by Sophocles
ΗΛ. Ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ’ ἀλλὰ νῦν.
ΧΡ. Ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
ΗΛ. Εἴ μοι λέγεις τὴν ὄψιν, εἴποιμ’ ἂν τότε.
ΧΡ. Ἀλλ’ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
415 ΗΛ. Λέγ’ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
ΧΡ. Λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
ἐλθόντος ἐς φῶς· εἶτα τόνδ’ ἐφέστιον
420 πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
αὐτός, τανῦν δ’ Αἴγισθος· ἐκ δὲ τοῦδ’ ἄνω
βλαστεῖν βρύοντα θαλλὸν ᾧ κατάσκιον
πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
Τοιαῦτά του παρόντος, ἡνίχ’ Ἡλίῳ
425 δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου·
πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
πέμπει μ’ ἐκείνη τοῦδε τοῦ φόβου χάριν.
Πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
ἐμοὶ πιθέσθαι μηδ’ ἀβουλίᾳ πεσεῖν·
430 εἰ γάρ μ’ ἀπώσῃ, σὺν κακῷ μέτει πάλιν.
ΗΛ. Ἀλλ’, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
οὐδ’ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
κτερίσματ’ οὐδὲ λουτρὰ προσφέρειν πατρί·
435 ἀλλ’ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει
κρύψον νιν, ἔνθα μή ποτ’ εἰς εὐνὴν πατρὸς
τούτων πρόσεισι μηδέν· ἀλλ’ ὅταν θάνῃ,
κειμήλι’ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
Ἀρχὴν δ’ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
440 πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
οὐκ ἄν ποθ’, ὅν γ’ ἔκτεινε, τῷδ’ ἐπέστεφε.
Σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
γέρα τάδ’ οὑν τάφοισι δέξεσθαι νέκυς,
ὑφ’ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς
445 ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
κηλῖδας ἐξέμαξεν· ἆρα μὴ δοκεῖς
λυτήρι’ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
Οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δέ,
τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
450 κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ’, ἀλλ’ ὅμως
ἅχω, δὸς αὐτῷ τήνδε λιπαρῆ τρίχα
καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον·
αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
455 καὶ παῖδ’ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
ἐχθροῖσιν αὐτοῦ ζῶντ’ ἐπεμβῆναι ποδί,
ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
χερσὶ στέφωμεν ἢ τανῦν δωρούμεθα.
Οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
460 πέμψαι τάδ’ αὐτῇ δυσπρόσοπτ’ ὀνείρατα.
Ὅμως δ’, ἀδελφή, σοί θ’ ὑπούργησον τάδε
ἐμοί τ’ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
πάντων ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
ΧΟ. Πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,
465 εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
ΧΡ. Δράσω· τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον
δυοῖν ἐρίζειν, ἀλλ’ ἐπισπεύδειν τὸ δρᾶν.
Πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
σιγὴ παρ’ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
470 ὡς εἰ τάδ’ ἡ τεκοῦσα πεύσεται, πικρὰν
δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
ΧΟ. Εἰ μὴ ‘γὼ παράφρων μάντις ἔφυν καὶ γνώ- Str.
475 μας λειπομένα σοφᾶς,
εἶσιν ἁ πρόμαντις,
Δίκα δίκαια φερομένα χεροῖν κράτη·
μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
Ὕπεστί μοι θράσος,
480 ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων.
Οὐ γάρ ποτ’ ἀμναστεῖ γ’ ὁ φύσας Ἑλλάνων ἄναξ,
485 οὐδ’ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
Ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δει- Ant.
490 νοῖς κρυπτομένα λόχοις
χαλκόπους Ἐρινύς.
Ἄλεκτρ’, ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
γάμων ἁμιλλήμαθ’ οἷσιν οὐ θέμις.
495 Πρὸ τῶνδέ τοί μ’ ἔχει
μήποτε μήποθ’ ἡμὶν ἀψεγὲς πελᾶν τέρας
τοῖς δρῶσι καὶ συνδρῶσιν. Ἤ τοι μαντεῖαι βροτῶν
500 οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδ’ ἐν θεσφάτοις,
εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
Ὦ Πέλοπος ἁ πρόσθεν πολύπονος ἱππεία, Epode.
ὡς ἔμολες αἰανὴς τᾷδε γᾷ.
Εὖτε γὰρ ὁ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη,
510 παγχρύσων δίφρων
δυστάνοις αἰκίαις
πρόρριζος ἐκριφθείς, οὔ τί πω
515 ἔλειπεν ἐκ τοῦδ’ οἴκους πολύπονος αἰκία.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
Ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφῃ.
Οὐ γὰρ πάρεστ’ Αἴγισθος, ὅς σ’ ἐπεῖχ’ ἀεὶ
μή τοι θυραίαν γ’ οὖσαν αἰσχύνειν φίλους·
νῦν δ’, ὡς ἄπεστ’ ἐκεῖνος, οὐδὲν ἐντρέπῃ
520 ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ
ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
ἄρχω, καθ
υβρίζουσα καὶ σὲ καὶ τὰ σά.
Ἐγὼ δ’ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
525 Πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ’ ἀεὶ
ὡς ἐξ ἐμοῦ τέθνηκεν· ἐξ ἐμοῦ, καλῶς
ἔξοιδα· τῶνδ’ ἄρνησις οὐκ ἔνεστί μοι·
ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
ᾗ χρῆν σ’ ἀρήγειν, εἰ φρονοῦσ’ ἐτύγχανες·
530 ἐπεὶ πατὴρ οὗτος σὸς ὃν θρηνεῖς ἀεὶ
τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
λύπης, ὅτ’ ἔσπειρ’, ὥσπερ ἡ τίκτουσ’ ἐγώ.
Εἶεν, δίδαξον δή με τοῦ χάριν τίνων
535 ἔθυσεν αὐτήν. Πότερον Ἀργείων ἐρεῖς;
ἀλλ’ οὐ μετῆν αὐτοῖσι τήν γ’ ἐμὴν κτανεῖν,
ἀλλ’ ἀντ’ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
τἄμ’ οὐκ ἔμελλεν τῶνδέ μοι δώσειν δίκην;
Πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
540 οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
καὶ μητρὸς ὄντας ἧς ὁ πλοῦς ὅδ’ ἦν χάριν;
Ἢ τῶν ἐμῶν Ἅιδης τιν’ ἵμερον τέκνων
ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
Ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
545 παίδων πόθος παρεῖτο, Μενέλεω δ’ ἐνῆν;
Οὐ ταῦτ’ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
φαίη δ’ ἂν ἡ θανοῦσά γ’, εἰ φωνὴν λάβοι.
Ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
550 δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
ΗΛ. Ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ’ ὡς ἄρξασά τι
λυπηρὸν εἶτα σοῦ τάδ’ ἐξήκουσ’ ὕπο·
ἀλλ’ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ’ ὕπερ
555 λέξαιμ’ ἂν ὀρθῶς τῆς κασιγνήτης θ’ ὁμοῦ.
ΚΛ. Καὶ μὴν ἐφίημ’· εἰ δέ μ’ ὧδ’ ἀεὶ λόγους
ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
ΗΛ. Καὶ δὴ λέγω σοι. Πατέρα φῂς κτεῖναι· τίς ἂν
τούτου λόγος γένοιτ’ ἂν αἰσχίων ἔτι,
560 εἴτ’ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
ὡς οὐ δίκῃ γ’ ἔκτεινας, ἀλλά σ’ ἔσπασεν
πειθὼ κακοῦ πρὸς ἀνδρὸς ᾧ τανῦν ξύνει.
Ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν τίνος
ποινὰς τὰ πολλὰ πνεύματ’ ἔσχ’ ἐν Αὐλίδι·
565 ἢ ‘γὼ φράσω; κείνης γὰρ οὐ θέμις μαθεῖν.
Πατήρ ποθ’ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
παίζων κατ’ ἄλσος ἐξεκίνησεν ποδοῖν
στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
570 Κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
κατεῖχ’ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
Ὧδ’ ἦν τὰ κείνης θύματ’· οὐ γὰρ ἦν λύσις
ἄλλη στρατῷ πρὸς οἶκον οὐδ’ ἐς Ἴλιον.
575 Ἀνθ’ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
Εἰ δ’ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
ἐπωφελῆσαι ταῦτ’ ἔδρα, τούτου θανεῖν
χρῆν αὐτὸν οὕνεκ’ ἐκ σέθεν; ποίῳ νόμῳ;
580 Ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς·
εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ’ ἄλλου, σύ τοι
πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
Ἀλλ’ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης·
585 εἰ γὰρ θέλεις, δίδαξον ἀνθ’ ὅτου τανῦν
αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
ἥτις ξυνεύδεις τῷ παλαμναίῳ μεθ’ οὗ
πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
590 κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ’ ἔχεις.
Πῶς ταῦτ’ ἐπαινέσαιμ’ ἄν; ἢ καὶ τοῦτ’ ἐρεῖς,
ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
Αἰσχρῶς δ’, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν
ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
595 Ἀλλ’ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
κακοστομοῦμεν. Καί σ’ ἔγωγε δεσπότιν
ἢ μητέρ’ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
600 πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου.
Ὁ δ’ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
τλήμων Ὀρέστης, δυστυχῆ τρίβει βίον·
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
ἐπῃτιάσω· καὶ τόδ’, εἴπερ ἔσθενον,
605 ἔδρων ἄν, εὖ τοῦτ’ ἴσθι. Τοῦδέ γ’ οὕνεκα
κήρυσσέ μ’ εἰς ἅπαντας, εἴτε χρὴ κακήν,
εἴτε στόμαργον, εἴτ’ ἀναιδείας πλέαν·
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
610 ΧΟ. Ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ
ξύνεστι, τοῦδε φροντίδ’ οὐκέτ’ εἰσορῶ.
ΚΛ. Ποίας δ’ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
καὶ ταῦ�
�α τηλικοῦτος; ἆρά σοι δοκεῖ
615 χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
ΗΛ. Εὖ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν,
κεἰ μὴ δοκῶ σοι· μανθάνω δ’ ὁθούνεκα
ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
Ἀλλ’ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
620 ἔργ’ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·
αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ’ ἐκδιδάσκεται.
ΚΛ. Ὦ θρέμμ’ ἀναιδές, ἦ σ’ ἐγὼ καὶ τἄμ’ ἔπη
καὶ τἄργα τἀμὰ πόλλ’ ἄγαν λέγειν ποεῖ.
ΗΛ. Σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
625 τοὔργον, τὰ δ’ ἔργα τοὺς λόγους εὑρίσκεται.
ΚΛ. Ἀλλ’ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
τοῦδ’ οὐκ ἀλύξεις, εὖτ’ ἂν Αἴγισθος μόλῃ.
ΗΛ. Ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρῃ, μεθεῖσά μοι
λέγειν ἃ χρῄζοιμ’, οὐδ’ ἐπίστασαι κλύειν.
630 ΚΛ. Οὔκουν ἐάσεις οὐδ’ ὑπ’ εὐφήμου βοῆς
θῦσαί μ’, ἐπειδὴ σοί γ’ ἐφῆκα πᾶν λέγειν;
ΗΛ. Ἐῶ, κελεύω, θῦε· μηδ’ ἐπαιτιῶ
τοὐμὸν στόμ’, ὡς οὐκ ἂν πέρα λέξαιμ’ ἔτι.
ΚΛ. Ἔπαιρε δὴ σὺ θύμαθ’ ἡ παροῦσά μοι
635 πάγκαρπ’, ἄνακτι τῷδ’ ὅπως λυτηρίους
εὐχὰς ἀνάσχω δειμάτων ἃ νῦν ἔχω.
Κλύοις ἂν ἤδη Φοῖβε προστατήριε,
κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει