Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 337
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 337

by Dionysius of Halicarnassus


  [5] Ἐπὶ δὲ τοῖς καθ’ ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως ἐνεκαρτέρησεν τῇ νόσῳ· ἢ εἴ τις ἐν πολέμῳ, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος· ἢ εἴ τις ἐν πρεσβείᾳ, ὅτι ὑπὲρ τῆς πόλεως· κἂν εἰ ἐν ἀποδημίᾳ, ὅτι οὐδὲν διενήνοχεν· ‘μία γὰρ καὶ ἡ αὐτὴ οἶμος’ κατὰ τὸν Αἰσχύλον ‘εἰς Ἅιδου φέρουσα’· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὢν τοῦτο πάθοι, ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι τὴν ψυχὴν ἐν τῷ σώματι ὥσπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις, ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ παρέσχεν· καὶ ὅτι ποθούμενος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ βίου, ἀλλ’ ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνεμετρήθη αὐτῷ ὁ χρόνος. ἐν τούτῳ παρατιθέναι ἀναγκαῖον, ὁπόσα ἐν πανηγύρεσιν τερπνά, ὅσα ἐν γάμοις, παιδοποιίαις, τιμαῖς ‹ταῖς› παρὰ τῆς πατρίδος· ταῦτα γὰρ ἡ πλείων περίοδος τοῦ χρόνου παρέχειν εἴωθεν· καὶ ὅτι ‘λιπαρὸν γῆρας’ κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη, ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ’ ἂν ἡ ἰδιότης τοῦ προσώπου παρέχῃ.

  [6] Ἡ δὲ ἀπαγγελία ποικίλη, ἐν μὲν τοῖς ἀγωνιστικοῖς συνεστραμμένη· ἐν δὲ τοῖς ἐνδόξοις καὶ μέγεθος ἔχουσιν, οἷον ὅσα περὶ ψυχῆς, διηρμένη καὶ μέγεθος ἔχουσα καὶ ἐγγὺς βαίνουσα τῆς τοῦ Πλάτωνος.

  [7]

  Προτρεπτικὸς ἀθληταῖς

  [1] Ἀκόλουθος ἂν εἴη καί, ὡς ‹ἂν› εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν ταύταις ταῖς πανηγύρεσι λεγόμενος λόγος, οὐκ εἰς αὐτὴν μέντοι τὴν πανήγυριν, ἀλλ’ εἰς τοὺς ἀνταγωνιστὰς τοὺς ἐν τῇ πανηγύρει καὶ τοῖς ἀγωνισταῖς ἀθληταῖς δή που, ὁ προτρεπτικὸς οὕτως λεγόμενος.

     Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ’ ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην [2] εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον. τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργώδει· ἐκεῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς ἢ ‹οἱ› τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς ἐφέστηκεν ἐπ’ αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε ‹δὲ ἡ› κρίσις οὐκ ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ πολλὰ τὰ ἀντιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ’ ἅπασι δὲ τὸ μὴ βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν λόγῳ. τούτοις δὲ ὑποβάλλειν κἀκεῖνο ἀναγκαῖον, τὸ ἀνελεῖν ὡς ἀντικείμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος, ὅτι μὴ καταφρονητέον λόγων τοῖς ἀθληταῖς ἅτε ἐν ἔργοις ἀσκοῦσι. λόγος γὰρ εἰς πάντα ἐπιτήδειος καὶ πρὸς πᾶν ἐπιρρώννυσιν· οὕτως καὶ ἐπὶ πολέμου καὶ ἐπὶ παρατάξεως δέονται στρατιῶται τοῦ παρὰ τῶν στρατηγῶν λόγου καὶ τῆς προτροπῆς, καὶ αὐτοὶ αὑτῶν ἐρρωμενέστεροι ἐγένοντο. μάλιστα δὲ οἱ ἀθληταὶ δέοιντο ἂν τῆς ἀπὸ τοῦ λόγου προτροπῆς καὶ ἐπικελεύσεως, ὄντες μὲν καὶ αὐτοὶ Ἑρμοῦ τε καὶ Ἡρακλέους μαθηταί τε καὶ ζηλωταί (ὧν ὃ μὲν εὑρετὴς τοῦ λόγου ἢ αὐτὸ χρῆμα λόγος· ὃ δὲ σὺν τῇ Ἀθηνᾷ πάντα κατώρθωσεν τὰ ἐπιταχθέντα· ἣ δὲ τί ἂν ἄλλο εἴη ἢ νοῦς τε καὶ λόγος;), καὶ ὁσημέραι δὲ ἐπὶ ταῖς γυμνασίαις ἑκάστοτε τοιούτους τοὺς ἐπικελε�
�ομένους ἔχοντες [3] αὑτοῖς. εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα, ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν δεδοκιμασμένων καὶ βίῳ καὶ λόγῳ καὶ δόξῃ· καὶ ἐκεῖνος μὲν ἔθει τινί, οὗτος δὲ νόμῳ πόλεως καὶ δόγματι ἀρχόντων· κἀκεῖνος οἷον ἐπιβόησίς τις, μηδὲν τῶν ἤχων διαφέρων, οὗτος δὲ μετὰ ἐπαίνων καὶ ἀποδείξεων παράκλησις. εἶτ’ ἀκόλουθον τοῖς περὶ τὸ τοῦ σώματος καλὸν σπουδάσασιν καὶ περὶ τὸ καλὸν τὸ ἐπὶ τῇ ψυχῇ σπουδάσαι καὶ μᾶλλον, ὅσῳ τιμιώτερον ψυχὴ σώματος, εἰ μὴ καὶ αὐτοὺς ἀσκοῦντας, ἀλλὰ τοῖς ἀσκήσασι πειθομένους· ὅπερ οὐδὲ δυσχέρειάν τινα ἔχει οὐδὲ πόνον, ἄλλως τε καὶ ἐπὶ συμφέροντι τῶν πεισθέντων τῆς πειθοῦς γινομένης· ὥσπερ γὰρ καὶ ἐν στρατοπέδῳ οἱ γνησιώτατοι παρὰ τῶν στρατηγῶν λόγους ἀκούσαντες μάλιστα φιλοτιμοῦνται περὶ τὴν νίκην, οὕτως καὶ οἱ ἐν τοῖς ἀγῶσι προτρεπτικοὺς λόγους οἰκείως ἀναδεξάμενοι· μάλιστα γὰρ ἂν ὀρέγοιντο τοῦ περιγενέσθαι. καὶ ὅτι τοῖς ἐπαγγελλομένοις τὴν σωτηρίαν τὴν τοῦ σώματος προσήκει καὶ ἀψευδεῖν. ἐν τούτῳ· εἰ δήπου τις, καίτοι τῆς ἀπὸ τούτων δόξης ἀδήλου τυγχανούσης, ὅμως ἐφίεται τούτου ἄλλως μηδὲ ἀνάγκης οὔσης, πόσῳ μᾶλλον ‹εἰκὸς› τοὺς ἐπ’ αὐτὸ τοῦτο παρόντας καὶ παραδεδωκότας ἑαυτοὺς καὶ τούτου ἕνεκα ἐπὶ τοσοῦτον τοῖς γυμνασίοις χρησαμένους καὶ ὑπευθύνους ἑαυτοὺς καταστήσαντας πειθομένους φαίνεσθαι τῷ ἐπὶ τοῦτο ὑπὸ τῆς πόλεως καὶ τῶν ἀγωνοθετῶν καὶ τοῦ νόμου προκεχειρισμένῳ; Εἰ δὲ δὴ καὶ ἀγωνοθέτης εἴη ὁ λέγων, πρὸς τούτοις ἢ πρὸ ἁπάντων τούτων ἁρμόσει εἰπεῖν, ὅτι ‹εἰ ὁ› διατιθεὶς τὸν ἀγῶνα οὐκ ὤκνησεν ἀγωνιστὴν καὶ ἑαυτὸν καταστῆσαι καὶ ὑποβαλεῖν τῇ τῶν ἀκουόντων κρίσει ἕνεκα τοῦ ἀγῶνος καὶ τοῦ ἔνδοξον καὶ μέγαν καὶ περισπούδαστον τοῦτον γενέσθαι, πολλῷ δήπου ἀναγκαιότερον αὐτοῖς ‹τοῖς› ἀγωνιζομένοις καὶ κληρονομεῖν μέλλουσι τῆς τοῦ ἀγῶνος δόξης. Τῷ δὲ ξένῳ καὶ τοῦτο ἂν ἁρμόζοι λέγειν, ὅτι προσήκων αὐτῷ ὁ λόγος διὰ τὴν ἐπιδημίαν καὶ τὴν μετουσίαν τῆς θέας· οἱ γὰρ τῆς θέας μεταδόντες καὶ τοῦ λόγου τοῦ περὶ αὐτῆς μετέδοσαν ἄλλως τε καὶ ἐπὶ τῷ ἐνδοξοτέραν τὴν πανήγυριν γενέσθαι. καὶ ὅτι γνήσιος πολίτης οὐχ ὁ ἐγγεγραμμένος μόνον, ἀλλὰ πολλῷ μᾶλλον ὁ εὔνους τῇ πόλει καὶ περὶ τὰ καλὰ μόνον τὰ τῆς πόλεως σπουδάζων. εἰ δὲ δὴ καὶ μὴ πολίτης ὢν ἐπείσθη τοῖς ἐπιτάξασι καθεῖναι ἑαυτὸν εἰς τὸν ἀγῶνα, πολλῷ δήπου μᾶλλον τοῖς ἀθληταῖς σπουδαστέον περὶ αὐτὸν τοῖς ὡς ἂν εἴποι τις πολίταις τοῦ ἀγῶνος οὖσι.

  [4] Τούτων δὲ τῶν ἀφορμῶν τάχα ἄν τινες καὶ εἰς τὸν πανηγυρικὸν λόγον ἁρμόζοιεν, τοιούτων προσώπων πανηγυριζόντων καὶ τοιούτων ποιοτήτων ἐμπεριειλημμένων. τοιαύτης δὲ τῆς προκαταστάσεως γενομένης ὑποβλητέον καὶ τὸν περὶ τῶν πανηγύρεων καθόλου λόγον ἔπαινον ἔχοντα τῶν προκαταστησαμένων, ὅτι τῶν πολέμων καὶ τῶν πρὸς ἀλλήλους διαφορῶν καταπαύσαντες τὰς πόλεις συνήγαγον ὥσπερ εἰς μίαν πόλιν τὴν πατρίδα πάντων, ὡς κοινῇ συνελθόντας θύειν καὶ ἑορτάζειν λήθην ἁπάντων τῶν πρότερον ποιησαμένους· καὶ οὐ ταῦτα ἀπέχρησε μόνον, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα μυρία ἐπὶ μυρίοις προέθεσαν, οὐκ εἰς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ πρὸς ὠφέλειαν· διὰ μὲν τῶν μουσικῶν ἀκροαμάτων παιδεύοντες ἡμᾶς, διὰ δὲ τῶν γυμνικῶν συνασκοῦντες εἰς τοὺς πολέμους. καλὸν μὲν οὖν καὶ τοῖς ἐπιδημοῦσι σπουδάζειν περὶ τὴν θέαν, πολὺ δὲ κάλλιον τοῖς ἀγωνιζομένοις αὐτοῖς. τοῖς μὲν γὰρ πρόσκαιρος ἡ τέρψις, τοῖς δὲ ἀθάνατος ἡ δόξα· καὶ παραχρῆμα μὲν γίνεται ἑκάστῳ τούτων εὐφημεῖσθαι καὶ δακτυλοδεικτεῖσθαι ἐπὶ τοῖς καλλίστοις, νικᾶν, στεφανοῦσθαι, ἀναγορεύεσθαι, διὰ μιᾶς πράξεως καὶ νίκης οὐ μιᾶς πόλεως γενόμενον ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης· ἕκαστος γὰρ τῶν παρόντων τῆς ἀρετῆς ἀποδεχόμενος τῇ εὐνοίᾳ ὡς πολίτην αὑτοῦ προσοικειοῦται, τὸ τοῦ Ὁμήρου δὴ τοῦτο· ‘ἐρχόμενον δὲ ἀνὰ’ τὴν πανήγυριν ‘θεὸν ὣς εἰσορόωσιν’, οὐ μόνον γε ἀλλὰ καὶ μετὰ τὴν πανήγυριν, ὁπόταν αὐτὸν ἴδωσι μόνον. καὶ ἀγωνιζομένῳ ταῦτα καθ’ ἕκαστον ἀγῶνα· παυσαμένῳ δὲ παραμένουσιν τὸν βίον σύμπαντα οἱ καρποὶ ‹οἱ› ἀπὸ τῆς νίκης, τὴν περιουσίαν τοῦ βίου ἄφθονον παρέχοντες· μετὰ δὲ τὴν τελευτὴν ἡ μνήμη ‹ἡ› ἀπὸ τῶν ἀνδριάντων καὶ τῶν εἰκόνων εἰς τὸ ἀνάγραπτον ἔχειν τὴν δόξαν οὐκ ἐν ταῖς μνήμαις σῳζομένην μόνον, ἀλλὰ καὶ διὰ τῶν συγγραμμάτων συμπαραμένουσαν ἅπαντι τῷ χρόνῳ.

  [5] Εἶτα ἐπὶ τούτοις προσάξεις καὶ τὸν περὶ τῆς πόλεως λόγον, ὅτι καὶ διὰ τὴν πόλιν αὐτὴν σπουδαστέον περὶ τὸν ἀγῶνα. σύμμετρος δὲ γινέσθω ὁ ἔπαινος, ἐπειδὴ οὐ περὶ αὐτοῦ νῦν πρόκειται. ἀφορμαὶ δὲ εἰς τοῦτο ἔσονται δήπου ἱκαναὶ αἱ προειρημέναι ἐν ταῖς περὶ τοῦ πανηγυρικοῦ λόγου μεθόδοις. ὁμοίως δὲ καὶ περὶ αὐτῆς τῆς πανηγύρεως ἐρεῖς ἐφεξῆς, καὶ πόθεν ἤρξατο, καὶ τίς ὁ καταστήσας, καὶ τίνων θεῶν ἐπάγεται, καὶ τίς ὁ ἐ�
�ώνυμος αὐτῆς· καὶ ἔπαινος διὰ βραχέων ἀπὸ τῶν αὐτῶν ἀφορμῶν τῶν ἐκεῖ παραδεδομένων. ἀναγκαῖον δὲ ἐνταῦθα γενόμενον καὶ σύγκρισιν ποιήσασθαι πρὸς τοὺς ἄλλους ἀγῶνας. ἡ δὲ σύγκρισις ἔσται καὶ ἀπὸ τόπου τοῦ ἀγῶνος, οἷον ‹ὅτι ἐνδοξότατος, καὶ› ἀπὸ χρόνου, ὅτι ἀρχαιότατος· ἢ εἰ νέος, ὅτι ὅσον τῷ χρόνῳ ὑποδεῖ, τοσοῦτον τῇ δόξῃ προέχει· καὶ ὅτι εἰ νῦν περισπούδαστός ἐστι, πολλῷ περισπουδαστότερος ἔσται λαβὼν τὸν χρόνον. εἰ θεὸς εἴη ὁ ἐπώνυμος, τὰ προσόντα τῷ θεῷ· εἰ τῶν ἡρώων τις, ὁμοίως τὰς πράξεις· εἰ ἐπιτάφιος, ὅτι καὶ αὐτὸς διὰ τὴν ἀρετὴν τοῦ ἀγῶνος καὶ τῆς τούτου θέσεως ἠξιώθη. ἔτι καὶ τὴν πόλιν παραβαλεῖς πρὸς τὰς ἄλλας, ἀπὸ μεγέθους, ἀπὸ κάλλους, ἀπὸ οἰκιστοῦ, ἀπὸ οἰκειώματος· εἴρηται δὲ καὶ ταῦτα ἤδη. τούτων δὲ ῥηθέντων οἰκειότατα ἂν ἐπαχθείη ὁ πρὸς τοὺς ἀθλητὰς λόγος κατὰ τὸν Θουκυδίδην· Περὶ τοιαύτης οὖν πόλεως καὶ τοιούτου ἀγῶνος πολλοὶ μὲν καὶ ἄλλοι καὶ πάλαι ἐφιλοτιμήσαντο καὶ ἐσπούδασαν νικηφόροι γενέσθαι.

 

‹ Prev