Delphi Complete Works of Sophocles
Page 56
10 πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
ΙΕΡΕΥΣ
Ἀλλ’, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων
λεκτοί· τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον
20 ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει, κἀνακουφίσαι κάρα
βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου,
25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ’
30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
Θεοῖσι μέν νυν οὐκ ἰσούμενός σ’ ἐγὼ
οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς,
35 ὅς γ’ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ’ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ’ ἡμὶν ὀρθῶσαι βίον.
40 Νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν’ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
Ἴθ’, ὦ βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν·
ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50 στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν.
Ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ·
ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς,
55 ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
ΟΙ. ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ’ ἱμείροντες· εὖ γὰρ οἶδ’ ὅτι
60 νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται
μόνον καθ’ αὑτόν, κοὐδέν’ ἄλλον, ἡ δ’ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ’ ὁμοῦ στένει.
65 Ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε·
ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ’ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
70 Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
Καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
75 ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
Ὅταν δ’ ἵκηται, τηνικαῦτ’ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ’ ὅσ’ ἂν δηλοῖ θεός.
ΙΕ. Ἀλλ’ εἰς καλὸν σύ τ’ εἶπας οἵδε τ’ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
80 ΟΙ. Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι.
ΙΕ. Ἀλλ’ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ’ εἷρπε παγκάρπου δάφνης.
ΟΙ. Τάχ’ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
85 Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
τίν’ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
ΚΡΕΩΝ
Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι
κατ’ ὀρθὸν ἐξελθόντα, πάντ’ ἂν εὐτυχεῖν.
ΟΙ. Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
90 οὔτ’ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
ΚΡ. Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
ΟΙ. Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
95 ΚΡ. Λέγοιμ’ ἂν οἷ’ ἤκουσα τοῦ θεοῦ πάρα.
Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ’ ἐλαύνειν μηδ’ ἀνήκεστον τρέφειν.
ΟΙ. Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
100 ΚΡ. Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλ�
�ν
λύοντας, ὡς τόδ’ αἷμα χειμάζον πόλιν.
ΟΙ. Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
ΚΡ. Ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ’ ἡγεμὼν
γῆς τῆσδε, πρὶν σὲ τήνδ’ ἀπευθύνειν πόλιν.
105 ΟΙ. Ἔξοιδ’ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.
ΚΡ. Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
ΟΙ. Οἱ δ’ εἰσὶ ποῦ γῆς; ποῦ τόδ’ εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
110 ΚΡ. Ἐν τῇδ’ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον
ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον.
ΟΙ. Πότερα δ’ ἐν οἴκοις, ἢ ‘ν ἀγροῖς ὁ Λάϊος,
ἢ γῆς ἐπ’ ἄλλης τῷδε συμπίπτει φόνῳ;
ΚΡ. Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν
115 πρὸς οἶκον οὐκέθ’ ἵκεθ’, ὡς ἀπεστάλη.
ΟΙ. Οὐδ’ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ’ ὅτου τις ἐκμαθὼν ἐχρήσατ’ ἄν;
ΚΡ. Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ’ εἰδὼς φράσαι.
120 ΟΙ. Τὸ ποῖον; Ἓν γὰρ πόλλ’ ἂν ἐξεύροι μαθεῖν,
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
ΚΡ. Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
ΟΙ. Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
125 ἐπράσσετ’ ἐνθένδ’, ἐς τόδ’ ἂν τόλμης ἔβη;
ΚΡ. Δοκοῦντα ταῦτ’ ἦν· Λαΐου δ’ ὀλωλότος
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
ΟΙ. Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω πεσούσης, εἶργε τοῦτ’ ἐξειδέναι;
130 ΚΡ. Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
ΟΙ. Ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις αὔτ’ ἐγὼ φανῶ·
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ,
πρὸς τοῦ θανότος τήνδ’ ἔθεσθ’ ἐπιστροφήν·
135 ὥστ’ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον,
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ’ ἅμα.
Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ’ αὐτὸς αὑτοῦ τοῦτ’ ἀποσκεδῶ μύσος.
Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ’ ἂν
140 κἄμ’ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι·
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
Ἀλλ’ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ ἀθροιζέτω,
145 ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς
σὺν τῷ θεῷ φανούμεθ’ ἢ πεπτωκότες.
ΙΕ. Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ δεῦρ’ ἔβημεν ὧν ὅδ’ ἐξαγγέλλεται.
Φοῖβος δ’ ὁ πέμψας τάσδε μαντείας ἅμα
150 σωτήρ θ’ ἵκοιτο καὶ νόσου παυστήριος.
ΧΟΡΟΣ
Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε Str. 1 .
τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα,
δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
155 ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
ἢ περιτελλομέναις ὥραις πάλιν
ἐξανύσεις χρέος·
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος,
ἄμβροτε Φάμα.
Πρῶτά σε κεκλόμενος, θύγατερ Διός, Ant. 1 .
ἄμβροτ’ Ἀθάνα,
160 γαιάοχόν τ’ ἀδελφεὰν
Ἄρτεμιν, ἃ κυκλόεντ’ ἀγορᾶς θρόνον
εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰώ,
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ
165 ὀρνυμένας πόλει
ἠνύσατ’ ἐκτοπίαν φλόγα πήματος,
ἔλθετε καὶ νῦν.
Ὦ πόποι, ἀνάριθμα γὰρ φέρω Str. 2 .
πήματα· νοσεῖ δέ μοι πρόπας
170 στόλος, οὐδ’ ἔνι φροντίδος ἔγχος
ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
175 ἄλλον δ’ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
Ὧν πόλις ἀνάριθμος ὄλλυται· Ant. 2 .
180 νηλέα δὲ γένεθλα πρὸς πέδῳ
θαναταφόρα κεῖται ἀνοίκτως·
ἐν δ’ ἄλοχοι πολιαί τ’ ἔπι ματέρες
ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι
185 λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσι.
Παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος·
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
Ἄρεά τε τὸν μαλερόν, ὃς Str. 3 .
νῦν ἄχαλκος ἀσπίδων
φλέγει με περιβόατος ἀντιάζων,
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἄπουρον, εἴτ’ ἐς μέγαν
195 θάλαμον Ἀμφιτρίτας,
εἴτ’ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ,
τοῦτ’ ἐπ’ ἦμαρ ἔρχεται·
200 τόν, ὦ ‹τᾶν› πυρφόρων
ἀστρ
απᾶν κράτη νέμων,
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ.
Λύκει’ ἄναξ, τά τε σὰ χρυ- Ant. 3 .
σοστρόφων ἀπ’ ἀγκυλῶν
205 βέλεα θέλοιμ’ ἂν ἀδάματ’ ἐνδατεῖσθαι
ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς
Λύκι’ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
210 τᾶσδ’ ἐπώνυμον γᾶς,
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον
πελασθῆναι φλέγοντ’
ἀγλαῶπι ˉ ˘ ˉ
215 πεύκᾳ ‘πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
ΟΙ. Αἰτεῖς· ἃ δ’ αἰτεῖς, τἄμ’ ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν.
Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ,
220 ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον·
νῦν δ’, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
“Ὅστις ποθ’ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225 κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ’ ὑπεξέλοι
αὐτὸς καθ’ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν, γῆς δ’ ἄπεισιν ἀσφαλής.