Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 180
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 180

by Dionysius of Halicarnassus


  ἃ δὲ μέλλω νῦν λέγειν ἐπιμελῆ τε αὐτὴν ἀπέδωκε τῶν ἀναγκαίων καὶ τῶν ἀγαθῶν ἐργάτιν. ἐνθυμούμενος γὰρ ὁ ἀνήρ, ὅτι πόλιν τὴν μέλλουσαν ἀγαπήσειν τὰ δίκαια καὶ μενεῖν ἐν τῷ σώφρονι βίῳ τῆς ἀναγκαίου δεῖ χορηγίας εὐπορεῖν, διεῖλε τὴν χώραν ἅπασαν εἰς τοὺς καλουμένους πάγους καὶ κατέστησεν ἐφ᾽ ἑκάστου τῶν πάγων ἄρχοντα ἐπίσκοπόν τε καὶ περίπολον τῆς ἰδίας μοίρας. [2] οὗτοι γὰρ περιιόντες θαμινὰ τοὺς εὖ τε καὶ κακῶς εἰργασμένους τῶν ἀγρῶν ἀπεγράφοντο καὶ πρὸς τὸν βασιλέα ἀπέφαινον, ὁ δὲ τοὺς μὲν ἐπιμελεῖς γεωργοὺς ἐπαίνοις τε καὶ φιλανθρωπίαις ἀνελάμβανε, τοὺς δὲ ἀργοὺς γεωργοὺς ὀνειδίζων τε καὶ ζημιῶν ἐπὶ τὸ θεραπεύειν ἄμεινον τὴν γῆν προὐτρέπετο. τοιγάρτοι πολέμων τε ἀπηλλαγμένοι καὶ τῶν κατὰ πόλιν πραγμάτων σχολὴν πολλὴν ἄγοντες ἀργίας τε καὶ βλακείας σὺν αἰσχύνῃ [p. 266] τίνοντες δίκας αὐτουργοὶ πάντες ἐγίνοντο καὶ τὸν ἐκ γῆς πλοῦτον ἁπάντων ὄντα πλούτων δικαιότατον τῆς στρατιωτικῆς καὶ οὐκ ἐχούσης τὸ βέβαιον εὐπορίας γλυκύτερον ἐτίθεντο. [3] τῷ δὲ Νόμᾳ περιῆν ἐκ τούτων φιλεῖσθαι μὲν ὑπὸ τῶν ἀρχομένων, ζηλοῦσθαι δ᾽ ὑπὸ τῶν περιοίκων, μνημονεύεσθαι δ᾽ ὑπὸ τῶν ἐπιγινομένων: δι᾽ ὧν οὔτε στάσις ἐμφύλιος τὴν πολιτικὴν ἔλυσεν ὁμόνοιαν, οὔτε πόλεμος ἀλλοεθνὴς ἐκ τῶν κρατίστων καὶ θαυμασιωτάτων τὴν πόλιν ἐπιτηδευμάτων ἐκίνησε. τοσοῦτον γὰρ ἀπέσχον οἱ περίοικοι τὴν ἀπόλεμον ἡσυχίαν Ῥωμαίων ἀφορμὴν τῆς κατ᾽ αὐτῶν ἐπιθέσεως ὑπολαβεῖν, ὥστε καὶ εἴ τις αὐτοῖς πρὸς ἀλλήλους συνέστη πόλεμος διαλλακτῆρας ἐποιοῦντο Ῥωμαίους καὶ ἐπὶ διαιτητῇ Νόμᾳ [4] τὰς ἔχθρας διαλύειν ἠξίουν. τοῦτον οὖν οὐκ ἂν αἰσχυνθείην ἐγὼ τὸν ἄνδρα τῶν ἐπ᾽ εὐδαιμονίᾳ διαβοηθέντων ἐν τοῖς πρώτοις καταριθμεῖν. γένους τε γὰρ ἔφυ βασιλείου καὶ μορφῆς ἀπέλαυσε βασιλικῆς παιδείαν τε οὐ τὴν περὶ λόγους ἄχρηστον ἤσκησεν, ἀλλ᾽ ἐξ ἧς εὐσεβεῖν ἔμαθε καὶ τὰς ἄλλας ἐπιτηδεύειν ἀρετάς. [5] ἡγεμονίαν δὲ τὴν Ῥωμαίων παραλαβεῖν ἠξιώθη νέος ὢν κατὰ κλέος ἀρετῆς ὑπ᾽ αὐτῶν ἐπίκλητος ἀχθεὶς καὶ διετέλεσε πειθομένοις ἅπαντα τὸν βίον τοῖς ἀρχομένοις χρώμενος: ἡλικίας δ᾽ ἐπὶ μήκιστον [p. 267] ἤλασεν ὁλόκληρος οὐδὲν ὑπὸ τῆς τύχης κακωθεὶς καὶ θανάτων τὸν ῥᾷστον ἐτελεύτησεν ὑπὸ γήρως μαρανθείς, ὁμοίου παραμείναντος αὐτῷ τοῦ συγκληρωθέντος ἐξ ἀρχῆς δαίμονος ἕως ἐξ ἀνθρώπων ἠφανίσθη, βιώσας μὲν ὑπὲρ ὀγδοήκοντα ἔτη, βασιλεύσας δὲ τρία καὶ τετταράκοντα, γενεὰν δὲ καταλιπών, ὡς μὲν οἱ πλείους γράφουσιν, υἱοὺς τέτταρας καὶ θυγατέρα μίαν, ὧν ἔτι σώζεται τὰ γένη, ὡς δὲ Γέλλιος Γναῖος ἱστορεῖ θυγατέρα μόνην, ἐξ ἧς ἐγένετο Ἄγκος Μάρκιος ὁ τρίτος ἀπ᾽ ἐκείνου γενόμενος Ῥωμαίων βασιλεύς. [6] τελευτήσαντι δ᾽ αὐτῷ πένθος μέγα προὔθετο ἡ πόλις καὶ ταφὰς ἐποιήσατο λαμπροτάτας. κεῖται δ᾽ ἐν Ἰανίκλῳ πέραν τοῦ Τεβέριος ποταμοῦ. καὶ τὰ μὲν περὶ Πομπιλίου Νόμα τοσαῦτα παρελάβομεν.

  BOOK III

  τελευτήσαντος δὲ Πομπιλίου γενομένη πάλιν: ἡ βουλὴ τῶν κοινῶν κυρία μένειν ἔγνω ἐπὶ τῆς αὐτῆς πολιτείας, οὐδὲ τοῦ δήμου γνώμην λαβόντος ἑτέραν, καὶ καθίστησιν ἐκ τῶν πρεσβυτέρων τοὺς ἄρξοντας τὴν μεσοβασίλειον ἀρχὴν εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμόν, ὑφ᾽ ὧν ἀποδείκνυται βασιλεύς, ὸν ἅπας ὁ δῆμος ἠξίου, Τύλλος Ὁστίλιος γένους ὢν τοιοῦδε: [2] ἐκ πόλεως Μεδυλλίας, ἣν Ἀλβανοὶ μὲν ἔκτισαν, Ῥωμύλος δὲ κατὰ συνθήκας παραλαβὼν Ῥωμαίων ἐποίησεν ἀποικίαν, ἀνὴρ εὐγενὴς καὶ χρήμασι δυνατὸς Ὁστίλιος ὄνομα μετενεγκάμενος εἰς Ῥώμην τὸν βίον ἄγεται γυναῖκα ἐκ τοῦ Σαβίνων γένους Ἑρσιλίου θυγατέρα τὴν ὑφηγησαμένην ταῖς ὁμοεθνέσι πρεσβεῦσαι πρὸς τοὺς πατέρας ὑπὲρ τῶν ἀνδρῶν, ὅτε Σαβῖνοι Ῥωμαίοις ἐπολέμουν, καὶ τοῦ συνελθεῖν εἰς φιλίαν τοὺς ἡγεμόνας αἰτιωτάτην γενέσθαι δοκοῦσαν. [p. 269] οὗτος ὁ ἀνὴρ πολλοὺς συνδιενέγκας Ῥωμύλῳ πολέμους καὶ μεγάλα ἔργα ἀποδειξάμενος ἐν ταῖς πρὸς Σαβίνους μάχαις, ἀποθνήσκει καταλιπὼν παιδίον μονογενὲς καὶ θάπτεται πρὸς τῶν βασιλέων ἐν τῷ κρατίστῳ τῆς ἀγορᾶς τόπῳ στήλης ἐπιγραφῇ τὴν ἀρετὴν μαρτυρούσης ἀξιωθείς. [3] ἐκ δὲ τοῦ μονογενοῦς παιδὸς εἰς ἄνδρας ἀφικομένου καὶ γάμον ἐπιφανῆ λαβόντος υἱὸς γίνεται Τύλλος Ὁστίλιος ἀνὴρ δραστήριος, ὃς ἀπεδείχθη βασιλεὺς ψήφῳ τε πολιτικῇ διενεχθείσῃ περὶ αὐτοῦ κατὰ νόμους καὶ τοῦ δαιμονίου δἰ οἰωνῶν αἰσίων ἐπικυρώσαντος τὰ δόξαντα τῷ δήμῳ. ἔτος δὲ ἦν ἐν ᾧ τὴν ἡγεμονίαν παρέλαβεν ὁ δεύτερος ἐνιαυτὸς τῆς ἑβδόμης καὶ εἰκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Εὐρυβάτης Ἀθηναῖος ἄρχοντος Ἀθήνησι Λεωστράτου. [4] οὗτος ἔργον ἁπάντων μεγαλοπρεπέστατον ἀποδειξάμενος αὐτὸς εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἅπαν τὸ θητικὸν τοῦ δήμου καὶ ἄπορον οἰκεῖον ἔσχεν. ἦν δὲ τοιόνδε: χώραν εἶχον ἐξαίρετον οἱ πρὸ αὐτοῦ βασιλεῖς πολλὴν καὶ ἀγαθήν, ἐξ ἧς ἀναιρούμενοι τὰς προσόδους ἱερά τε θεοῖς ἐπετέλουν καὶ τὰς εἰς τὸν ἴδιον βίον ἀφθόνους εἶχον εὐπορίας, ἣν ἐκτήσατο μὲν Ῥωμύλος πολέμῳ τοὺς τότε κατασχόντας ἀφελόμενος, ἐκείνου δὲ ἄπαιδος ἀποθανόντος Πομπίλιος Νόμας ὁ μετ᾽ ἐκεῖνον β
ασιλεύσας ἐκαρποῦτο: ἦν δὲ οὐκέτι δημοσία κτῆσις, ἀλλὰ τῶν ἀεὶ βασιλέων κλῆρος. [5] ταύτην ὁ Τύλλος ἐπέτρεψε τοῖς [p. 270] μηδένα κλῆρον ἔχουσι Ῥωμαίων κατ᾽ ἄνδρα διανεί- μασθαι, τὴν πατρῴαν αὑτῷ κτῆσιν ἀρκοῦσαν ἀπο- φαίνων εἴς τε τὰ ἱερὰ καὶ τὰς τοῦ βίου δαπάνας. ταύτῃ δὲ τῇ φιλανθρωπίᾳ τοὺς ἀπόρους τῶν πολιτῶν ἀνέλαβε παύσας λατρεύοντας ἐν τοῖς ἀλλοτρίοις: ἵνα δὲ μηδὲ οἰκίας ἄμοιρος εἴη τις προσετείχισε τῇ πόλει τὸν καλούμενον Καίλιον λόφον, ἔνθα ὅσοι Ῥωμαίων ἦσαν ἀνέστιοι λαχόντες τοῦ χωρίου τὸ ἀρκοῦν κατε- σκευάσαντ᾽ οἰκίας, καὶ αὐτὸς ἐν τούτῳ τῷ τόπῳ τὴν οἴκησιν εἶχεν. πολιτικὰ μὲν δὴ ταῦτα τοῦ ἀνδρὸς ἔργα παραδίδοται λόγου ἄξια:

  πολεμικαὶ δὲ πράξεις πολλαὶ μὲν καὶ ἄλλαι μνημονεύονται, <μέγισται δὲ> περὶ ὧν ἔρχομαι λέξων τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τοῦ πρὸς Ἀλβανοὺς πο- λέμου. αἴτιος δὲ τοῦ διαστῆναι τὰς πόλεις καὶ λῦσαι τὸ συγγενὲς ἀνὴρ Ἀλβανὸς ἐγένετο Κλοίλιος ὄνομα τῆς μεγίστης ἀρχῆς ἀξιωθείς, ὃς ἀχθόμενος ἐπὶ τοῖς Ῥωμαίων ἀγαθοῖς καὶ κατέχειν τὸν φθόνον οὐ δυνά- μενος φύσει τε αὐθάδης καὶ ὑπομαργότερος ὢν ἐκ- [2] πολεμῶσαι τὰς πόλεις ἔγνω πρὸς ἀλλήλας. οὐχ ὁρῶν δὲ ὅπως ἂν πείσειε τοὺς Ἀλβανοὺς στρατὸν αὑτῷ κατὰ Ῥωμαίων ἄγειν ἐπιτρέψαι μήτε δικαίας ἔχοντι προ- φάσεις μήτε ἀναγκαίας, μηχανᾶται δή τι τοιόνδε: τοῖς ἀπορωτάτοις Ἀλβανῶν καὶ θρασυτάτοις ἐφῆκε λῃ- [p. 271] στεύειν τοὺς Ῥωμαίων ἀγροὺς ἄδειαν ὑπισχνούμενος καὶ παρεσκεύασε πολλοὺς ἀκίνδυνα κέρδη διώκοντας, ὧν οὐδὲ κωλυόμενοι ὑπὸ τοῦ δέους ἀποστήσεσθαι ἔμελλον, ἐμπλῆσαι πολέμου λῃστρικοῦ τὴν ὅμορον. [3] τοῦτο δ᾽ ἔπραττε κατὰ λογισμὸν οὐκ ἀπεικότα, ὡς τὸ ἔργον ἐμαρτύρησε. Ῥωμαίους μὲν γὰρ οὐκ ἀνέξεσθαι τὰς ἁρπαγὰς ὑπελάμβανεν, ἀλλ᾽ ἐπὶ τὰ ὅπλα χωρή- σειν, αὑτῷ δ᾽ ἐξουσίαν ἔσεσθαι κατηγορεῖν αὐτῶν πρὸς τὸν δῆμον ὡς ἀρχόντων πολέμου, Ἀλβανῶν δὲ τοὺς πλείστους φθονοῦντας τοῖς ἀποίκοις τῆς εὐτυ- χίας δέξεσθαι τὰς διαβολὰς ἀσμένους καὶ τὸν κατ᾽ [4] αὐτῶν πόλεμον ἐξοίσειν, ὅπερ καὶ συνέβη. ἀγόντων γὰρ καὶ φερόντων ἀλλήλους τῶν κακουργοτάτων ἐξ ἑκατέρας πόλεως καὶ στρατιᾶς ποτε Ῥωμαϊκῆς ἐμβα- λούσης εἰς τὴν Ἀλβανῶν, ὑφ᾽ ἧς πολλοὶ τῶν λῃστῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ συνελήφθησαν, συγκαλέ- σας τὸ πλῆθος εἰς ἐκκλησίαν ὁ Κλοίλιος, ἐν ᾗ πολλὴν ἐποιήσατο τῶν Ῥωμαίων κατηγορίαν, τραυματίας τε συχνοὺς ἐπιδεικνύμενος καὶ τοὺς προσήκοντας τοῖς ἡρπασμένοις ἢ τεθνηκόσι παράγων καὶ πλείω τῶν γεγονότων ἐπικαταψευδόμενος, πρεσβείαν πέμπειν πρῶτον ἐψηφίσατο δίκας αἰτήσουσαν τῶν γεγονότων: ἐὰν δὲ ἀγνωμονῶσι Ῥωμαῖοι τότε τὸν πόλεμον ἐπ᾽ αὐτοὺς ἐκφέρειν.

  ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰς Ῥώμην ὑποπτεύσας ὁ Τύλλος, ὅτι δίκας αἰτήσοντες ἥκοιεν, [p. 272] αὐτὸς τοῦτο ποιῆσαι πρότερος ἔγνω περιστῆσαι βουλόμενος εἰς ἐκείνους τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸς τὴν ἀποικίαν συγκείμενα. συνθῆκαι γὰρ ἦσαν ταῖς πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ: ἡ δ᾽ ἐγκαλοῦσα ὅ τι δή ποτε ἀδίκημα δίκας αἰτοῖ παρὰ τῆς ἀδικούσης, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκης ἐπιφέροι πόλεμον, ὡς λελυμένων ἤδη τῶν σπονδῶν. [2] φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρ᾽ ἑαυτοῖς: αὐτὸς δ᾽ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατο [3] τὴν πρόσοδον αὐτῶν. τῇ δ᾽ ἔγγιστα νυκτὶ Ῥωμαίων ἄνδρας ἐπιφανεῖς ἐντειλάμενος αὐτοῖς ἃ χρὴ πράττειν ἀπέστειλεν εἰς Ἄλβαν ἅμα τοῖς εἰρηνοδίκαις αἰτήσοντας ὑπὲρ ὧν ἠδίκηντο Ῥωμαῖοι δίκας παρ᾽ Ἀλβανῶν λαβεῖν, οἳ πρὶν ἥλιον ἀνίσχειν διανύσαντες τὴν ὁδὸν πληθυούσης τῆς ἑωθινῆς ἀγορᾶς ἐντυγχάνουσι τῷ Κλοιλίῳ κατ᾽ ἀγορὰν ὄντι καὶ διεξιόντες ὅσα ἠδίκηντο Ῥωμαῖοι πρὸς Ἀλβανῶν ἠξίουν πράττειν τὰ συγκείμενα ταῖς πόλεσιν. [4] ὁ δὲ Κλοίλιος, ὡς Ἀλβανῶν προτέρων ἀπεσταλκότων εἰς Ῥώμην τοὺς αἰτήσοντας δίκας καὶ μηδὲ ἀποκρίσεως [p. 273] ἠξιωμένων, ἀπιέναι τοὺς Ῥωμαίους ἐκέλευσεν ως παραβεβηκότας τὰς ὁμολογίας καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον. ἀπαλλαττόμενος δὲ ὁ τῆς πρεσβείας ἡγεμὼν τοῦτ᾽ ἠξίωσεν ἀκοῦσαι παρ᾽ αὐτοῦ μόνον, εἰ παραβαίνειν τὰς σπονδὰς ὁμολογεῖ τοὺς προτέρους αἰτηθέντας δίκας καὶ μηδὲν ὑπομείναντας ποιεῖν τῶν ὁσίων. [5] ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος ὁ κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ. πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε. τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν. [6] ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγει�
� ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν. ἀπαγγειλάντων δ᾽ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι... φαίνονται παρ᾽ ὑμῶν προτέρων αὗται λελυμέναι τε καὶ μηδενὸς λόγου ἠξιωμέναι: ὅθεν δὴ τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.

 

‹ Prev