by Sophocles
640 πρὸς φῶς, παρούσης τῆσδε πλησίας ἐμοί,
μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν·
ἀλλ’ ὧδ’ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
Ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
645 δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει’ ἄναξ,
εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
εἰ δ’ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες.
Καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
650 ἀλλ’ ὧδέ μ’ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ
δόμους Ἀτρειδῶν σκῆπτρά τ’ ἀμφέπειν τάδε,
φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
655 Ταῦτ’, ὦ Λύκει’ Ἄπολλον, ἵλεως κλύων
δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα·
τὰ δ’ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
ἐπαξιῶ σε δαίμον’ ὄντ’ ἐξειδέναι·
τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ’ ὁρᾶν.
660 ΠΑ. Ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
εἰ τοῦ τυράννου δώματ’ Αἰγίσθου τάδε;
ΧΟ. Τάδ’ ἐστίν, ὦ ξέν’· αὐτὸς εἴκασας καλῶς.
ΠΑ. Ἦ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ
κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
665 ΧΟ. Μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
ΠΑ. Ὦ χαῖρ’, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
ἡδεῖς φίλου παρ’ ἀνδρὸς Αἰγίσθῳ θ’ ὁμοῦ.
ΚΛ. Ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
πρώτιστα χρῄζω τίς σ’ ἀπέστειλεν βροτῶν.
670 ΠΑ. Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
ΚΛ. Τὸ ποῖον, ὦ ξέν’; εἰπέ· παρὰ φίλου γὰρ ὢν
ἀνδρὸς, σάφ’ οἶδα, προσφιλεῖς λέξεις λόγους.
ΠΑ. Τέθνηκ’ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
ΗΛ. Οἲ ‘γὼ τάλαιν’, ὄλωλα τῇδ’ ἐν ἡμέρᾳ.
675 ΚΛ. Τί φῄς, τί φῄς, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
ΠΑ. Θανόντ’ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
ΗΛ. Ἀπωλόμην δύστηνος, οὐδέν εἰμ’ ἔτι.
ΚΛ. Σὺ μὲν τὰ σαυτῆς πρᾶσσ’· ἐμοὶ δὲ σύ, ξένε,
τἀληθὲς εἰπέ· τῷ τρόπῳ διόλλυται;
680 ΠΑ. Κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
Κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
πρόσχημ’ ἀγῶνος, Δελφικῶν ἄθλων χάριν,
ὅτ’ ᾔσθετ’ ἀνδρὸς ὀρθίων κηρυγμάτων
δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
685 εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
δρόμου δ’ ἰσώσας τῇ φύσει τὰ τέρματα,
νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
Χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
οὐκ οἶδα τοιοῦδ’ ἀνδρὸς ἔργα καὶ κράτη·
690 ἓν δ’ ἴσθ’ ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
†δρόμων, διαύλων, πένταθλ’ ἃ νομίζεται ,
τούτων ἐνεγκὼν πάντα τἀπινίκια,
ὠλβίζετ’, Ἀργεῖος μὲν ἀνακαλούμενος,
ὄνομα δ’ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
695 Ἀγαμέμνονος στράτευμ’ ἀγείραντός ποτε.
Καὶ ταῦτα μὲν τοιαῦθ’· ὅταν δέ τις θεῶν
βλάπτῃ, δύναιτ’ ἂν οὐδ’ ἂν ἰσχύων φυγεῖν.
Κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ’ ἱππικῶν
ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
700 εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
Εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
Λίβυες, ζυγωτῶν ἁρμάτων ἐπιστάται·
κἀκεῖνος ἐν τούτοισι θεσσαλὰς ἔχων
ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας
705 ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·
ὁ δ’ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·
ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·
Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
Στάντες δ’ ὅθ’ αὐτοὺς οἱ τεταγμένοι βραβῆς
710 κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δ’ ἅμα
ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
κτύπου κροτητῶν ἁρμάτων· κόνις δ’ ἄνω
715 φορεῖθ’· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι
φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
χνόας τις αὐτῶν καὶ φρυάγμαθ’ ἱππικά.
Ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
720 Κεῖνος δ’ ὑπ’ αὐτὴν ἐσχάτην στήλην ἔχων
ἔχριμπτ’ ἀεὶ σύριγγα, δεξιὸν δ’ ἀνεὶς
σειραῖον ἵππον, εἶργε τὸν προσκείμενον.
Καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
ἔπειτα δ’ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
725 πῶλοι βίᾳ φέρουσιν, ἐκ δ’ ὑποστροφῆς,
τελοῦντες ἕκτον ἕβδομόν τ’ ἤδη δρόμον,
μέτωπα συμπαίουσι βαρκαίοις ὄχοις·
κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
ἔθραυε κἀνέπιπτε, πᾶν δ’ ἐπίμπλατο
730 ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
Γνοὺς δ’ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
ἔ�
�ω παρασπᾷ κἀνοκωχεύει παρεὶς
κλύδων’ ἔφιππον ἐν μέσῳ κυκώμενον.
Ἤλαυνε δ’ ἔσχατος μέν, ὑστέρας ἔχων
735 πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·
ὅπως δ’ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
ὀξὺν δι’ ὤτων κέλαδον ἐνσείσας θοαῖς
πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
ἠλαυνέτην, τότ’ ἄλλος, ἄλλοθ’ ἅτερος
740 κάρα προβάλλων ἱππικῶν ὀχημάτων.
Καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
ὠρθοῦθ’ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
ἔπειτα, λύων ἡνίαν ἀριστερὰν
κάμπτοντος ἵππου, λανθάνει στήλην ἄκραν
745 παίσας· ἔθραυσε δ’ ἄξονος μέσας χνόας,
κἀξ ἀντύγων ὤλισθε· σὺν δ’ ἑλίσσεται
τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
Στρατὸς δ’ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
750 δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
οἷ’ ἔργα δράσας οἷα λαγχάνει κακά,
φορούμενος πρὸς οὖδας, ἄλλοτ’ οὐρανῷ
σκέλη προφαίνων, ἔστε νιν διφρηλάται,
μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
755 ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
γνῶναι φίλων ἰδόντ’ ἂν ἄθλιον δέμας.
Καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
760 ὅπως πατρῴας τύμβον ἐκλάχοι χθονός.
Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὡς μὲν ἐν λόγοις
ἀλγεινά, τοῖς δ’ ἰδοῦσιν, οἵπερ εἴδομεν,
μέγιστα πάντων ὧν ὄπωπ’ ἐγὼ κακῶν.
ΧΟ. Φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
765 πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
ΚΛ. Ὦ Ζεῦ, τί ταῦτα; πότερον εὐτυχῆ λέγω
ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ’ ἔχει,
εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
ΠΑ. Τί δ’ ὧδ’ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
770 ΚΛ. Δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς
πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
ΠΑ. Μάτην ἄρ’ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
ΚΛ. Οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις;
εἴ μοι θανόντος πίστ’ ἔχων τεκμήρια
775 προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
ἀπεξενοῦτο· καί μ’, ἐπεὶ τῆσδε χθονὸς
ἐξῆλθεν, οὐκέτ’ εἶδεν· ἐγκαλῶν δέ μοι
φόνους πατρῴους δείν’ ἐπηπείλει τελεῖν·
780 ὥστ’ οὔτε νυκτὸς ὕπνον οὔτ’ ἐξ ἡμέρας
ἐμὲ στεγάζειν ἡδύν, ἀλλ’ ὁ προστατῶν
χρόνος διῆγέ μ’ αἰὲν ὡς θανουμένην.
Νῦν δ’ - ἡμέρᾳ γὰρ τῇδ’ ἀπήλλαγμαι φόβου
πρὸς τῆσδ’ ἐκείνου θ’· ἥδε γὰρ μείζων βλάβη
785 ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσ’ ἀεὶ
ψυχῆς ἄκρατον αἷμα - νῦν δ’ ἕκηλά που
τῶν τῆσδ’ ἀπειλῶν οὕνεχ’ ἡμερεύσομεν.
ΗΛ. Οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,
Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ’ ὧδ’ ἔχων
790 πρὸς τῆσδ’ ὑβρίζῃ μητρός· ἆρ’ ἔχει καλῶς;
ΚΛ. Οὔτοι σύ· κεῖνος δ’, ὡς ἔχει, καλῶς ἔχει.
ΗΛ. Ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
ΚΛ. Ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
ΗΛ. Ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
795 ΚΛ. Οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
ΗΛ. Πεπαύμεθ’ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
ΚΛ. Πολλῶν ἂν ἥκοις, ὦ ξέν’, ἄξιος τυχεῖν,
εἰ τήνδ’ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
ΠΑ. Οὐκοῦν ἀποστείχοιμ’ ἄν, εἰ τάδ’ εὖ κυρεῖ.
800 ΚΛ. Ἥκιστ’· ἐπείπερ οὔτ’ ἐμοῦ καταξίως
πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
Ἀλλ’ εἴσιθ’ εἴσω· τήνδε δ’ ἔκτοθεν βοᾶν
ἔα τά θ’ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
ΗΛ. Ἆρ’ ὑμίν, ὡς ἀλγοῦσα κὠδυνωμένη,
805 δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
τὸν υἱὸν ἡ δύστηνος ὧδ’ ὀλωλότα,
ἀλλ’ ἐγγελῶσα φροῦδος; Ὢ τάλαιν’ ἐγώ·
Ὀρέστα φίλταθ’, ὥς μ’ ἀπώλεσας θανών.
Ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχῃ φρενὸς
810 αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
κἀμοῦ ταλαίνης. Νῦν δὲ ποῖ με χρὴ μολεῖν;
μόνη γάρ εἰμι, σοῦ τ’ ἀπεστερημένη
καὶ πατρός· ἤδη δεῖ με δουλεύειν πάλιν
815 ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοί,
φονεῦσι πατρός· ἆρά μοι καλῶς ἔχει;
Ἀλλ’ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
ξύνοικος εἴσειμ’, ἀλλὰ τῇδε πρὸς πύλῃ
παρεῖσ’ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
820 Πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,
τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
λύπη δ’, ἐὰν ζῶ· τοῦ βίου δ’ οὐδεὶς πόθος.
ΧΟ. Ποῦ ποτε κεραυνοὶ Διός, ἢ ποῦ φαέθων Ἅ- Str. 1 .
825 λιος, εἰ ταῦτ’ ἐφορῶν-
τες
κρύπτουσιν ἕκηλοι;
ΗΛ. Ἒ ἔ, αἰαῖ. ΧΟ. Ὦ παῖ, τί δακρύεις;
830 ΗΛ. Φεῦ. ΧΟ. Μηδὲν μέγ’ ἀΰσῃς.
ΗΛ. Ἀπολεῖς. ΧΟ. Πῶς;
ΗΛ. Εἰ τῶν φανερῶς οἰχομέ-
νων εἰς Ἀΐδαν ἐλπίδ’ ὑπ-
835 οίσεις, κατ’ ἐμοῦ τακομέ-
νας μᾶλλον ἐπεμβάσῃ.
ΧΟ. Οἶδα γὰρ ἄνακτ’ Ἀμφιάρεων χρυσοδέτοις ἕρ- Ant. 1 .
κεσι κρυφθέντα γυναι-
840 κῶν· καὶ νῦν ὑπὸ γαίας -
ΗΛ. Ἒ ἔ, ἰώ. ΧΟ. πάμψυχος ἀνάσσει.
ΗΛ. Φεῦ. ΧΟ. Φεῦ δῆτ’· ὀλοὰ γὰρ -
845 ΗΛ. ἐδάμη. ΧΟ. Ναί.
ΗΛ. Οἶδ’ οἶδ’· ἐφάνη γὰρ μελέ-
τωρ ἀμφὶ τὸν ἐν πένθει· ἐ-
μοὶ δ’ οὔτις ἔτ’ ἔσθ’· ὃς γὰρ ἔτ’
ἦν, φροῦδος ἀναρπασθείς.
ΧΟ. Δειλαία δειλαίων κυρεῖς. Str. 2 .
850 ΗΛ. Κἀγὼ τοῦδ’ ἴστωρ, ὑπερίστωρ,
πανσύρτῳ παμμήνῳ πολλῶν
δεινῶν ‹τε› στυγνῶν τ’ ἀχθῶν.
ΧΟ. Εἴδομεν ἃ θροεῖς.
ΗΛ. Μή μέ νυν μηκέτι
855 παραγάγῃς, ἵν’ οὐ - ΧΟ. Τί φῄς;
ΗΛ. πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
εὐπατριδᾶν τ’ ἀρωγαί.
860 ΧΟ. Πᾶσι θνατοῖς ἔφυ μόρος. Ant. 2 .
ΗΛ. Ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις