Book Read Free

Delphi Complete Works of Sophocles

Page 68

by Sophocles


  1000 ἕως ἂν ᾖ μοι γῆς τόδ’ αἰπεινὸν βάθρον.

  ΟΔ. Τί δ’ ἐργασείεις;

  ΦΙ.         Κρᾶτ’ ἐμὸν τόδ’ αὐτίκα

  πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.

  ΟΔ. Ξυλλάβετέ γ’ αὐτόν· μὴ ‘πὶ τῷδ’ ἔστω τάδε.

  ΦΙ. Ὦ χεῖρες, οἷα πάσχετ’ ἐν χρείᾳ φίλης

  1005 νευρᾶς, ὑπ’ ἀνδρὸς τοῦδε συνθηρώμεναι.

  Ὦ μηδὲν ὑγιὲς μηδ’ ἐλεύθερον φρονῶν,

  οἷ’ αὖ μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν

  πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί,

  ἀνάξιον μὲν σοῦ, κατάξιον δ’ ἐμοῦ,

  1010 ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,

  δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων

  οἷς τ’ αὐτὸς ἐξήμαρτεν οἷς τ’ ἐγὼ ‘παθον.

  Ἀλλ’ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσ’ ἀεὶ

  ψυχή νιν ἀφυῆ τ’ ὄντα κοὐ θέλονθ’ ὅμως

  1015 εὖ προὐδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.

  Καὶ νῦν ἔμ’, ὦ δύστηνε, συνδήσας νοεῖς

  ἄγειν ἀπ’ ἀκτῆς τῆσδ’, ἐν ᾗ με προὐβάλου

  ἄφιλον, ἔρημον, ἄπολιν, ἐν ζῶσιν νεκρόν;

  Φεῦ.

  Ὄλοιο· καί σοι πολλάκις τόδ’ ηὐξάμην.

  1020 Ἀλλ’, οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,

  σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ’ ἀλγύνομαι

  τοῦτ’ αὔθ’, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,

  γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως

  διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ’ ὑπηρετεῖς.

  1025 Καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς

  ἔπλεις ἅμ’ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,

  ἑκόντα πλεύσανθ’ ἑπτὰ ναυσὶ ναυβάτην,

  ἄτιμον ἔβαλον, ὡς σὺ φῄς, κεῖνοι δὲ σέ.

  Καὶ νῦν τί μ’ ἄγετε; τί μ’ ἀπάγεσθε; τοῦ χάριν;

  1030 ὃς οὐδέν εἰμι καὶ τέθνηχ’ ὑμῖν πάλαι.

  Πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι

  χωλός, δυσώδης; πῶς θεοῖς ἔξεστ’, ἐμοῦ

  πλεύσαντος, αἴθειν ἱερά, πῶς σπένδειν ἔτι;

  αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.

  1035 Κακῶς ὄλοισθ’· ὀλεῖσθε δ’ ἠδικηκότες

  τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.

  Ἔξοιδα δ’ ὡς μέλει γ’· ἐπεὶ οὔποτ’ ἂν στόλον

  ἐπλεύσατ’ ἂν τόνδ’ οὕνεκ’ ἀνδρὸς ἀθλίου,

  εἰ μή τι κέντρον θεῖον ἦγ’ ὑμᾶς ἐμοῦ.

  1040 Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐπόψιοι,

  τείσασθε, τείσασθ’ ἀλλὰ τῷ χρόνῳ ποτὲ

  ξύμπαντας αὐτούς, εἴ τι κἄμ’ οἰκτίρετε·

  ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ’ ἴδοιμ’ ὀλωλότας

  τούτους, δοκοῖμ’ ἂν τῆς νόσου πεφευγέναι.

  1045 ΧΟ. Βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν

  τήνδ’ εἶπ’, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς·

  ΟΔ. Πόλλ’ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ’ ἔπη,

  εἴ μοι παρείκοι· νῦν δ’ ἑνὸς κρατῶ λόγου.

  Οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ’ ἐγώ·

  1050 χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,

  οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν’ εὐσεβῆ.

  Νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,

  πλὴν εἰς σέ· νῦν δὲ σοί γ’ ἑκὼν ἐκστήσομαι.

  Ἄφετε γὰρ αὐτόν, μηδὲ προσψαύσητ’ ἔτι·

  1055 ἐᾶτε μίμνειν. Οὐδὲ σοῦ προσχρῄζομεν,

  τά γ’ ὅπλ’ ἔχοντες ταῦτ’· ἐπεὶ πάρεστι μὲν

  Τεῦκρος παρ’ ἡμῖν, τήνδ’ ἐπιστήμην ἔχων,

  ἐγώ θ’, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν

  τούτων κρατύνειν, μηδ’ ἐπιθύνειν χερί.

  1060 Τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν·

  ἡμεῖς δ’ ἴωμεν· καὶ τάχ’ ἂν τὸ σὸν γέρας

  τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.

  ΦΙ. Οἴμοι· τί δράσω δύσμορος; Σὺ τοῖς ἐμοῖς

  ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανῇ;

  1065 ΟΔ. Μή μ’ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.

  ΦΙ. Ὦ σπέρμ’ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι

  γενήσομαι προσφθεγκτός, ἀλλ’ οὕτως ἄπει;

  ΟΔ. Χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,

  ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.

  1070 ΦΙ. Ἦ καὶ πρὸς ὑμῶν ὧδ’ ἔρημος, ὦ ξένοι,

  λειφθήσομαι δὴ κοὐκ ἐποικτιρεῖτέ με;

  ΧΟ. Ὅδ’ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσ’ ἂν

  οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμεν.

  ΝΕ. Ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως

  1075 πρὸς τοῦδ’· ὅμως δὲ μείνατ’, εἰ τούτῳ δοκεῖ,

  χρόνον τοσοῦτον εἰς ὅσον τά τ’ ἐκ νεὼς

  στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.

  χοὖτος τάχ’ ἂν φρόνησιν ἐν τούτῳ λάβοι

  λῴω τιν’ ἡμῖν. Νὼ μὲν οὖν ὁρμώμεθον,

  1080 ὑμεῖς δ’, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.

  ΦΙ. Ὦ κοίλας πέτρας γύαλον           Str. 1 .

  θερμὸν καὶ παγετῶδες, ὥς σ’

  οὐκ ἔμελλον ἄρ’, ὦ τάλας,

  λείψειν οὐδέποτ’, ἀλλά μοι

  1085 καὶ θνῄσκοντι συνείσῃ.

  Ὤμοι μοί μοι.

  Ὦ πληρέστατον αὔλιον

  λύπας τᾶς ἀπ’ ἐμοῦ τάλαν,

  τίπτ’ αὖ μοι τὸ κατ’ ἦμαρ ἔσ-

  1090 ται; τοῦ ποτε τεύξομαι

  σιτονόμου μέλε
ος πόθεν ἐλπίδος;

  ἴθ’ αἰθέρος ἄνω

  πτωκάδες ὀξυτόνου διὰ πνεύματος·

  ἅλωσιν οὐκέτ’ ἴσχω.

  1095 ΧΟ. Σύ τοι σύ τοι κατηξίω-

  σας, ὦ βαρύποτμ’, οὐκ

  ἄλλοθεν ἁ τύχα ἅδ’ ἀπὸ μείζονος,

  εὖτέ γε παρὸν φρονῆσαι

  τοῦ λῴονος δαίμονος εἵ-

  1100 λου τὸ κάκιον αἰνεῖν.

  ΦΙ. Ὦ τλάμων τλάμων ἄρ’ ἐγὼ           Ant. 1 .

  καὶ μόχθῳ λωβατός, ὃς ἤ-

  δη μετ’ οὐδενὸς ὕστερον

  ἀνδρῶν εἰσοπίσω τάλας

  1105 ναίων ἐνθάδ’ ὀλοῦμαι,

  αἰαῖ αἰαῖ,

  οὐ φορβὰν ἔτι προσφέρων,

  οὐ πτανῶν ἀπ’ ἐμῶν ὅπλων

  1110 κραταιαῖς μετὰ χερσὶν ἴσ-

  χων· ἀλλά μοι ἄσκοπα

  κρυπτά τ’ ἔπη δολερᾶς ὑπέδυ φρενός·

  ἰδοίμαν δέ νιν,

  τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον

  1115 ἐμὰς λαχόντ’ ἀνίας.

  ΧΟ. Πότμος, ‹πότμος› σε δαιμόνων

  τάδ’, οὐδὲ σέ γε δόλος

  ἔσχ’ ὑπὸ χειρὸς ἐμᾶς· στυγερὰν ἔχε

  1120 δύσποτμον ἀρὰν ἐπ’ ἄλλοις·

  καὶ γὰρ ἐμοὶ τοῦτο μέλει,

  μὴ φιλότητ’ ἀπώσῃ.

  ΦΙ. Οἴμοι μοι, καί που πολιᾶς           Str. 2 .

  πόντου θινὸς ἐφήμενος,

  1125 γελᾷ μου, χερὶ πάλλων

  τὰν ἐμὰν μελέου τροφάν,

  τὰν οὐδείς ποτ’ ἐβάστασεν.

  Ὦ τόξον φίλον, ὦ φίλων

  χειρῶν ἐκβεβιασμένον,

  1130 ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας

  ἔχεις, τὸν Ἡράκλειον

  ἄθλιον ὧδέ σοι

  οὐκέτι χρησόμενον τὸ μεθύστερον,

  ἄλλου δ’ ἐν μεταλλαγᾷ

  1135 πολυμηχάνου ἀνδρὸς ἐρέσσῃ,

  ὁρῶν μὲν αἰσχρὰς ἀπάτας,

  στυγνόν τε φῶτ’ ἐχθοδοπόν,

  μυρί’ ἀπ’ αἰσχρῶν ἀνατέλλονθ’ ὅσ’ ἐφ’ ἡ-

  μῖν κάκ’ ἐμήσατ’ οὐδείς.

  1140 ΧΟ. Ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν,

  εἰπόντος δὲ μὴ φθονερὰν

  ἐξῶσαι γλώσσας ὀδύναν.

  Κεῖνος δ’ εἷς ἀπὸ πολλῶν

  ταχθεὶς τῶνδ’ ἐφημοσύνᾳ

  1145 κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.

  ΦΙ. Ὦ πταναὶ θῆραι χαροπῶν τ’           Ant. 2 .

  ἔθνη θηρῶν, οὓς ὅδ’ ἔχει

  χῶρος οὐρεσιβώτας,

  φυγᾷ μ’ οὐκέτ’ ἀπ’ αὐλίων

  1150 πελᾶτ’· οὐ γὰρ ἔχω χεροῖν

  τὰν πρόσθεν βελέων ἀλκάν,

  ὦ δύστανος ἐγὼ τανῦν,

  ἀλλ’ ἀνέδην ὅδε χῶρος ἐρύκεται,

  οὐκέτι φοβητὸς ὑμῖν.

  1155 Ἕρπετε, νῦν καλὸν

  ἀντίφονον κορέσαι στόμα πρὸς χάριν

  ἐμᾶς σαρκὸς αἰόλας·

  ἀπὸ γὰρ βίον αὐτίκα λείψω.

  Πόθεν γὰρ ἔσται βιοτά;

  1160 τίς ὧδ’ ἐν αὔραις τρέφεται,

  μηκέτι μηδενὸς κρατύνων ὅσα πέμ-

  πει βιόδωρος αἶα;

  ΧΟ. Πρὸς θεῶν, εἴ τι σέβῃ ξένον, πέλασσον,

  εὐνοίᾳ πάσᾳ πελάταν·

  1165 ἀλλὰ γνῶθ’, εὖ γνῶθ’, ὅτι σὸν

  κῆρα τάνδ’ ἀποφεύγειν·

  οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ’

  ἔχειν μυρίον ἄχθος ὃ ξυνοικεῖ.

  ΦΙ. Πάλιν, πάλιν παλαιὸν ἄλ-

  1170 γημ’ ὑπέμνασας, ὦ

  λῷστε τῶν πρὶν ἐντόπων.

  Τί μ’ ὤλεσας; τί μ’ εἴργασαι;

  ΧΟ. Τί τοῦτ’ ἔλεξας;

  ΦΙ. Εἰ σὺ τὰν ἐμοὶ στυγερὰν

  1175 Τρῳάδα γᾶν μ’ ἤλπισας ἄξειν.

  ΧΟ. Τόδε γὰρ νοῶ κράτιστον.

  ΦΙ. Ἀπό νύν με λείπετ’ ἤδη.

  ΧΟ. Φίλα μοι, φίλα ταῦτα παρήγγει-

  λας ἑκόντι τε πράσσειν.

  1180 Ἴωμεν, ἴωμεν

  ναὸς ἵν’ ἡμῖν τέτακται.

  ΦΙ. Μή, πρὸς ἀραίου Διός, ἔλ-

  θῃς, ἱκετεύω.

  ΧΟ.       Μετρίαζ’.

  ΦΙ.       Ὦ ξένοι,

  1185 μείνατε, πρὸς θεῶν.

  ΧΟ.         Τί θροεῖς;

  ΦΙ. Αἰαῖ αἰαῖ,

  δαίμων δαίμων· ἀπόλωλ’ ὁ τάλας·

  ὦ πούς, πούς, τί σ’ ἔτ’ ἐν βίῳ

  τεύξω τῷ μετόπιν τάλας;

  1190 Ὦ ξένοι, ἔλθετ’ ἐπήλυδες αὖθις.

  ΧΟ. Τί ῥέξοντες ἀλλοκότῳ

  γνώμᾳ τῶν πάρος, ὧν προὔφαινες;

  ΦΙ. Οὔτοι νεμεσητὸν

  ἀλύοντα χειμερίῳ

  1195 λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.

  ΧΟ. Βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.

  ΦΙ. Οὐδέποτ’ οὐδέποτ’, ἴσθι τόδ’ ἔμπεδον,

  οὐδ’ εἰ πυρφόρος ἀστεροπητὴς

  βροντᾶς αὐγαῖς μ’ εἶσι φλογίζων.

  1200 Ἐρρέτω Ἴλιον, οἵ θ’ ὑπ’ ἐκείνῳ

  πάντες ὅσοι τόδ’ ἔτλασαν ἐμοῦ ποδὸς

  ἄρθρον ἀπῶσαι.

  Ἀλλ’, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.

  ΧΟ. Ποῖον ἐρεῖς τόδ’ ἔπος;

  ΦΙ.     Ξίφος, εἴ ποθεν,

  1205 ἢ γένυν ἢ βελέων τι προπέμψατε.

  ΧΟ. Ὡς τίνα ‹δὴ› ῥέξῃς παλάμαν ποτέ;

  ΦΙ. Κρᾶτ’ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·

  φονᾷ, φονᾷ νόος ἤδη.

  ΧΟ. Τί ποτε;

  1210 ΦΙ. Πατέρα ματεύων.

  ΧΟ. Ποῖ γᾶς;

  ΦΙ. Ἐς Ἅιδου·

  οὐ γὰρ [ἐστ’] ἐν φάει γ’ ἔτι.

&nb
sp; Ὢ πόλις, ὢ [πόλις] πατρία,

  πῶς ἂν εἰσίδοιμί σ’ ἄθλιός γ’ ἀνήρ,

  1215 ὅς γε σὰν λιπὼν ἱερὰν λιβάδ’

  ἐχθροῖσ‹ιν› ἔβαν Δαναοῖς

  ἀρωγός; ἔτ’ οὐδέν εἰμι.

  ΧΟ. Ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ

  στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας

  1220 Ὀδυσσέα στείχοντα τόν τ’ Ἀχιλλέως

  γόνον πρὸς ἡμᾶς δεῦρ’ ἰόντ’ ἐλεύσσομεν.

  ΟΔ. Οὐκ ἂν φράσειας ἥντιν’ αὖ παλίντροπος

  κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;

  ΝΕ. Λύσων ὅσ’ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.

  1225 ΟΔ. Δεινόν γε φωνεῖς· ἡ δ’ ἁμαρτία τίς ἦν;

  ΝΕ. Ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ -

  ΟΔ. Ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;

  ΝΕ. Ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.

  ΟΔ. Τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύῃ νέον;

  1230 ΝΕ. Νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ -

  ΟΔ. Τί χρῆμα δράσεις; ὥς μ’ ὑπῆλθέ τις φόβος.

  ΝΕ. Παρ’ οὗπερ ἔλαβον τάδε τὰ τόξ’, αὖθις πάλιν -

  ΟΔ. Ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;

  ΝΕ. Αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.

 

‹ Prev