσω

  δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.

  1250 Γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ’ ἁμαρτάνειν.

  ΧΟ. Οὐκ οἶδ’· ἐμοὶ δ’ οὖν ἥ τ’ ἄγαν σιγὴ βαρὺ

  δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.

  ΑΓ. Ἀλλ’ εἰσόμεσθα μή τι καὶ κατάσχετον

  κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ

  1255 δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις·

  καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.

  ΧΟ. Καὶ μὴν ὅδ’ ἄναξ αὐτὸς ἐφήκει

  μνῆμ’ ἐπίσημον διὰ χειρὸς ἔχων,

  εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν

  1260 ἄτην, ἀλλ’ αὐτὸς ἁμαρτών.

  ΚΡ. Ἰὼ φρενῶν δυσφρόνων ἁμαρτήματα           Str. 1 .

  στερεὰ θανατόεντ’,

  ὦ κτανόντας τε καὶ

  θανόντας βλέποντες ἐμφυλίους.

  1265 Ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.

  Ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ,

  αἰαῖ αἰαῖ,

  ἔθανες, ἀπελύθης,

  ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.

  1270 ΧΟ. Οἴμ’ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.

  ΚΡ. Οἴμοι,

  ἔχω μαθὼν δείλαιος· ἐν δ’ ἐμῷ κάρᾳ

  θεὸς τότ’ ἄρα τότε μέγα βάρος μ’ ἔχων

  ἔπαισεν, ἐν δ’ ἔσεισεν ἀγρίαις ὁδοῖς,

  1275 οἴμοι, λεωπάτητον ἀντρέπων χαράν.

  Φεῦ φεῦ, ἰὼ πόνοι βροτῶν δύσπονοι.

  ΕΞΑΓΓΕΛΟΣ

  Ὦ δέσποθ’, ὡς ἔχων τε καὶ κεκτημένος,

  τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ’ ἐν δόμοις

  1280 ἔοικας ἥκειν καὶ τάχ’ ὄψεσθαι κακά.

  ΚΡ. Τί δ’ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;

  ΕΞ. Γυνὴ τέθνηκεν, τοῦδε παμμήτωρ νεκροῦ,

  δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.

  ΚΡ. Ἰὼ ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,          Ant. 1 .

  1285 τί μ’ ἄρα τί μ’ ὀλέκεις;

  Ὦ κακάγγελτά μοι

  προπέμψας ἄχη, τίνα θροεῖς λόγον;

  Αἰαῖ, ὀλωλότ’ ἄνδρ’ ἐπεξειργάσω.

  Τί φῄς, παῖ; τίν’ αὖ λέγεις μοι νέον,

  1290 αἰαῖ, αἰαῖ,

  σφάγιον ἐπ’ ὀλ�
�θρῳ

  γυναικεῖον ἀμφικεῖσθαι μόρον;

  ΕΞ. Ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.

  ΚΡ. Οἴμοι,

  1295 κακὸν τόδ’ ἄλλο δεύτερον βλέπω τάλας.

  Τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;

  Ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,

  τάλας, τὸν δ’ ἔναντα προσβλέπω νεκρόν.

  1300 Φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.

  XΞ. Ἡ δ’ ὀξυθήκτῳ βωμία περὶ ξ‹ίφει›

  λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν

  τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,

  αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς

  1305 πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.

  ΚΡ. Αἰαῖ αἰαῖ,    Str. 2 .

  ἀνέπταν φόβῳ. Τί μ’ οὐκ ἀνταίαν

  ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;

  1310 δείλαιος ἐγώ, αἰαῖ,

  δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.

  ΕΞ. Ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων

  πρὸς τῆς θανούσης τῆσδ’ ἐπεσκήπτου μόρων.

  ΚΡ. Ποίῳ δὲ κἀπελύσατ’ ἐν φοναῖς τρόπῳ;

  1315 ΕΞ. Παίσασ’ ὑφ’ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως

  παιδὸς τόδ’ ᾔσθετ’ ὀξυκώκυτον πάθος.

  ΚΡ. Ὤμοι μοι, τάδ’ οὐκ ἐπ’ ἄλλον βροτῶν

  ἐμᾶς ἁρμόσει ποτ’ ἐξ αἰτίας.

  Ἐγὼ γάρ σ’ ἐγώ ‹σ’› ἔκανον, ὢ μέλεος,

 

‹ Prev