Delphi Complete Works of Sophocles
Page 94
πῶς δῆτ’ ἔγωγ’ ἂν θνητὸς ἐκ θνητῆς τε φὺς
Διὸς γενοίμην εὖ φρονεῖν σοφώτερος;
ἀπ’ αἰθέρος δὲ κἀπὸ λυγαίου νέφους
χιτών σ’ ἄπειρος, ἐνδυτήριον κακῶν ...
παράρυμα ποδός
ΠΡΙΑΜΟΣ
ἀφήλικες θέαμα
γλαρίδες
λατύποι
λεῖαι
χυτρίζειν
ΠΡΟΚΡΙΣ
ˉ κολασταὶ κἀπιτιμηταὶ κακῶν
ΠΡΟΜΗΘΕΥΣ
ΠΤΩΧΕΙΑ
ΡΙΖΟΤΟΜΟΙ
ἡ δ’ ἐξοπίσω χερὸς ὄμμα τρέπουσ’
ὀπὸν ἀργινεφῆ στάζοντα τομῆς
χαλκέοισι κάδοις δέχεται
αἱ δὲ καλυπταὶ
κίσται ῥιζῶν κρύπτουσι τομάς,
ἃς ἥδε βοῶσ’ ἀλαλαζομένη
γυμνὴ χαλκέοις ἤμα δρεπάνοις
ΧΟ. Ἥλιε δέσποτα καὶ πῦρ ἱερόν,
τῆς εἰνοδίας Ἑκάτης ἔγχος,
τὸ δι’ Οὐλύμπου προπολοῦσα φέρει
καὶ γῆς ἀνιοῦσ’ ἱερὰς τριόδους,
5 στεφανωσαμένη δρυῒ καὶ πλεκταῖς
ὠμῶν σπείραισι δρακόντων
κόρον ἀϊστώσας πυρί
ΣΑΛΜΩΝΕΥΣ ΣΑΤΥΡΙΚΟΣ
τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος·
τῷ καλλικοσσαβοῦντι νικητήρια
τίθημι καὶ βαλόντι χάλκειον κάρα
καὶ τάχ’ ἂν κεραυνία
πέμφιξ σε βροντῆς καὶ δυσοσμίας λάβοι
πέμφιγι πᾶσιν ὄψιν ἀγγελῶ πυρός
Καρικοὶ τράγοι
θῆμα
ΣΙΝΩΝ
αἰθύσσειν
ἀναιθύσσω
ἄρρητον
ἐνθρίακτος
ΣΙΣΥΦΟΣ
χαρίτων τριζύγων
ΣΚΥΘΑΙ
οὐ γὰρ ἐκ μιᾶς
κοίτης ἔβλαστον, ἀλλ’ ὁ μὲν (Apsyrtus) Νηρηΐδος
τέκνον ἄρτι βλάστεσκε, τὴν δ’ (Medeam)
Εἰδυῖα πρίν ποτ’ Ὠκεανοῦ τίκτει κόρη
κρημνούς τε καὶ σήραγγας ἠδ’ ἐπακτίας
αὐλῶνας
ἀψάλακτος
Ἀχιλλείων
βυθίζων
ΣΚΥΡΙΟΙ
Scyrus ἀνεμώδης
φιλεῖ γὰρ ἄνδρας πόλεμος ἀγρεύειν νέους
ἦ ποντοναῦται τῶν ταλαιπώρων βροτῶν,
οἷς οὔτε δαίμων οὔτε τις θεῶν νέμων
πλούτου ποτ’ ἂν νείμειεν ἀξίαν χάριν·
λεπταῖς ἐπὶ ῥοπῆσιν ἐμπολὰς μακρὰς
ἀεὶ παραρρίπτοντες οἱ πολύφθοροι
ἢ ἔσωσαν ἁκέρδαναν ἢ διώλεσαν.
[ ]. τε κἀπαινῶ βροτοὺς
[ ] χ̣ειρ̣ὶ̣ τῇ δυστλήμονι
[ πο]ρ̣σ̣ύνειν βίον
j[ ]....[
...
[]ν
[]νοιαν
[]ν
[ ]λην
...
..[
σκ[
καλω[
ἴστω γε μέν[τοι
5 λιμήν τενα[
μήτ’ ἔχθοσ̣ ο̣σ̣[
μήθ̣’ ὅστις ε̣[
ἐπεύχομα[ι
φρονουμεν̣[
10 εἶἑν· τί δ[
νῦν πᾶν κατα.[
πλοίοις Ἀχαιῶν και̣[
ὧν εὐλαβείας οὕνεκ’ α̣.[
καθεῖμεν ἐκ τῆς ἀμφ[
15 πρὸς ἄνδρα Χαλκώδον[τα
να̣[ί]οντά που κευθμῶν[α
κεἰ πλοῦς ἔθ’ ἡμᾶς πε.[
κατῆγ’ ἀνῆγέ θ’ αὑτὸς ὃς γ̣[
ἦ δἂν πρόσω γ̣ῆς τῆσδ’ αν.[
20 νῦν δ̣ὲ̣ σ̣χολῆς ἕκατ̣ι̣ τοὶ μ.[
γ̣ησε̣γ̣..[..]υμάζοντες· οἱ δε̣[
κο[.........]χ̣ουσιν· αυρ̣[
η[..........]ῦμεν οἷ γ̣[
[...........]σ̣ιν̣· οὐ γὰ[ρ
25 [ ].[
...
...
].[.].[
]τολ̣[
]ερτ[
...
οὐδὲν γὰρ ἄλγος οἷον ἡ πολλὴ ζόη
ἀλλ’ εἰ μὲν ἦν κλαίουσιν ἰᾶσθαι κακὰ
καὶ τὸν θανόντα δακρύοις ἀνιστάναι,
ὁ χρυσὸς ἧσσον κτῆμα τοῦ κλαίειν ἂν ἦν.
νῦν δ’, ὦ γεραιέ, ταῦτ’ ἀνηνύτως ἔχει,
5 τὸν ἐν τάφῳ κρυφθέντα πρὸς τὸ φῶς ἄγειν·
κἀμοὶ γὰρ ἂν πατήρ γε δακρύων χάριν
ἀνῆκτ’ ἂν εἰς φῶς
ἀποστιβής
αὐτόσσυτον
ἀχρήματον vel α
εὐωριάζειν
ΣΥΝΔΕΙΠΝΟΙ vel ΣΥΝΔΕΙΠΝΟΝ
ΘΕΤΙΣ (ad Achillem)·
λιποῦσα μὲν
Νηρηΐδων ὤρουσα πόντιον χορόν
φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
κρατῆρ’· ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται
οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν
ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην
ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ
κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον·
ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο
ΟΔ. ἤδη τὰ Τροίας εἰσορῶν ἑδώλια
δέδοικας; .....
ΑΧ. (διαγανακτεῖ καὶ ἀποπλεῖν λέγει)
.........................
ΟΔ. ἐγᾦδ’ ὃ φεύγεις· οὐ τὸ μὴ κλύειν κακῶς,
ἀλλ’ ἐγγὺς Ἕκτωρ ἐστίν· οὐ μένειν καλόν
ὦ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς
ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατήρ
λάθα Πιερίσιν στυγερὰ
/> κἀνήρατος· ὦ δύνασις
θνατοῖς εὐποτμοτάτα μελέων,
ἀνέχουσα βίου βραχὺν ἰσθμόν
Ἀζειῶται
βέβηλος
μάσθλης
ΣΦΥΡΟΚΟΠΟΙ vide ΠΑΝΔΩΡΑ
ΤΑΝΤΑΛΟΣ
ΧΟ. βιοτῆς μὲν γὰρ χρόνος ἐστὶ βραχύς,
κρυφθεὶς δ’ ὑπὸ γῆς κεῖται θνητὸς
τὸν ἅπαντα χρόνον
Ἑρμῆς ἐδήλου τήνδε χρησμῳδὸν φάτιν
ΤΕΥΚΡΟΣ
τοὺς δ’ ἂν μεγίστους καὶ σοφωτάτους φρενὶ
τοιούσδ’ ἴδοις ἂν οἷός ἐστι νῦν ὅδε (sc. Oileus),
καλῶς κακῶς πράσσοντι συμπαραινέσαι·
ὅταν δὲ δαίμων ἀνδρὸς εὐτυχοῦς τὸ πρὶν
μάστιγ’ ἐρείσῃ τοῦ βίου παλίντροπον,
τὰ πολλὰ φροῦδα καὶ καλῶς εἰρημένα
‹ΤΕΛΑΜΩΝ·› ὡς ἄρ’, ὦ τέκνον, κενὴν
ἐτερπόμην σου τέρψιν εὐλογουμένου
ὡς ζῶντος· ἣ δ’ ἄρ’ ἐν σκότῳ λήθουσά με
ἔσαιν’ Ἐρινὺς ἡδοναῖς ἐψευσμένον
οὐρανοῦ δ’ ἄπο
ἤστραψε, βροντὴ δ’ ἐρράγη δι’ ἀστραπῆς
Κυχρεῖος πάγος
ΤΗΛΕΦΕΙΑ
ΤΗΛΕΦΟΣ
ἀειφόρος vel ἀείφρουρος
ΤΗΡΕΥΣ
τοῦτον δ’ ἐπόπτην ἔποπα τῶν αὑτοῦ κακῶν
πεποικίλωκε κἀποδηλώσας ἔχει
θρασὺν πετραῖον ὄρνιν ἐν παντευχίᾳ·
ὃς ἦρι μὲν φανέντι διαπαλεῖ πτερὸν
κίρκου λεπάργου· δύο γὰρ οὖν μορφὰς φανεῖ
παιδός τε χαὐτοῦ νηδύος μιᾶς ἄπο·
νέας δ’ ὀπώρας ἡνίκ’ ἂν ξανθῇ στάχυς,
στικτή νιν αὖθις ἀμφινωμήσει πτέρυξ·
ἀεὶ δὲ μίσει τῶνδ’ ἄπ’ ἄλλον†εἰς τόπον
10 δρυμοὺς ἐρήμους καὶ πάγους ἀποικιεῖ
Ἥλιε, φιλίπποις Θρῃξὶ πρέσβιστον σέβας
‹ΠΡΟΚΝΗ·› νῦν δ’ οὐδέν εἰμι χωρίς. ἀλλὰ πολλάκις
ἔβλεψα ταύτῃ τὴν γυναικείαν φύσιν,
ὡς οὐδέν ἐσμεν. αἳ νέαι μὲν ἐν πατρὸς
ἥδιστον, οἶμαι, ζῶμεν ἀνθρώπων βίον·
5 τερπνῶς γὰρ ἀεὶ παῖδας ἁνοία τρέφει.
ὅταν δ’ ἐς ἥβην ἐξικώμεθ’ ἔμφρονες,
ὠθούμεθ’ ἔξω καὶ διεμπολώμεθα
θεῶν πατρῴων τῶν τε φυσάντων ἄπο,
αἱ μὲν ξένους πρὸς ἄνδρας, αἱ δὲ βαρβάρους,
10 αἱ δ’ εἰς ἀγηθῆ δώμαθ’, αἱ δ’ ἐπίρροθα.
καὶ ταῦτ’, ἐπειδὰν εὐφρόνη ζεύξῃ μία,
χρεὼν ἐπαινεῖν καὶ δοκεῖν καλῶς ἔχειν
πολλά σε ζηλῶ βίου,
μάλιστα δ’ εἰ γῆς μὴ πεπείρασαι ξένης
ἀλγεινά, Πρόκνη, δῆλον· ἀλλ’ ὅμως χρεὼν
τὰ θεῖα θνητοὺς ὄντας εὐπετῶς φέρειν
σπεύδουσαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει
φιλάργυρον μὲν πᾶν τὸ βάρβαρον γένος
θάρσει· λέγων τἀληθὲς οὐ σφαλῇ ποτε
ἄνους ἐκεῖνος· αἱ δ’ ἀνουστέρως ἔτι
ἐκεῖνον ἠμύναντο ‹πρὸς τὸ› καρτερόν.
ὅστις γὰρ ἐν κακοῖσι θυμωθεὶς βροτῶν
μεῖζον προσάπτει τῆς νόσου τὸ φάρμακον,
5 ἰατρός ἐστιν οὐκ ἐπιστήμων κακῶν
ΧΟ. θνητὴν δὲ φύσιν χρὴ θνητὰ φρονεῖν,
τοῦτο κατειδότας ὡς οὐκ ἔστιν
πλὴν Διὸς οὐδεὶς τῶν μελλόντων
ταμίας ὅ τι χρὴ τετελέσθαι.
ἓν φῦλον ἀνθρώπων, μί’ ἔδειξε πατρὸς
καὶ ματρὸς ἡμᾶς ἁμέρα τοὺς πάντας· οὐδεὶς
ἔξοχος ἄλλος ἔβλαστεν ἄλλου.
βόσκει δὲ τοὺς μὲν μοῖρα δυσαμερίας,
τοὺς δ’ ὄλβος ἡμῶν, τοὺς δὲ δουλεί-
ας ζυγὸν ἔσχεν ἀνάγκας.
ΧΟ. ἀλλὰ τῶν πολλῶν καλῶν
τίς χάρις, εἰ κακόβουλος
φροντὶς ἐκτρίψει τὸν εὐαίωνα πλοῦτον;
τὰν γὰρ ἀνθρώπου ζοὰν
ποικιλομήτιδες ἆται
πημάτων πάσαις μεταλλάσσουσιν ὥραις
ζώοι τις ἀνθρώπων τὸ κατ’ ἦμαρ ὅπως
ἥδιστα πορσύνων· τὸ δ’ ἐς αὔριον αἰεὶ
τυφλὸν ἕρπει
αἴγλη
κερκίδος φωνή
λίβανος
περισ[
τουτου Σοφοκλέο[υς
θ̣εις νιν εἰς φθορ[άν
μ̣ενται τὰ δ’ ἄλλα [
10 Σοφοκλέους ἐσ[τὶν ἐκ
Τηρέως δοκῶ [
ΤΡΙΠΤΟΛΕΜΟΣ
δράκοντε θαιρὸν ἀμφιπλὶξ εἰληφότε
θοῦ δ’ ἐν φρενὸς δέλτοισι τοὺς ἐμοὺς λόγους
ΔΗΜΗΤΗΡ (ad Triptol.)·
τὰ δ’ ἐξόπισθε χειρὸς ἐς τὰ δεξιὰ
Οἰνωτρία τε πᾶσα καὶ Τυρσηνικὸς
κόλπος Λιγυστική τε γῆ σε δέξεται
χρῆσται δέ σ’ ἐνθένδ’ αὖτις
et fortunatam Italiam frumento ca26 ne26 re candido
Ἰλλυρὶς γονή
Καρχηδόνος δὲ κράσπεδ’, ἣν ἀσπάζομαι
σιλφίου λειμών
καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν
ἦλθεν δὲ Δαὶς θάλεια, πρεσβίστη θεῶν
οὐδὲν ἡ τάλαινα δοῦσα τοῦ ταριχηροῦ γάρου
ἄμαλλαι
κνημοῦ μελίνης
ὀρίνδην (ἄρτον)
βρῦτον δὲ τὸν χερσαῖον οὐ δυεῖν†
ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ
εἰς ὀρθὸν φρονεῖν
ἀφράσμων
ἕλκη
Ἑστία (Γῆ)
ζευγηλάτης
Ἴαινα
ἴλη
ΤΡΩΙΛΟΣ
ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους,
τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε
τὸν ἀνδρόπαιδα δεσπότην (sc. Troilum) ἀπώλεσα
σκάλμῃ γὰρ ὄρχεις βασιλὶς ἐκτέμνουσ’ ἐμούς
πρὸς ναρὰ καὶ κρηναῖα χωροῦμεν ποτά
καταρβύλοις χλαίναις
πλήρη μασχαλισμάτων
ἐλαιοῦται θρίξ
ψεφαίας νυκτός
ἀμάσεται
τόξ’ ἀπεσκῆ
ἄπιστος
ἄσας
ἀσαρόν
ἀσόλοικον
ἕρκη
ἰαί
ἰήιος
μέλλει
ὀροσάγγαι
σακοδερμηστής
ΤΥΜΠΑΝΙΣΤΑΙ
φεῦ φεῦ, τί τούτου χάρμα μεῖζον ἂν λάβοις
τοῦ γῆς ἐπιψαύσαντα κᾆθ’ ὑπὸ στέγῃ
πυκνῆς ἀκοῦσαι ψακάδος εὑδούσῃ φρενί;
ἡμεῖς δ’ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα
Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος
ἄδημον
κομίζεται
ἀνετῶς
ἀντιστρέφω
δράκαυλος
ἔλυμοι
ΤΥΝΔΑΡΕΩΣ
οὐ χρή ποτ’ εὖ πράσσοντος ὀλβίσαι τύχας
ἀνδρός, πρὶν αὐτῷ παντελῶς ἤδη βίος
διεκπεραθῇ καὶ τελευτήσῃ δρόμον.
ἐν γὰρ βραχεῖ καθεῖλε κὠλίγῳ χρόνῳ