μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο [p. 274] ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι: ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες: οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ῾φυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησιν᾽ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι. [2] ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατ᾽ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν: φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει. [3] ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ῾οὐδὲν γὰρ ὅ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν ἢ συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσ᾽ ὁ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν [p. 275] δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα. [4] παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.
παραδόξου δὲ τοῦ πάθους ὥσπερ εἰκὸς ἅπασι φαινομένου καὶ ζητουμένης τῆς αἰτίας ῾οὐδὲ γὰρ νόσον προηγησαμένην εἶχέ τις αἰτιάσασθαἰ οἱ μὲν ἐπὶ τὴν θείαν πρόνοιαν ἁπάσας τὰς ἀνθρωπίνας ἀναφέροντες τύχας κατὰ χόλον δαιμόνιον ἔλεγον αὐτὸν ἀποθανεῖν, ὅτι πόλεμον ἐξέκαυσε τῇ μητροπόλει πρὸς τὴν ἀπόκτισιν οὔτε δίκαιον οὔτε ἀναγκαῖον: οἱ δὲ χρηματισμὸν ἡγούμενοι τὸν πόλεμον καὶ μεγάλων ἀπεστερῆσθαι νομίζοντες ὠφελειῶν εἰς ἐπιβουλὴν καὶ φθόνον ἀνθρώπινον τὸ ἔργον μετέφερον αἰτιώμενοι τῶν ἀντιπολιτευομένων τινὰς ἀφανῆ καὶ δυσεξέλεγκτα ἐξευρόντας φάρμακα διὰ τούτων τὸν ἄνδρα ἀνῃρηκέναι: [2] οἱ δὲ ὑπὸ λύπης τε καὶ ἀμηχανίας κρατούμενον ἑκουσίῳ χρήσασθαι τελευτῇ αὐτὸν ἔφασαν, ἐπειδὴ πάντα χαλεπὰ καὶ ἄπορα συνέβαινεν αὐτῷ καὶ οὐδὲν ἐχώρει κατὰ νοῦν τῶν ἐν ἀρχαῖς, ὅτε εἰς τὰ πράγματα εἰσῄει, προσδοκηθέντων: τοῖς δ᾽ ἐκτὸς οὖσι φιλίας τε καὶ ἔχθρας τῆς πρὸς τὸν στρατηγὸν [p. 276] καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κρίνουσι τὸ συμβεβηκὸς οὔτε ἡ θεία νέμεσις οὔτε ὁ τῶν ἀντιπολιτευομένων φθόνος οὔθ᾽ ἡ τῶν πραγμάτων ἀπόγνωσις ἀνῃρηκέναι τὸν ἄνδρα ἐδόκει, ἀλλ᾽ ἡ τῆς φύσεως ἀνάγκη καὶ τὸ χρεὼν ὡς ἐκπεπληρωκότα τὴν ὀφειλομένην μοῖραν, ἧς ἅπασι τοῖς γινομένοις πέπρωται τυχεῖν. [3] Κλοίλιος μὲν δὴ πρὶν ἢ γενναῖον ἀποδείξασθαί τι τοιαύτης τελευτῆς ἔτυχεν, εἰς δὲ τὸν ἐκείνου τόπον ἀποδείκνυται στρατηγὸς αὐτοκράτωρ ὑπὸ τῶν ἐπὶ στρατοπέδου Μέττιος Φουφέττιος, ἀνὴρ οὔτε πολέμου ἡγεμὼν ἱκανὸς οὔτε εἰρήνης βέβαιος φύλαξ, ὃς οὐδενὸς ἧττον Ἀλβανῶν πρόθυμος ὢν κατ᾽ ἀρχὰς διαστῆσαι τὰς πόλεις καὶ διὰ τοῦτο τῆς ἀρχῆς μετὰ τὸν Κλοιλίου θάνατον ἀξιωθείς, ἐπειδὴ τῆς ἡγεμονίας ἔτυχε καὶ ὅσα ἦν ἐν τοῖς πράγμασι δυσχερῆ καὶ ἄπορα συνεῖδεν, οὐκέτι διέμεινεν ἐπὶ τοῖς αὐτοῖς βουλεύμασιν, ἀλλ᾽ εἰς ἀναβολὰς καὶ διατριβὰς ἄγειν ἠξίου τὰ πράγματα ὁρῶν οὔτε τοὺς Ἀλβανοὺς ἅπαντας ὁμοίαν ἔχοντας ἔτι προθυμίαν πρὸς πόλεμον οὔτε τὰ σφάγια ὁπότε θύοιτο περὶ μάχης καλὰ γινόμενα: [4] τελευτῶν δὲ καὶ εἰς καταλλαγὰς ἔγνω προκαλεῖσθαι τοὺς πολεμίους πρότερος ἐπικηρυκευσάμενος, μαθὼν τὸν ἐπικρεμάμενον ἔξωθεν Ἀλβανοῖς τε καὶ Ῥωμαίοις κίνδυνον, εἰ μὴ σπείσονται τὸν πρὸς ἀλλήλους πόλεμον, ἀφύλακτον ὄντα, ὃς ἔμελλεν ἀμφοτέρας ἀναρπάσασθαι τὰς δυνάμεις. ἦν δὲ τοιός2δε: [p. 277]
Οὐιεντανοὶ καὶ Φιδηναῖοι μεγάλας καὶ πολυανθρώπους ἔχοντες πόλεις ἐπὶ μὲν τῆς Ῥωμύλου βασιλείας εἰς πόλεμον ὑπὲρ ἀρχῆς καὶ δυναστείας Ῥωμαίοις κατέστησαν, ἐν ᾧ πολλὰς ἀπολέσαντες δυνάμεις ἀμφότεροι καὶ χώρας ἀποδασμῷ ζημιωθέντες ὑπήκοοι τοῖς κεκρατηκόσιν ἠναγκάσθησαν γενέσθαι. περὶ ὧν ἐν τῇ πρὸ ταύτης δεδήλωκα γραφῇ τὸ ἀκριβές: ἐπὶ δὲ τῆς Νόμα Πομπιλίου δυναστείας εἰρήνης ἀπολαύσαντες βεβαίου πολλὴν ἔσχον ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐδαιμονίαν. τούτοις δὴ τοῖς ἀγαθοῖς ἐπαρθέντες ἐλευθερίας τε αὖθις ὠρέγοντο καὶ φρόνημα ἐλάμβανον ὑψηλότερον παρασκευάζοντό τε ὡς οὐκέτι Ῥωμαίων ἀκροώμενοι. [2] τέως μὲν οὖν ἄδηλος αὐτῶν ἡ διάνοια τῆς ἀποστάσεως ἦν, ἐν δὲ τῷ πρὸς Ἀλβανοὺς ἐφανερώθη πολέμῳ. ὡς γὰρ ἐπύθοντο πανστρατιᾷ Ῥωμαίους ἐξεληλυθότας ἐπὶ τὸν πρὸς Ἀλβανοὺς ἀ�
�ῶνα, κράτιστον ὑπολαβόντες εἰληφέναι καιρὸν ἐπιθέσεως ἀπορρήτους ἐποιήσαντο διὰ τῶν δυνατωτάτων ἀνδρῶν συνωμοσίας ἅπαντας τοὺς ὁπλοφορεῖν δυναμένους εἰς Φιδήνην συνελθεῖν κρύφα καὶ κατ᾽ ὀλίγους ἰόντας, ὡς ἂν ἥκιστα γένοιντο τοῖς ἐπιβουλευομένοις καταφανεῖς: [3] ἐκεῖ δ᾽ ὑπομένοντας ἐκδέχεσθαι τὸν καιρόν, ὅτε αἱ Ῥωμαίων τε καὶ Ἀλβανῶν δυνάμεις ἐκλιποῦσαι τοὺς χάρακας ἐπὶ τὸν ἀγῶνα προελεύσονται, ῾τοῦτον δὲ φανερὸν ποιεῖν αὐτοῖς ἔμελλον διὰ συμβόλων σκοποί [p. 278] τινες ἐν τοῖς ὄρεσι λοχῶντεσ᾽ ὅταν δὲ ἀρθῇ τὰ σημεῖα λαβόντας τὰ ὅπλα χωρεῖν ἐπ᾽ αὐτοὺς ἔδει πάντας κατὰ τάχος, ῾ἦν δὲ οὐ πολλὴ ἡ ἐπὶ τοὺς χάρακας ἀπὸ Φιδήνης φέρουσα ὁδός, ἀλλ᾽ ὅσον ἢ δυσὶν ὥραις ἢ τρισὶν ἀνυσθῆναι τὸ μακρότατον᾽ ἐπιφανέντας δὲ τῷ ἀγῶνι τέλος ἤδη ἔχοντι ὥσπερ εἰκὸς μηδὲν ἡγεῖσθαι φίλιον, ἀλλ᾽ ἐάν τε Ἀλβανοὶ νικῶσιν ἐάν τε Ῥωμαῖοι κτείνειν τοὺς κεκρατηκότας αὐτῶν. ταῦτα ἦν ἃ διέγνωστο πράττειν τοῖς προεστηκόσι τῶν πόλεων. [4] εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπ᾽ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα: νῦν δὲ ἡ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ ὁ χρόνος ἐν ᾧ παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα. τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, ὅ τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου. [p. 279]
ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης. ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης ἡ μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστ᾽ οὐδ᾽ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις. ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων. [2] ἤρχετο δ᾽ ὁ Ἀλβανὸς πρότερος τοιάδε λέγων: ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δἰ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφ᾽ ὑμῶν οὔτ᾽ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου. ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες [p. 280] [3] ἤδη τῷ πολέμῳ. ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, δι᾽ ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς: ἐγὼ στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῆς πατρίδος αὐτοκράτωρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἐσκόπουν τίνες ἦσαν αἱ συνταράξασαι τὰς πόλεις ἡμῶν προφάσεις. ὁρῶν δὲ μικρὰς καὶ φαύλας καὶ οὐχ ἱκανὰς διελεῖν τοσαύτην φιλίαν καὶ συγγένειαν οὐ τὰ κράτιστα ἡγούμην οὔτε Ἀλβανοὺς οὔτε ὑμᾶς βουλεύσασθαι. [4] ἔτι δὲ μᾶλλον ἔγνων τοῦτο καὶ πολλὴν κατέγνων ἀμφοτέρων ἡμῶν μανίαν, ἐπειδὴ παρῆλθον ἐπὶ τὰ πράγματα καὶ πεῖραν ἐλάμβανον τῆς ἑκάστου προαιρέσεως. οὔτε γὰρ ἐν τοῖς ἰδίοις οὔτ᾽ ἐν τοῖς κοινοῖς συλλόγοις ὁμονοοῦντας ὑπὲρ τοῦ πολέμου πάντας Ἀλβανοὺς ἑώρων, μακρῷ δέ τινι τῶν ἐξ ἀνθρωπίνου λογισμοῦ καταλαμβανομένων χαλεπῶν τὰ δαιμόνια σημεῖα, ὁπότε χρησαίμην σφαγίοις περὶ μάχης, χαλεπώτερα γινόμενα πολλὴν δυσθυμίαν παρεῖχέ μοι καὶ ἀμηχανίαν. [5] ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων: καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἕως ἡ μητρόπολις ἄρξῃ. ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων. [6] ἐν ᾧ δὲ ἡμεῖς ἐμέλλομεν καὶ παρετηροῦμεν ἀλλήλους, [p. 281] πότεροι τῶν εὐγνωμόνων ἄρξουσι λόγων, ἑτέρα τις ἡμᾶς ἀνάγκη κρείττων ἅπαντος ἀνθρωπίνου λογισμοῦ περιλαβοῦσα συνάγει: ἣν ἐγὼ πυθόμενος ἔτι λανθάνουσαν ὑμᾶς οὐκέτ᾽ ᾠόμην δεῖν τῆς εὐπρεπείας τῶν διαλλαγῶν στοχάζεσθαι. δειναὶ γὰρ, ὦ Τύλλε, μηχαναὶ πλέκονται καθ᾽ ἡμῶν καὶ δόλος ἄφυκτος ἔρραπται κατ᾽ ἀμφοτέρων, ὃς ἔμελλεν ἀκονιτὶ καὶ δίχα πόνου πάντα συντρίψειν καὶ διαφθερεῖν ἡμῶν τὰ [7] πράγματα πυρὸς ἢ ποταμοῦ δίκην ἐμπε�
�ών. δημιουργοὶ δὲ τῶν ἀνοσίων βουλευμάτων εἰσὶν οἱ δυνατώτατοι Φιδηναίων τε καὶ Οὐιεντανῶν συνελθόντες. ὅστις δὲ ὁ τῆς ἐπιβουλῆς αὐτῶν τρόπος ἦν καὶ πόθεν εἰς ἐμὲ ἡ τῶν ἀπορρήτων βουλευμάτων γνῶσις ἐλήλυθεν ἀκούσατε.
ταῦτ᾽ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν. ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἷα εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρ᾽ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν: [2] ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, δι᾽ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν [p. 282] δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων. ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθ᾽ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφ᾽ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδ᾽ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλ᾽ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο. [3] ἀλλὰ γὰρ ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ῾μανίας γὰρ θάτερα ἀξιοῦν᾽ ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι. ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντ᾽ ἂν ἀμφοτέραις ταῖς πόλεσι ῾τοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαἰ νῦν ἤδη πειράσομαι λέγειν. [4] ἐγὼ νομίζω κρατίστας μὲν εἶναι διαλλαγὰς καὶ πρεπωδεστάτας συγγενέσι καὶ φίλοις πρὸς ἀλλήλους, ἐν αἷς οὐδέν ἐστιν ἔγκοτον οὐδὲ μνησίκακον ἀφέσεως ἅπασι πρὸς ἅπαντας ὑπὲρ ὧν ἔδρασαν ἢ ἔπαθον ἀδόλου γινομένης, ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους [p. 283] ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ. [5] τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δ᾽ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρ᾽ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι. εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 181