Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 338
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 338

by Dionysius of Halicarnassus


  [6] Ἐπειδὴ δὲ διάφορα τὰ πρόσωπα, τὰ μὲν ἔνδοξα, τὰ δὲ ἧττον, καὶ τὰ μὲν ἀπὸ στεφάνων πολλῶν, τὰ δὲ νῦν πρῶτον ἀρχόμενα, πειρασόμεθα ἕκαστον ἀπὸ τῶν οἰκείων καὶ προσφόρων προτρέψασθαι· οἷον τοὺς μὲν πολλοὺς ἔχοντας στεφάνους, ὅτι καλόν, μὴ ὅπως καταισχῦναι τούτους, ἀλλὰ καὶ προσθεῖναι καὶ πλείους ἀποφῆναι· συναύξεται γὰρ τοῖς στεφάνοις καὶ ἡ δόξα. τοὺς δὲ ὀλίγους, ὅτι δεῖ μὴ τούτοις ἀρκεῖσθαι, ἀλλὰ καὶ βεβαιώσασθαι τούτους ὅτι καὶ μετὰ τῆς ἀληθείας καὶ προῖκα, τῷ ἐπαγωνίσασθαι καὶ προσλαβεῖν ἑτέρους. τοὺς δὲ νῦν πρῶτον ἀρξομένους· ‘ἀρχὴ δέ τοι ἥμισυ παντός’. καὶ τοῖς ἡττημένοις πρότερον καλὸν ἀναμάχεσθαι, ἵνα μὴ καὶ ψυχῇ καὶ σώματι, ἀλλὰ τύχῃ μᾶλλον δοκῶσιν τῇ ἥττῃ κεχρῆσθαι. εἶτα συμπροτρέψεις τοὺς μὲν κατὰ τὸ αἰσχρόν, τοὺς δὲ κατὰ τὸ καλόν, ὅτι τοῖς μὲν πολλοὺς ἔχουσι καὶ προνενικηκόσιν αἰσχρὸν τὸ ἡττηθῆναι τῶν μήπω νενικηκότων, τοῖς δὲ ἄλλοις ἔντιμον καὶ οὐδὲ ὑπερβολὴν εἰς δόξης λόγον ἔχον ‹τὸ› τοὺς νενικηκότας κρατῆσαι καὶ δι’ ἑνὸς στεφάνου προσλαβεῖν τὴν τούτων δόξαν. εἶτα πειρασόμεθα ἀναιρεῖν, δι’ ἃ ἐπὶ τὸ διαφθείρεσθαί τινες τρέπονται, τῷ αἰσχρῷ καὶ ἀδόξῳ, ὅτι αἰσχρὸν χρημάτων προἕσθαι τὴν νίκην, κατὰ ἀμφότερα τὰ πρόσωπα τὸ αἰσχρὸν προσάπτοντες, καὶ κατὰ τὸ τῶν διδόντων καὶ κατὰ ‹τὸ› τῶν λαμβανόντων, ὅτι οἳ μὲν χρήματα ἀντὶ δόξης ἀνταλλάσσονται· ἐν ᾧ οἷα μὲν τὰ χρήματα, οἵα δὲ ἡ δόξα· τὰ μὲν πρόσκαιρα, ἣ δὲ ἀθάνατος· καὶ τὰ μὲν τύχη καὶ χρόνος καὶ πόλεμος ἀφεῖλεν, ἣ δὲ ἀναφαίρετος ὑπὸ τούτων· καὶ τὰ μὲν ζῶντας εὐφραίνει, ἣ δὲ μετὰ τὴν τελευτὴν ζηλωτοὺς ἀποφαίνει· καὶ τὰ μὲν καὶ ἀπὸ κακίας περιγίνεται, ἣ δὲ ἀπὸ ἀρετῆς καὶ ἀνδραγαθίας. ἔπειτα καὶ οἱ δόντες τῷ μὲν δοκεῖν νενικήκασιν, τῇ δ’ ἀληθείᾳ ἐώνηνται τὴν νίκην· καὶ ὅτι οὐ δόξαν κτῶνται, ἀλλ’ αἰσχύνην, τὸ γὰρ μὴ μετὰ ἀληθείας κρατῆσαι πρὸς αἰσχύνην μᾶλλον τῷ κρατήσαντι ἢ δόξαν· καὶ ὅτι εἰ καὶ λανθάνοιεν τοὺς ἄλλους, ἀλλ’ ἑαυτοῖς συνίσασιν, καὶ παρὰ τοῖς ἄλλοις μὲν δοκοῦσι κρατεῖν, παρὰ δὲ ἑαυτοῖς ἥττηνται· καὶ ὅτι οὐδὲ ἡδονὴ ἐπὶ τῆς τοιαύτης νίκης· καὶ ὅτι ὁ τῆς αἰσχύνης ἔλεγχος ἀεὶ συμπάρεστιν αὐτοῖς τῆς ἐπονειδίστου νίκης. καὶ ὅτι χείρους τῶν προδοτῶν· ἐκεῖνοι μὲν γὰρ τοὺς ἄλλους πωλοῦσιν, οὗτοι δὲ καὶ ἑαυτούς· καὶ ὅμοιοι τοῖς πόρνοις εἰσὶν ἐπὶ τοῖς σώμασιν τοῖς ἑαυτῶν λαμβάνοντες· κἀκεῖνοι μὲν ἴσως καὶ δι’ ἡλικίαν ἐξαπατηθέντες, οὗτοι δὲ δι’ αἰσχροκέρδειαν ἑαυτοὺς ἐκδόντες. εἶτα ὅτι οὐδὲ λανθάνουσιν· ῥᾳδίως γὰρ ὁρῶνται καὶ ἐκ τῶν σωμάτων καὶ ἐκ τῶν γυμνασιῶν καὶ ἐκ τῶν προγεγενημένων ἀγώνων. ἐν ᾧ· τίνα τὰ ἐπὶ τούτοις; μάστιγες, ὕβρεις, αἰκίαι σωμάτων, ἃ δούλων καὶ οὐκ ἐλευθέρων· τὸ παρὰ τοῖς θεαταῖς βλασφημεῖσθαι ἀντὶ τοῦ ἐπαινεῖσθαι κροτεῖσθαι στεφανοῦσθαι· ἐνίοτε δὲ [καὶ] ζημία καὶ τὸ ἐκβάλλεσθαι καὶ ἐκ τῶν σταδίων καὶ ἀγώνων, μέγιστον δὲ ἐπ’ ἐλευθερίᾳ φρονοῦντας εἰς τὰς τῶν δούλων τιμωρίας περιορᾶν αὑτοὺς ἐμπίπτοντας. καὶ ἂν μὲν δοῦλον αἰσθάνωνταί τινα τῶν ἀγωνιζομένων εἶναι, κατηγορεῖν αὐτοῦ καὶ ὡς ἀνάξιον τοῦ ἀγῶνος ἐκκρίνειν· αὐτοὺς δὲ τὰς παρὰ τῶν ἀθλοθετῶν ψήφους τῆς ἐλευθερίας λαμβάνοντας τὴν τῆς δουλείας καθ’ ἑαυτῶν φέρειν.

  [7] Ἐν δὲ τούτῳ τῷ τόπῳ γενομένους ἀναγκαῖον καὶ τῶν ἀρχαίων μνημονεύειν καὶ παραδείγματα φέρειν, ὅσοι ἔνδοξοι· οἳ μὲν ὅτι ἀήττητοι, οἳ δὲ ὅτι πλείστας νίκας ἤραντο, οἳ δὲ ὅτι εἰ καὶ ὀλίγας, ἀλλὰ τὰς ἐνδοξοτάτας, καὶ ὅτι πάσας προῖκα, καὶ ὅτι ἀπὸ σωφροσύνης, ἀπὸ ἐγκρατείας, ἀπὸ τῆς ἀσκήσεως τοιοῦτοι ἐγένοντο· καὶ ὅ τι αὐτοῖς τοιοῦτον συνέβη· ὅτι πολλοὶ καὶ ἰσόθεοι ἐνομίσθησαν, οἳ δὲ καὶ ὡς θεοὶ τιμῶνται τῶν πάλαι.

  [8]

  Περὶ ἐσχηματισμένων α

  [1] Ἀγῶνας ἐσχηματισμένους παντάπασιν οὔ φασιν εἶναι τινές, ἀλλὰ μέρη μὲν ἀγώνων ἐσχηματίσθαι συνομολογοῦσιν, τὸ δὲ ὅλας ὑποθέσεις διὰ τούτου τοῦ τρόπου τῶν λόγων περαίνεσθαι οὐχ οἷόν τε εἶναι φασί (μὴ γὰρ δυνατὸν εἶναι μὴ σαφῶς ἀκούοντας τοὺς ἀκροωμένους συνἱέναι περὶ οὗ ὁ λόγος ἐστίν), οὐδὲ τοὺς παλαιοὺς κεχρῆσθαι τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τῶν ἀγώνων. ἡμεῖς δὲ καὶ ὅσοι τρόποι τῶν ἐσχηματισμένων ἀγώνων, φράσομεν, καὶ τῆς μεταχειρίσεως αὖ τὴν μέθοδον δηλώσομεν, αὐτοὺς τοὺς παλαιούς, οὓς οὔ φασί τινες κεχρῆσθαι τῷ τρόπῳ τῶν λόγων, μαρτυρόμενοι.

  [2] Ἔστι γὰρ τῶν καλουμένων σχημάτων εἴδη γ· τὸ μέν ἐστι σχῆμα λέγον μὲν ἃ βούλεται, δεόμενον δὲ εὐπρεπείας ἢ δι’ ἀξίωσιν τῶν προσώπων, πρὸς οὓς ὁ λόγος, ἢ δι’ ἀσφάλειαν πρὸς τοὺς ἀκούοντας. καὶ τούτῳ μὲν τῷ εἴδει οὐκ ἀντιλέγουσιν οἱ ῥητορικοί, ἀλλὰ καλοῦσιν αὐτὸ χρῶμα. τοὺς γὰρ εὐπροσώπους λόγους, οὐκ οἶδα ὁπόθεν ὁρμηθέντες, οὕτως ὀνομάζουσιν, ὅταν ἢ πρὸς πατρίδα τις διαλέγηται ἢ πρὸς ἀριστέα ἢ πρὸς στρατηγὸν ἢ πρὸς ἀρχήν τινα ἢ πρὸς ὅλην πόλιν. τὸ δέ τι σχῆμά ἐστι �
�λαγίως ἕτερα μὲν λέγον, ἕτερα δὲ ἐργαζόμενον ἐν λόγοις. τρίτον σχῆμά ἐστι τὸ οἷς λέγει τὰ ἐναντία πραχθῆναι πραγματευόμενον.

  [3]  Τοῦ μὲν οὖν καλουμένου ὑπὸ τῶν πολλῶν χρώματος οὔτε ἀποκεκρυμμένη οὔτε χαλεπὴ ‹ἡ› μέθοδος. ἐπιείκεια γὰρ προστεθεῖσα τοῖς λόγοις καὶ τὸ ὑποστέλλεσθαι τῇ παρρησίᾳ, αὐτό ‹τε› τοῦτο τὸ αἰδεῖσθαι προσποιεῖσθαι καὶ τὸ ὁμολογεῖν μὴ βούλεσθαι τολμηρῶς μηδὲ ἀποκεκαλυμμένως λέγειν ἡ μέθοδός ἐστι τῶν τοιούτων λόγων. μεγίστη δὲ καὶ βαθυτάτη ἐν τούτοις τοῖς λόγοις μέθοδος, τὸ ἑτέρας αἰτίας ὑποβαλέσθαι εὐσχήμονας πρὸ τῶν λυπούντων λόγων. Οἱ δὲ ἕτερα μὲν λέγοντες, ἕτερα δὲ βουλόμενοι τίνι μεθόδῳ χρῶνται; προτείνουσι μὲν ἕτερα κεφάλαια τοῖς ἀκροωμένοις· ἃ δὲ βούλονται πεῖσαι, τοῖς προταθεῖσι συγκατασκευάζουσι. καὶ τρόπον τινὰ διπλοῦν ἀγῶνα ἀγωνίζονται· τῷ μὲν γὰρ λόγῳ τὸ κοινὸν προτείνουσιν, τέχνῃ δὲ οὗ τὴν χρείαν ἔχουσιν. Ὁ δὲ οἷς λέγει τὰ ἐναντία βουλόμενος λόγος, ἀκοῦσαι οὑτωσί, ἄτοπόν τινα τὴν μέθοδον ἔχειν δόξει· δεῖ γὰρ εἰς ἐναντιώσεις ὑποπίπτοντα φαίνεσθαι τοῖς ἀκούουσιν· καὶ ἐν τούτῳ τῷ εἴδει τὸ καινότατον δὴ φαίνεται τέχνη ῥήτορος οὖσα τὸ ἐναντία λέγειν. τίς ὁ λόγος; βραχὺς καὶ σαφής. ὥσπερ γὰρ ἐν τοῖς ἁπλοῖς τῶν ἀγώνων ὠφέλειαν ἔχει τὸ μὴ δοκεῖν ἐναντία λέγειν, οὕτως ἐνταῦθα κέρδος αἱ ἐναντιώσεις ἔχουσιν, τὸ δὲ μὴ ἐναντία λέγειν ζημίαν. καὶ πάνυ δικαίως· εἰ γὰρ οἷς λέγει τις τὰ ἐναντία βούλεται, ἂν ‹ἃ› λέγῃ πείσῃ, τὰ ἐναντία πράξει· ἂν δὲ ἃ βούληται κατεργάζηται, τὰ ἐναντία οἷς λέγει πείθειν δόξει. μέθοδος δὲ τούτων τίς; ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσι , ‹οὕτως ἐν τοῖς τοιούτοις ἀγῶσι› τὰς προτάσεις τὰς οἰκείας ἀσθενεῖς εἶναι δεῖ, τὰς δὲ τοῦ ἀντιδίκου ἰσχυράς, καὶ τὰ μὲν παρ’ αὑτοῦ εὐδιάλυτα προβάλλεσθαι, τὰ δὲ παρὰ τοῦ ἐναντιουμένου δυσκαταγώνιστα· αὕτη μία μέθοδος. δευτέρα δέ· ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσιν οὐ χρὴ στρεφόμενα λέγειν οὐδ’ οἷς ἂν καὶ ὁ ἀντίδικος χρήσαιτο, οὕτως ἐν τοῖς τοιούτοις τῶν ἀγώνων τοιαῦτα λέγειν δεῖ, οἷς καὶ ὁ ἀντιλέγων χρήσεται. οἱ μὲν οὖν κυριώτατοι τρόποι τῶν ἐσχηματισμένων λόγων οὗτοι.

  [4] Ἤρτηνται δὲ τούτων τῶν τρόπων κἀκεῖνα· τὸ τὰ αὐτὰ δοκοῦντα λέγειν ἑτέρῳ προειπόντι ἑτέραν ὑπόθεσιν διοικεῖσθαι· τὸ ἐναντιοῦσθαι δοκοῦντα τῷ λόγῳ βοηθεῖν τῷ ἔργῳ, προκατασκευάσαντος τοῦ σχήματος τὴν χρείαν· τὸ ‹ὡς ἐροῦντα› ἐν ἄλλῳ λόγῳ ὑπερβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ παρρησίαν εἰς ἕτερον καιρόν.

     Τούτων δὴ καὶ τὰ παραδείγματα λαβεῖν ἐκ τῶν βυβλίων. ληψόμεθα δὲ παρὰ Δημοσθένους, Θουκυδίδου, Ξενοφῶντος, Πλάτωνος, Εὐριπίδου, τῆς κωμῳδίας, Ὁμήρου· ἀπὸ πασῶν ἰδεῶν τῆς ῥητορικῆς, συμβουλευτικῆς δικανικῆς πανηγυρικῆς.

     Μεμνῆσθαι χρή, ὅτι τῇ μεθόδῳ [καὶ περὶ τῶν σχημάτων τῶν ἐναντία βουλομένων οἷς λέγουσιν ἀγωνιζόμενοι], ἐάν τις πορεύηται, ὡς ἔφαμεν, δι’ ἐναντιώσεων, μέγας κίνδυνος πρόσεστι τῷ μὴ φωραθῆναι ὑπὸ τῶν ἀκροωμένων, ὅτι τεχνάζει, τῆς ἐναντιώσεως εἰς δόξαν ἐμπεσεῖν· εἰ γὰρ μὴ ἐλεγχθείη ἡ τέχνη, συμβήσεται φιλονεικοῦντας, ἃ προσποιεῖται λέγειν, συγχωρεῖν τῷ ῥήτορι, οὐχ ἃ βούλεται ταῦτα ψηφίζεσθαι. φράσομεν οὖν καὶ ὅπως τις ἂν λάθοι μεταχειριζόμενος τὸν δι’ ἐναντιώσεων λόγον.

  [5] Δημοσθένης τοίνυν ὁ ῥήτωρ, ἵνα πρῶτον καὶ τὸ ὄνομα τοῦ σχήματος καὶ τὴν χρείαν δείξωμεν παρ’ αὐτῷ δεικνύντες, ἐν τῷ περὶ τοῦ στεφάνου διηγούμενος λόγον, ὃν συνεβούλευσεν διαθέσθαι πρὸς Θηβαίους, οὐχ ἁπλοῦν ἀλλά τινα τεχνικόν, ὧδέ πως λέγει καὶ ἐπὶ τῷ λόγῳ τὸ ὄνομα ἐπάγει τῆς τέχνης· ‘ἐπειδὰν δὲ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτῳ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ‘κεῖνοι καὶ τὸ μέλλον προορωμένων, ἵν’ ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διῳκημένοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν’. Ὁρᾷς καὶ τὸ ἔργον τῆς διοικήσεως, καὶ τὸ ὄνομα ἐπιφερόμενον τῷ ἔργῳ, τὸ ‘σχῆμα’. ὁ αὐτὸς τοίνυν Δημοσθένης ἐν μὲν τῷ περὶ τῆς πρεσβείας, ‹ἵνα› ἀπὸ δικανικοῦ λόγου ἀρξώμεθα, ἄλλα προτείνων ἄλλα κατασκευάζει, δι’ ὅλου τοῦ βυβλίου διοικούμενος διοίκησίν τινα τοιαύτην· κεφάλαια ἔστιν ἅ περ ἀσθενῆ ὄντα τῷ Δημοσθένει, ἐὰν ἐφ’ αὑτῶν προτείνηται, ἐλέγχεται· ταῦτα ἵνα πιθανὰ ποιήσῃ, ἕτερα μὲν προτείνει, λαβὼν δὲ τὸν ἀκροατὴν προσέχοντα τοῖς προταθεῖσι συμπλέκει τὰς πίστεις τῶν ἀσθενῶν τοῖς προτεινομένοις. οἷον, ἵνα ὁ λόγος ἔχῃ παράδειγμα, ἔροιτ’ ἂν εἰκότως ὁ Αἰσχίνης τὸν Δημοσθένην· Διὰ τί τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖς; καί τοι τὰ πεπραγμένα πάντα ἐν τῇ προτέρᾳ πέπρακται (ὅ φησιν ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ), ἡ δὲ δευτέρα ἀπαίτησιν ὅρκων εἶχεν μόνην. ἡ μὲν οὖν ἀλη�
�ὴς αἰτία τοῦ μὴ κατηγορεῖν ἐκείνη· ἐπῄνεσεν ὁ Δημοσθένης τὰ ἐν τῇ προτέρᾳ πρεσβείᾳ πάντα πεπραγμένα, καὶ ψηφίσματα ἔγραψεν, καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον τοὺς πρέσβεις. αὕτη μὲν οὖν ἡ ἀληθὴς αἰτία ἐστὶ τοῦ μὴ ἐγκαλεῖν τῇ προτέρᾳ πρεσβείᾳ. ἀλλὰ μὴν αἰτίαν ἱκανὴν οὐδεμίαν ἔχει κατὰ τῆς ὑστέρας πρεσβείας· δεῖ οὖν αὐτὸν ἐφάπτεσθαι καὶ τῆς προτέρας. κατηγορῶν οὖν ἅμα τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖ. δεῖ δὲ αὐτῷ προφάσεως. τίς οὖν ἡ πρόφασις; φησὶν ἠγνοηκέναι τὸν Αἰσχίνην πεπρακότα αὑτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ. τοῦτο οὑτωσὶ μὲν πρὸς ἐρώτησιν τὴν παρ’ Αἰσχίνου ἐν παραιτήσεως σχήματι λεγόμενον ἀσθενὲς καὶ γελοῖον ἐστίν. ἄλλο δὲ οὐδὲν ἔχων εἰπεῖν ὁ Δημοσθένης, ὅπερ ἔφαμεν, ἑτέρου προφάσει τοῦτο συγκατασκευάζει. φησὶ γὰρ ἀποδείξειν τὸν Αἰσχίνην αὐτὸν ὑφ’ αὑτοῦ ἐλεγχόμενον, ὅτι δῶρα εἴληφεν, καὶ διέξεισι λόγους οὓς εἶπε πρότερον κατὰ Φιλίππου· εἶτα φησὶν αὐτὸν πρότερον κατὰ Φιλίππου πολιτευσάμενον ὕστερον μεταβεβλῆσθαι, οὐκ ἂν μεταβαλόντα, εἰ μὴ δώροις πεισθεὶς τοῦτο ἐποίει. ταύτην τὴν ἀπόδειξιν ὑποθεὶς συγκατασκευάζει τὸ ὅτι εἰκότως ἔλαθέν με δῶρα λαβὼν ἐπὶ τῆς προτέρας πρεσβείας· ᾤμην γὰρ αὐτὸν χρηστὸν εἶναι, τῷ πρότερον κατὰ Φιλίππου πολιτεύεσθαι. αὕτη μὲν ἡ συμπλοκὴ τοῦ ἕτερα συγκατασκευάζειν ἕτερα προτείνοντα.

 

‹ Prev