Delphi Complete Works of Sophocles
Page 71
οἰκτρὰ δ’ ἐν κοίταις πατρῴαις,
195 ὅτε οἱ παγχάλκων ἀνταία
γενύων ὡρμάθη πλαγά.
Δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,
δεινὰν δεινῶς προφυτεύσαντες
μορφάν, εἴτ’ οὖν θεὸς εἴτε βροτῶν
200 ἦν ὁ ταῦτα πράσσων.
ΗΛ. Ὦ πασᾶν κείνα πλέον ἁμέρα
ἐλθοῦσ’ ἐχθίστα δή μοι·
ὦ νύξ, ὦ δείπνων ἀρρήτων
ἔκπαγλ’ ἄχθη·
205 τοὺς ἐμὸς ἴδε πατὴρ
θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
αἳ τὸν ἐμὸν εἷλον βίον
πρόδοτον, αἵ μ’ ἀπώλεσαν·
οἷς θεὸς ὁ μέγας Ὀλύμπιος
210 ποίνιμα πάθεα παθεῖν πόροι,
μηδέ ποτ’ ἀγλαΐας ἀποναίατο
τοιάδ’ ἀνύσαντες ἔργα.
ΧΟ. Φράζου μὴ πόρσω φωνεῖν· Ant. 3 .
οὐ γνώμαν ἴσχεις ἐξ οἵων
215 τὰ παρόντ’ οἰκείας εἰς ἄτας
ἐμπίπτεις οὕτως αἰκῶς;
Πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
σᾷ δυσθύμῳ τίκτουσ’ αἰεὶ
ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς
220 οὐκ ἐριστὰ πλάθειν.
ΗΛ. Δεινοῖς ἠναγκάσθην, δεινοῖς·
ἔξοιδ’, οὐ λάθει μ’ ὀργά.
Ἀλλ’ - ἐν γὰρ δεινοῖς οὐ σχήσω
ταύτας ἄτας,
225 ὄφρα με βίος ἔχῃ·
τίνι γάρ ποτ’ ἄν, ὦ φιλία γενέθλα,
πρόσφορον ἀκούσαιμ’ ἔπος,
τίνι φρονοῦντι καίρια;
ἄνετέ μ’, ἄνετε, παράγοροι·
230 τάδε γὰρ ἄλυτα κεκλήσεται·
οὐδέ ποτ’ ἐκ καμάτων ἀποπαύσομαι
ἀνάριθμος ὧδε θρήνων.
ΧΟ. Ἀλλ’ οὖν εὐνοίᾳ γ’ αὐδῶ, Epode.
μάτηρ ὡσεί τις πιστά,
235 μὴ τίκτειν σ’ ἄταν ἄταις.
ΗΛ. Καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
ἐν τίνι τοῦτ’ ἔβλαστ’ ἀνθρώπων;
Μήτ’ εἴην ἔντιμος τούτοις,
240 μήτ’, εἴ τῳ πρόσκειμαι χρηστῷ,
ξυνναίοιμ’ εὔκηλος, γονέων
ἐκτίμους ἴσχουσα πτέρυγας
ὀξυτόνων γόων.
Εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν
245 κείσεται τάλας, οἱ δὲ μὴ πάλιν
δώσουσ’ ἀντιφόνους δίκας,
ἔρροι τ’ ἂν αἰδὼς ἁπάν-
250 των τ’ εὐσέβεια θνατῶν.
ΧΟ. Ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ’ ἅμα
καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ’ ἅμα.
ΗΛ. Αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
255 πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν·
ἀλλ’ ἡ βία γὰρ ταῦτ’ ἀναγκάζει με δρᾶν,
σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
πατρῷ’ ὁρῶσα πήματ’, οὐ δρῴη τάδ’ ἄν,
ἁγὼ κατ’ ἦμαρ καὶ κατ’ εὐφρόνην ἀεὶ
260 θάλλοντα μᾶλλον ἢ καταφθίνονθ’ ὁρῶ;
ᾗ πρῶτα μὲν τὰ μητρὸς ἥ μ’ ἐγείνατο
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδ’ ἄρχομαι, κἀκ τῶνδέ μοι
265 λαβεῖν θ’ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
Ἔπειτα ποίας ἡμέρας δοκεῖς μ’ ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ’ ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δ’ ἐσθήματα
φοροῦντ’ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
270 σπένδοντα λοιβὰς ἔνθ’ ἐκεῖνον ὤλεσεν;
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοφόντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ’ εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην.
275 Ἣ δ’ ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστ’, Ἐρινὺν οὔτιν’ ἐκφοβουμένη·
ἀλλ’ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσ’ ἐκείνην ἡμέραν ἐν ᾗ τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280 ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμην’ ἱερὰ τοῖς σωτηρίοις.
Ἐγὼ δ’ ὁρῶσ’ ἡ δύσμορος κατὰ στέγας
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
τὴν δυστάλαιναν δαῖτ’ ἐπωνομασμένην
285 αὐτὴ πρὸς αὑτήν· οὐδὲ γὰρ κλαῦσαι πάρα
τοσόνδ’ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
Αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδ’ ἐξονειδίζει κακά·
“Ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290 τέθνηκεν; ἄλλος δ’ οὔτις ἐν πένθει βροτῶν;
κακῶς ὄλοιο, μηδέ σ’ ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.”
Τάδ’ ἐξυβρίζει, πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντ’ Ὀρέστην, τηνικαῦτα δ’ ἐμμανὴς
295 βοᾷ παραστᾶσ’· “Οὐ σύ μοι τῶνδ’ αἰτία;
οὐ σὸν τόδ’ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασ’ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
ἀλλ’ ἴσθι τοι τείσουσά γ’ ἀξίαν δίκην.”
Τοιαῦθ’ ὑλακτεῖ, σὺν δ’ ἐποτρύνει πέλας
300 ὁ κλεινὸς αὐτῇ ταῦτα νυμφίος παρών,
ὁ πάντ’ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
/>
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
Ἐγὼ δ’, Ὀρέστην τῶνδε προσμένουσ’ ἀεὶ
παυστῆρ’ ἐφήξειν, ἡ τάλαιν’ ἀπόλλυμαι·
305 μέλλων γὰρ αἰεὶ δρᾶν τι τὰς οὔσας τέ μου
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
Ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
οὔτ’ εὐσεβεῖν πάρεστιν· ἀλλ’ ἐν τοῖς κακοῖς
πολλή ‘στ’ ἀνάγκη κἀπιτηδεύειν κακά.
310 ΧΟ. Φέρ’ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
λέγεις τάδ’ ἡμῖν, ἢ βεβῶτος ἐκ δόμων;
ΗΛ. Ἦ κάρτα· μὴ δόκει μ’ ἄν, εἴπερ ἦν πέλας,
θυραῖον οἰχνεῖν· νῦν δ’ ἀγροῖσι τυγχάνει.
ΧΟ. Ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
315 τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ’ ἔχει.
ΗΛ. Ὡς νῦν ἀπόντος ἱστόρει τί σοι φίλον.
ΧΟ. Καὶ δή σ’ ἐρωτῶ. Τοῦ κασιγνήτου τί φῄς,
ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
ΗΛ. Φησίν γε· φάσκων δ’ οὐδὲν ὧν λέγει ποεῖ.
320 ΧΟ. Φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ’ ἀνὴρ πράσσων μέγα.
ΗΛ. Καὶ μὴν ἔγωγ’ ἔσωσ’ ἐκεῖνον οὐκ ὄκνῳ.
ΧΟ. Θάρσει· πέφυκεν ἐσθλὸς ὥστ’ ἀρκεῖν φίλοις.
ΗΛ. Πέποιθ’, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
ΧΟ. Μὴ νῦν ἔτ’ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
325 τὴν σὴν ὅμαιμον, ἐκ πατρὸς ταὐτοῦ φύσιν,
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
ΧΡΥΣΟΘΕΜΙΣ
Τίν’ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
330 κοὐδ’ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
Καίτοι τοσοῦτόν γ’ οἶδα κἀμαυτὴν ὅτι
ἀλγῶ ‘πὶ τοῖς παροῦσιν· ὥστ’ ἄν, εἰ σθένος
λάβοιμι, δηλώσαιμ’ ἂν οἷ’ αὐτοῖς φρονῶ·
335 νῦν δ’ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
τοιαῦτα δ’ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
Καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ‘γὼ λέγω,
ἀλλ’ ᾗ σὺ κρίνεις· εἰ δ’ ἐλευθέραν με δεῖ
340 ζῆν, τῶν κρατούντων ἐστὶ πάντ’ ἀκουστέα·
ΗΛ. Δεινόν γέ σ’ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς
κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
Ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
κείνης διδακτὰ κοὐδὲν ἐκ σαυτῆς λέγεις.
345 Ἔπειθ’ ἑλοῦ γε θάτερ’, ἢ φρονεῖν κακῶς,
ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν·
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350 οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις·
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
Ἐπεὶ δίδαξον, ἢ μάθ’ ἐξ ἐμοῦ, τί μοι
κέρδος γένοιτ’ ἂν τῶνδε ληξάσῃ γόων.
Οὐ ζῶ; κακῶς μέν, οἶδ’, ἐπαρκούντως δ’ ἐμοί·
355 λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
τιμὰς προσάπτειν, εἴ τις ἔστ’ ἐκεῖ χάρις.
Σὺ δ’ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
Ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ’, οὐδ’ εἴ μοι τὰ σὰ
360 μέλλοι τις οἴσειν δῶρ’, ἐφ’ οἷσι νῦν χλιδᾷς,
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
τράπεζα κείσθω καὶ περιρρείτω βίος·
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον
βόσκημα· τῆς σῆς δ’ οὐκ ἐρῶ τιμῆς τυχεῖν,
365 οὐδ’ ἂν σύ, σώφρων γ’ οὖσα. Νῦν δ’ ἐξὸν πατρὸς
πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
τῆς μητρός· οὕτω γὰρ φανῇ πλείστοις κακή,
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
ΧΟ. Μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
370 ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
ΧΡ. Ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
τῶν τῆσδε μύθων· οὐδ’ ἂν ἐμνήσθην ποτέ,
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
375 ἤκουσ’, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
ΗΛ. Φέρ’ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ’ ἔτι.
ΧΡ. Ἀλλ’ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ’ ἐγώ·
μέλλουσι γάρ σ’, εἰ τῶνδε μὴ λήξεις γόων,
380 ἐνταῦθα πέμψειν ἔνθα μήποθ’ ἡλίου
φέγγος προσόψει, ζῶσα δ’ ἐν κατηρεφεῖ
στέγῃ χθονὸς τῆσδ’ ἐκτὸς ὑμνήσεις κακά.
Πρὸς ταῦτα φράζου καί με μή ποθ’ ὕστερον
παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
385 ΗΛ. Ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
ΧΡ. Μάλισθ’· ὅταν περ οἴκαδ’ Αἴγισθος μόλῃ.
ΗΛ. Ἀλλ’ ἐξίκοιτο τοῦδέ γ’ οὕνεκ’ ἐν τάχει.
ΧΡ. Τίν’, ὦ τάλαινα, τόνδ’ ἐπηράσω λόγον;
ΗΛ. Ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
390 ΧΡ. Ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ’ εἶ
φρενῶν;
ΗΛ. Ὅπως ἀφ’ ὑμῶν ὡς προσώτατ’ ἐκφύγω.
ΧΡ. Βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
ΗΛ. Καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
ΧΡ. Ἀλλ’ ἦν ἄν, εἰ σύ γ’ εὖ φρονεῖν ἠπίστασο.
395 ΗΛ. Μή μ’ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
ΧΡ. Ἀλλ’ οὐ διδάσκω· τοῖς κρατοῦσι δ’ εἰκαθεῖν.
ΗΛ. Σὺ ταῦτα θώπευ’· οὐκ ἐμοὺς τρόπους λέγεις.
ΧΡ. Καλόν γε μέντοι μὴ ‘ξ ἀβουλίας πεσεῖν.
ΗΛ. Πεσούμεθ’, εἰ χρή, πατρὶ τιμωρούμενοι.
400 ΧΡ. Πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
ΗΛ. Ταῦτ’ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
ΧΡ. Σὺ δ’ οὐχὶ πείσῃ καὶ συναινέσεις ἐμοί;
ΗΛ. Οὐ δῆτα· μή πω νοῦ τοσόνδ’ εἴην κενή.
ΧΡ. Χωρήσομαι τἄρ’ οἷπερ ἐστάλην ὁδοῦ.
405 ΗΛ. Ποῖ δ’ ἐμπορεύῃ; τῷ φέρεις τάδ’ ἔμπυρα;
ΧΡ. Μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
ΗΛ. Πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
ΧΡ. Ὃν ἔκταν’ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
ΗΛ. Ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ’ ἤρεσεν;
410 ΧΡ. Ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί.