Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 50
Delphi Complete Works of Sophocles Page 50

by Sophocles


  1320 ἐγώ, φάμ’ ἔτυμον. Ἰὼ πρόσπολοι,

  ‹ἀπ›άγετέ μ’ ὅτι τάχος, ἄγετέ μ’ ἐκποδών,

  1325 τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.

  ΧΟ. Κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς·

  βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.

  ΚΡ. Ἴτω, ἴτω,    Ant. 2 .

  φανήτω μόρων ὁ κάλλιστ’ ἔχων,

  1330 ἐμοὶ τερμίαν ἄγων ἁμέραν

  ὕπατος· ἴτω, ἴτω,

  ὅπως μηκέτ’ ἆμαρ ἄλλ’ εἰσίδω.

  ΧΟ. Μέλλοντα ταῦτα. Τῶν προκειμένων τι χρὴ

  1335 πράσσειν· μέλει γὰρ τῶνδ’ ὅτοισι χρὴ μέλειν.

  ΚΡ. Ἀλλ’ ὧν ἐρῶ μὲν ταῦτα συγκατηυξάμην.

  ΧΟ. Μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης

  οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.

  ΚΡ. Ἄγοιτ’ ἂν μάταιον ἄνδρ’ ἐκποδών,

  1340 ὅς, ὦ παῖ, σέ τ’ οὐχ ἑκὼν κάκτανον

  σέ τ’ αὖ τάνδ’, ὤμοι μέλεος, οὐδ’ ἔχω

  ὅπᾳ πρὸς πότερον ἴδω· πάντα γὰρ

  1345 λέχρια τἀν χεροῖν, τὰ δ’ ἐπὶ κρατί μοι

  πότμος δυσκόμιστος εἰσήλατο.

  ΧΟ. Πολλῷ τὸ φρονεῖν εὐδαιμονίας

  πρῶτον ὑπάρχει· χρὴ δὲ τά γ’ εἰς θεοὺς

  1350 μηδὲν ἀσεπτεῖν; μεγάλοι δὲ λόγοι

  μεγάλας πληγὰς τῶν ὑπεραύχων

  ἀποτείσαντες

  γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.

  Τραχινίαι - THE WOMEN OF TRACHIS

  ΔΗΙΑΝΕΙΡΑ

  Λόγος μέν ἐστ’ ἀρχαῖος ἀνθρώπων φανεὶς

  ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθοις βροτῶν, πρὶν ἂν

  θάνῃ τις, οὔτ’ εἰ χρηστὸς οὔτ’ εἴ τῳ κακός·

  ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,

     5 ἔξοιδ’ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,

  ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως

  ναίουσ’ ‹ἔτ’› ἐν Πλευρῶνι νυμφείων ὄκνον

  ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.

  Μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,

    10 ὅς μ’ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,

  φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ’ αἰόλος

  δράκων ἑλικτός, ἄλλοτ’ ἀνδρείῳ τύπῳ

  βούκρανος, ἐκ δὲ δασκίου γενειάδος

  κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.

    15 Τοιόνδ’ ἐγὼ μνηστῆρα προσδεδεγμένη

  δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,

  πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.

  Χρόνῳ δ’ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,

  ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς,

    20 ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης

  ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων

  οὐκ ἂν διείποιμ’, οὐ γὰρ οἶδ’, ἀλλ’ ὅστις ἦν

  θακῶν ἀταρβὴς τῆς θέας, ὅδ’ ἂν λέγοι·

  ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ

    25 μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.

  Τέλος δ’ ἔθηκε Ζεὺς Ἀγώνιος καλῶς,

  εἰ δὴ καλῶς· λέχος γὰρ Ἡρακλεῖ κριτὸν

  ξυστᾶσ’ ἀεί τιν’ ἐκ φόβου φόβον τρέφω,

  κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει

    30 καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.

  Κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,

  γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,

  σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ·

  τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων

    35 ἀεὶ τὸν ἄνδρ’ ἔπεμπε λατρεύοντά τῳ.

  Νῦν δ’ ἡνίκ’ ἄθλων τῶνδ’ ὑπερτελὴς ἔφυ,

  ἐνταῦθα δὴ μάλιστα ταρβήσασ’ ἔχω.

  Ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,

  ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ’ ἀνάστατοι

    40 ξένῳ παρ’ ἀνδρὶ ναίομεν, κεῖνος δ’ ὅπου

  βέβηκεν οὐδεὶς οἶδε, πλὴν ἐμοὶ πικρὰς

  ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.

  Σχεδὸν δ’ ἐπίσταμαί τι πῆμ’ ἔχοντά νιν·

  χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ’ ἤδη δέκα

    45 μῆνας πρὸς ἄλλοις πέντ’ ἀκήρυκτος μένει.

  Κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ

  δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ

  θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

  ΔΟΥΛΗ ΤΡΟΦΟΣ

  Δέσποινα Δῃάνειρα, πολλὰ μέν σ’ ἐγὼ

    50 κατεῖδον ἤδη πανδάκρυτ’ ὀδύρματα

  τὴν Ἡράκλειον ἔξοδον γοωμένην·

  νῦν δ’, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν

  γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τόσον·

  πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ

    55 ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,

  μάλιστα δ’ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς

  νέμοι τιν’ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;

  Ἐγγὺς δ’ ὅδ’ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,

  ὥστ’, εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,

    60 πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ’ ἐμοῖς λόγοις.

  ΔΗ. Ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα

  μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ

  δούλη μέν, εἴρηκεν δ’ ἐλεύθερον λόγον.

  ΥΛΛΟΣ

  Ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.

    65 ΔΗ. Σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου

  τὸ μὴ πυθέσθαι ποῦ ‘στιν αἰσχύνην φέρει.

  ΥΛ. Ἀλλ’ οἶδα, μύθοις ε�
�� τι πιστεύειν χρεών.

  ΔΗ. Καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;

  ΥΛ. Τὸν μὲν παρελθόντ’ ἄροτον ἐν μήκει χρόνου

    70 Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.

  ΔΗ. Πᾶν τοίνυν, εἰ καὶ τοῦτ’ ἔτλη, κλύοι τις ἄν.

  ΥΛ. Ἀλλ’ ἐξαφεῖται τοῦδέ γ’, ὡς ἐγὼ κλύω.

  ΔΗ. Ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;

  ΥΛ. Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν,

    75 ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.

  ΔΗ. Ἆρ’ οἶσθα δῆτ’, ὦ τέκνον, ὡς ἔλειπέ μοι

  μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

  ΥΛ. Τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.

  ΔΗ. Ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν,

    80 ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ’ ὕστερον

  τὸν λοιπὸν ἤδη βίοτον εὐαίων’ ἔχειν.

  Ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον,

  οὐκ εἶ ξυνέρξων, ἡνίκ’ ἢ σεσώσμεθα

    85 κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ’ ἅμα;

  ΥΛ. Ἀλλ’ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ

  βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·

  νῦν δ’ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς

  ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.

    90 Νῦν δ’ ὡς ξυνίημ’, οὐδὲν ἐλλείψω τὸ μὴ

  πᾶσαν πυθέσθαι τῶνδ’ ἀλήθειαν πέρι.

  ΔΗ. Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ’ εὖ

  πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

  ΧΟΡΟΣ

  Ὃν αἰόλα νὺξ ἐναριζομένα     Str. 1 .

    95 τίκτει κατευνάζει τε φλογιζόμενον

  Ἅλιον, Ἅλιον αἰτῶ

  τοῦτο καρῦξαι τὸν Ἀλκμή-

  νας, πόθι μοι πόθι μοι ναί-

  ει ποτ’, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,

  ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς,

  εἴπ’, ὦ κρατιστεύων κατ’ ὄμμα.

  Ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι     Ant. 1 .

  τὰν ἀμφινεικῆ Δηϊάνειραν ἀεί,

   105 οἷά τιν’ ἄθλιον ὄρνιν,

  οὔποτ’ εὐνάζειν ἀδακρύ-

  των βλεφάρων πόθον, ἀλλ’ εὔ-

  μναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ

  ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι κακὰν

  δύστανον ἐλπίζουσαν αἶσαν.

  Πολλὰ γὰρ ὥστ’ ἀκάμαντος     Str. 2 .

  ἢ νότου ἢ βορέα τις

  κύματ’ ‹ἂν› εὐρέϊ πόντῳ

   115 βάντ’ ἐπιόντα τ’ ἴδοι·

  οὕτω δὲ τὸν Καδμογενῆ

  ‹ς›τρέφει, τὸ δ’ αὔξει βιότου

  πολύπονον ὥσπερ πέλαγος

  Κρήσιον· ἀλλά τις θεῶν

   120 αἰὲν ἀναμπλάκητον Ἅι-

  δα σφε δόμων ἐρύκει.

  Ὧν ἐπιμεμφομένα σ’ αἰ-     Ant. 2 .

  δοῖα μέν, ἀντία δ’ οἴσω·

  φαμὶ γὰρ οὐκ ἀποτρύειν

   125 ἐλπίδα τὰν ἀγαθὰν

  χρῆναί σ’· ἀνάλγητα γὰρ οὐδ’

  ὁ πάντα κραίνων βασιλεὺς

  ἐπέβαλε θνατοῖς Κρονίδας·

  ἀλλ’ ἐπὶ πῆμα καὶ χαρὰ

   130 πᾶσι κυκλοῦσιν, οἷον Ἄρ-

  κτου στροφάδες κέλευθοι.

  Μένει γὰρ οὔτ’ αἰόλα     Ep.

  νὺξ βροτοῖσιν οὔτε Κῆρες οὔτε πλοῦτος,

  ἀλλ’ ἄφαρ βέβακε, τῷ δ’ ἐπέρχεται

   135 χαίρειν τε καὶ στέρεσθαι.

  Ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω

  τάδ’ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε

   140 τέκνοισι Ζῆν’ ἄβουλον εἶδεν;

  ΔΗ. Πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

  πάθημα τοὐμόν· ὡς δ’ ἐγὼ θυμοφθορῶ

  μήτ’ ἐκμάθοις παθοῦσα, νῦν δ’ ἄπειρος εἶ.

  Τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται

   145 χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ,

  οὐδ’ ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,

  ἀλλ’ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον

  ἐς τοῦθ’ ἕως τις ἀντὶ παρθένου γυνὴ

  κληθῇ λάβῃ τ’ ἐν νυκτὶ φροντίδων μέρος

   150 ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη·

  τότ’ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν

  πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.

  Πάθη μὲν οὖν δὴ πόλλ’ ἔγωγ’ ἐκλαυσάμην·

  ἓν δ’, οἷον οὔπω πρόσθεν, αὐτίκ’ ἐξερῶ.

   155 Ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ

  ὡρμᾶτ’ ἀπ’ οἴκων Ἡρακλῆς, τότ’ ἐν δόμοις

  λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην

  ξυνθήμαθ’ ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτὲ

  πολλοὺς ἀγῶνας ἐξιὼν οὕτω φράσαι,

   160 ἀλλ’ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.

  Νῦν δ’, ὡς ἔτ’ οὐκ ὤν, εἶπε μὲν λέχους ὅ τι

  χρείη μ’ ἑλέσθαι κτῆσιν, εἶπε δ’ ἣν τέκνοις

  μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,

  χρόνον προτάξας, ὡς τρίμηνος ἡνίκα

   165 χώρας ἀπείη κἀνιαύσιος βεβώς,

  τότ’ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ,

  ἢ τοῦθ’ ὑπεκδραμόντα τοῦ χρόνου τέλος

  τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.

  Τοιαῦτ’ ἔφραζε πρὸς θεῶν εἱμαρμένα

   170 τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,

  ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε

  Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη.

  Κ�
�ὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου

  τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·

   175 ὥσθ’ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ

  φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν

  πάντων ἀρίστου φωτὸς ἐστερημένην.

  ΧΟ. Εὐφημίαν νῦν ἴσχ’, ἐπεὶ καταστεφῆ

  στείχονθ’ ὁρῶ τιν’ ἄνδρα πρὸς χαρὰν λόγων.

   180 ΑΓΓΕΛΟΣ

  Δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων

  ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον

  καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης

  ἄγοντ’ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

  ΔΗ. Τίν’ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;

   185 ΑΓ. Τάχ’ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν

  ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.

  ΔΗ. Καὶ τοῦ τόδ’ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;

  ΑΓ. Ἐν βουθερεῖ λειμῶνι πρόσπολος θροεῖ,

  Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ’ ἐγὼ κλύων

   190 ἀπῇξ’, ὅπως τοι πρῶτος ἀγγείλας τάδε

  πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

  ΔΗ. Αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;

  ΑΓ. Οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι·

  κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς

   195 κρίνει παραστάς, οὐδ’ ἔχει βῆναι πρόσω·

  τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων

 

‹ Prev