[4] Περὶ δὲ γνώμην πρῶτον τὰ μέτρα οὐχ ὁρῶμεν, ἀλλ’ οἳ μὲν πάντα διὰ βραχέων ἐπιτρέχουσι δείξαντες ἕκαστα τῶν ζητουμένων καὶ παρελθόντες, συντομίαν τινὰ τοῦτο νομίζοντες, τὴν ἀπόλειψιν τῆς τῶν πραγμάτων θεωρίας· οἳ δὲ ὅπως πλεῖστα εἰς ἕκαστον τῶν ὑποκειμένων ζητημάτων ἐροῦσι, σκοποῦνται οὐκ εἰδότες, ὅτι τὰ μὲν φύσει ὁμολογούμενα καὶ τὰ τοῖς ἤθεσι διεγνωσμένα καὶ τὰ ἔθεσι κεκριμένα βραχείᾳ ἀποφάσει τὴν ἰσχὺν ἔχει, ἐὰν δέ τις μηκύνῃ, ψυχρότερα καὶ ἀσθενέστερα αὐτὰ ἐξεργάζεται· περὶ δὲ τὰς τῶν νόμων ἐξετάσεις καὶ τὰς τούτων ἀποδείξεις ἡ πολλὴ πραγματεία ἀναγκαία τῷ ῥήτορι. ἔτι τε πολλάκις ἀγνοοῦμεν ἅ τε βραχέως δεῖ λέγειν καὶ οἷς δεῖ μῆκος περιτιθέναι. καίτοι βραχὺς ὁ περὶ τούτων λόγος, ὡς τὰ ἰσχυρότατα βραχύτατα λεκτέον, τὰ δὲ ἀσθενέστατά ἐστι καὶ τὰ ἀγχώμαλα τὰ τῆς βοηθείας τοῦ ῥήτορος εἰς ῥοπὴν δεόμενα. ὅλως δὲ οὔτε βραχέα οὔτε πολλὰ δεῖ ζητεῖν λέγειν, ἀλλὰ σύμμετρα πανταχοῦ, ζητοῦντας πρὸς τῇ συμμετρίᾳ πανταχοῦ καὶ τὴν ἀσφάλειαν· ἐπιθυμίᾳ δὲ τοῦ πολλὰ δοκεῖν εὑρίσκειν καὶ λέγειν πολλὰ ἐν τοῖς λόγοις λυμαινόμεθα. ταῦτα μὲν καὶ περὶ τὴν γνώμην ἁμαρτάνομεν.
[5] Ἀτεχνία δὲ ἐν μελέταις αὕτη· πρώτη μὲν γυμνὴ τῶν κεφαλαίων πρότασις πανταχοῦ τῷ μὴ ἐπίστασθαι μήτε προδιοικεῖσθαι, ὅ πέρ ἐστι προσυστῆσαι ἢ προδιαβαλεῖν, μήτε τὰς τῶν προτάσεων μεθόδους· αἳ ἐπὶ τριῶν σχημάτων ἀγωνίζονται· ἢ ὡς εἰδότος τοῦ λέγοντος τὰ μέλλοντα λεχθήσεσθαι ὑπὸ τοῦ ἀντιδίκου· ‘οἶδα τοίνυν, ὅτι ἐρεῖ’ καὶ ‘ἀλλὰ νὴ Δία ἐρεῖ’· ἢ ὡς πυθομένου· ‘πέπυσμαι τοίνυν αὐτὸν ἐρεῖν’, ‘ἀπήγγειλεν τοίνυν τίς μοι’· ἢ ὡς στοχαζομένου. ὧν ἑκάστη τῶν προτάσεων κατὰ λόγον τέχνης προτείνεται. ὁ δὲ λόγος τῆς τέχνης οὗτος· περὶ ὧν θαρροῦμεν λύσειν, ἐροῦμεν εἰδέναι ἐροῦντα τὸν ἀντίδικον· περὶ ὧν ἀμφιβόλως ἔχομεν καὶ μέσως, εἰκάζειν προσποιησόμεθα· ἃ δὲ ἰσχυρὰ ὄντα τῷ ἀντιδίκῳ ἴσμεν, ταῦτα ἀκηκοέναι φήσομεν, ἵνα μὴ δοκῶμεν συνειδέναι τὰ ἰσχυρὰ τοῖς ἐναντίοις.
[6] Μία τοίνυν αὕτη ἀτεχνία, ὅπερ ἔφην, ἡ τῶν προτάσεων γυμνότης, ἣν καὶ τέχνην τινὲς διαιρέσεως νομίζουσιν. ἑτέρα δὲ ἡ δοκοῦσα παρὰ τοῖς πολλοῖς τῆς τάξεως ἀκολουθία, τὸ καθ’ ὅλον τοῦ προβλήματος τὴν τάξιν διδόναι τοῖς καλουμένοις κεφαλαίοις· ἀλλὰ δεῖ κατὰ τὴν χρείαν τοῦ ἀγῶνος διακοσμεῖν τὰς πίστεις, ἔνια καὶ μετατιθέντα, καὶ τάξαι τὸ συμφέρον ἡγούμενον, ἀλλὰ μὴ ὥσπερ στοιχείοις χρῆσθαι τοῖς κεφαλαίοις κατὰ τὴν τάξιν ἀπὸ τοῦ α ἕως ω, καθάπερ γραμματικὸν ἄνδρα, ἀλλὰ πρὸς τὴν χρείαν τῶν ἀγώνων, ὥσπερ ‹τὰ› γράμματα πρὸς τὰ ὀνόματα, οὕτω καὶ τὰ κεφάλαια πρὸς τὰ πράγματα διακοσμεῖν. ἕτερον ἐκεῖνο τὸ μηδαμοῦ συμπλέκειν τοῖς ἀσθενέσι τὰ ἰσχυρά, ἵνα τῇ τούτων ἰσχύι ἐκεῖνα ἐπικρύπτηται. ἔτι κἀκεῖνο τὸ μηδαμοῦ τῶν λόγων ἐκβολὴν ποεῖσθαι μηδεμίαν, καιροὺς ὑπερβαίνοντα, εἶτα πάλιν ἐπανιόντα. ὅ περ ποιοῦσιν οἱ παλαιοί· ἐν ἑτέρων καιρῶν ἀγῶσιν ἑτέρων μνήμας ποιοῦνται, τεχνικῶς προδιοικούμενοι τὴν τῶν μελλόντων λεχθήσεσθαι πίστιν καὶ ‹τὰ› παρόντα ὁμοῦ ταῖς ἐκείνων συμπλέκοντες πίστεσιν. ἔτι κἀκεῖνο ἁμάρτημα τὸ μηδὲν προδιοικεῖσθαι μηδὲ πρότερον ἀποδεικνύναι, εἶτα ἐπιφέρειν· ὅ περ ποιοῦσιν οἱ παλαιοὶ πολλάκις, καὶ μάλιστα Δημοσθένης κατὰ μίμησιν τὴν Πλάτωνος, εἰδὼς ὅτι πολλαχοῦ προτεινόμενα τὰς κατασκευὰς ἀσθενεῖς ἔχει, προκατασκευασθέντα δὲ πιστὰ ‹τὰ› ἐπενεχθέντα φαίνεται. τί δεῖ λέγειν, ὅτι τὴν ἀναγκαίαν ἀκολουθίαν οὐχ ὁρῶμεν; ἣν φησὶ δεῖν Πλάτων προσεῖναι τοῖς λόγοις, ‘οὐ χύδην’ ὡς ἔτυχεν ‘βεβλῆσθαι’ τὰ ἐνθυμήματα, ἀλλ’ εἶναι τὸν λόγον ἐοικότα σώματι ἐκ κεφαλῆς ἐπὶ πόδας ἔχοντι τὰ μέρη καὶ τὰ μέλη ἀλλήλοις τε πρέποντα καὶ τῷ ὅλῳ συστήματι τοῦ σώματος. τοῦτο μὲν παρίημι εὐθύνειν, ὅτι ἔοικε σπάνιον εἶναι. ὁπότε γὰρ καὶ Λυσίαν ἐπὶ τούτῳ ἐλέγχει, πᾶσαν τὴν ἡμετέραν ῥητορικὴν ἔοικεν ἐλέγχειν. τοῦτον δὲ τὸν ἔλεγχον τὸν τοῦ μὴ ἐπίστασθαι τὴν ἀναγκαίαν ἀκολουθίαν μόνος Δημοσθένης ἐξέφυγεν κατὰ μίμησιν τὴν Πλάτωνος· πῶς καὶ τίνα τρόπον, ἐν τῷ περὶ μιμήσεως πειρασόμεθα. τοιαῦτα μὲν καὶ τοσαῦτα καὶ ἔτι πλέω τούτων τὰ τῆς ἀτεχνίας πλημμελήματα.
[7] Περὶ δὲ τὴν λέξιν συχνὰ τὰ ἁμαρτήματα. οἳ μὲν γὰρ πάνυ εὐτελῶς φθέγγονται καὶ φασὶ τὸ κατὰ φύσιν δὴ καὶ γνώριμον μεταδιώκειν, οὐκ εἰδότες ὅτι ἐν τῷ καλῷ μάλιστα ‹τὸ› γνώριμόν ἐστιν, ἐν δὲ τῷ ἀγοραίῳ τῆς λέξεως οὐδὲ τὸ σαφές, μή τί γε ‹τὸ› γνώριμον φαίνεται· τὸ γὰρ ἀγοραῖον οὔτε τὴν δήλωσιν ἀκριβῆ οὔτε τὴν φαντασίαν ἐναργῆ παρέχεται. οἳ δὲ τὸ παράσημον τῆς λέξεως ἐναγκαλίζονται, εἴ πού τι ἀνακεχωρηκὸς ὄνομα ἢ ῥῆμα εἴρηται, τοῦτο θηρῶντες καὶ πανταχοῦ φθεγγόμενοι, ἐπ’ ἀρχαιότητι δή τινι σεμνυνόμενοι· γελοῖον πεπονθότες, εἴ γε μὴ λογίζονται, ὅτι τὰ βυβλία διὰ τῶν γνωριμωτάτων ἀγωνίζεται, τὰ δὲ ἀνακεχωρηκότα ταῦτα σπάνιά ἐστιν. οὔκουν ἀρχ�
�ΐζειν ‹ἂν› δοκοίη ὁ τὰ ὀλιγάκις εἰρημένα ἀρχαίοις λέγων, ἀλλ’ ὁ τοῖς ἀεὶ λεγομένοις καὶ πανταχοῦ χρώμενος. ἀγνοοῦσιν δὲ καὶ τὴν χρῆσιν τῶν σπανίων ὀνομάτων, καθ’ ἃς αἰτίας ἔνεστι τοῖς βυβλίοις. εἰσὶ [8] δὲ αἱ αἰτίαι αὗται· πρώτη μὲν ἐκείνη· ἔνια τῶν ὀνομάτων τοῖς τότε καιροῖς συνήθη ἦν καὶ γνώριμα, ὧν νῦν ἡ χρῆσις ἐξερρύηκεν· ἐκεῖνοι μὲν οὖν ὡς γνωρίμοις ἐχρῶντο, ἡμεῖς δ’ ἂν αὐτὰ εἰκότως ἐκκλίνοιμεν.
[9] δευτέρα αἰτία· ἔνια τῶν πραγμάτων τῷ μὴ πολλάκις συνήθη τοῖς ἀνθρώποις εἶναι ἀήθη πάντα ἔσχεν καὶ τὰ ὀνόματα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, ὅταν ὑπό τινος δριμέος ἢ στριφνοῦ μὴ οἷοί τε ὦσιν τέμνειν οἱ ὀδόντες ὥσπερ φρίττοντες. τοῦτο γὰρ σπανίως συμβαίνει· σπανία δὴ καὶ ἡ χρῆσις τοῦ ὀνόματος.
[10] ἡμεῖς δὲ ἐκκυκλοῦμεν ἀεὶ τὰ τοιαῦτα ὀνόματα. τρίτη δὲ αἰτία ἐκείνη· ἐνίοτε λέγουσιν τὰ σπάνια τῶν ὀνομάτων κατὰ μίμησιν τὴν πρὸς ἑτέρους, καθάπερ ἐν ἰδιώματι κωμῳδίας. ἡμεῖς δὲ οὔτε παίζοντες οὔτε ἀνάγκῃ κατακλειόμενοι θηρῶμεν τὰ ὀλίγα ταῦτα ὀνόματα, ὀψιμαθίᾳ καὶ ἀπειροκαλίᾳ τοῖς αἰσχίστοις τῶν παθῶν περιπεπτωκότες. Ἔτι κἀκεῖνο πλημμέλημα ἐν τῇ λέξει τὸ ὑπὸ φιλοτιμίας πᾶσι χρῆσθαι τοῖς εἰρημένοις ὀνόμασι πανταχοῦ, τὸν καιρὸν μὴ προστιθέντα, οἷον λέγω ἱστορικόν που ὄνομα, διαλεκτικόν, ποιητικόν, ἐκ τραγῳδίας ἢ κωμῳδίας φθέγγεσθαι ὄνομα. ἔστιν δὲ τοῦτο παιδείας μὲν ἴσως ἔνδειξις, χρήσεως δὲ ἀπειρία. δεῖ γὰρ διακρίνειν, τίνα δικανικά τε τῶν ὀνομάτων, τίνα διαλεκτικὰ καὶ τίνα ἱστορικά, καὶ τίνα ποιητικὰ ἑκατέρας τῆς ποιήσεως, καὶ ἐπιλέγεσθαι τὰ πολιτικὰ πανταχόθεν· εἰ δὲ μή, καὶ γελοῖοι καὶ ἐπίφθονοι φανούμεθα· οὐχ ὡς οὐκ ἔστι που καὶ διαλεκτικὸν ὄνομα καὶ ἱστορικὸν καὶ ποιητικὸν ἐν τοῖς πολιτικοῖς βυβλίοις, ἀλλ’ ἐπίστασθαι δεῖ καὶ τὸν καιρὸν τῆς χρήσεως καὶ τὴν διοίκησιν. ἔστιν δὲ ὁ μὲν καιρὸς ἐκεῖνος, ὅταν ἐναργέστερόν τι ὄνομα ᾖ ἀπὸ ποιήσεως ἢ διαλεκτικῆς ἢ ἱστορικῆς, χρῆσθαι, ὡς ὁ ῥήτωρ, πρὸς τὴν ἐνέργειαν. ἡ δὲ διοίκησις ἐκείνη, τὸ προεξηγήσασθαι καὶ τοῖς προταχθεῖσιν ἢ ἐπιφερομένοις οὖσι γνωρίμοις ἀφανίσαι τὴν καινότητα τοῦ ὀνόματος καὶ ὁμολογίᾳ χρῆσθαι τοῦ τὸ ῥῆμα ἐξ ἄλλης ἰδέας λόγων εἶναι· ἱκανὴ γὰρ ‹ἡ› ὁμολογία καὶ παραμυθία τῆς καινότητος. ταῦτα καὶ ἔτι πλείω τούτων κατὰ λέξιν ἁμαρτάνομεν.
[11] Ἀκόλουθος δὲ τῇ λέξει καὶ ὁ περὶ τῶν σχημάτων λόγος, ὅτι καὶ ἀπλάστως καὶ ἀσχηματίστως λέγουσιν, ὥσπερ καὶ ἀγοραίως τοῖς ὀνόμασιν οἳ δὲ καὶ πανταχόθεν σχήματα συνάγουσιν ἀγνοοῦντες τὸν καιρὸν αὐτῶν, ὥσπερ καὶ τῶν ὀνομάτων. τοιαῦτα μέν τινα καθόλου λέγειν ἔχομεν ‹πλημμελούμενα› ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει.
[12] Φέρε δὴ κατὰ μέρος σκεψώμεθα ἀπὸ τῶν τῆς ὑποθέσεως στοιχείων τὰ ἐν ἑκάστῳ στοιχείῳ πλημμελήματα· ἔστι δὲ τὰ τῆς ὑποθέσεως στοιχεῖα τέσσαρα προοίμιον, διήγησις, πίστεις, ἐπίλογοι.
[13] Ἃ τοίνυν πλημμελοῦμεν ἐν προοιμίῳ μελετῶντες, ταῦτά ἐστι. πρῶτον μὲν ὡς εἰδόσι τοῖς δικασταῖς διαλεγόμεθα προοιμιαζόμενοι, γελοιότατον πάσχοντες, ἐπειδὴ προβάλλομεν πρὸ τῆς μελέτης τὴν ὑπόθεσιν, ἡγούμενοι καὶ τὸν δικαστὴν ὥσπερ τὸν ἀκροατὴν ἐπίστασθαι τὸ πρόβλημα. δεῖ δὲ ἐν τῷ προοιμίῳ καὶ παρανοίγειν τὸ πρᾶγμα, ἐπὶ κεφαλαίων προδηλοῦντα, περὶ ὧν ὁ ἀγὼν γενήσεται. ἔπειτα δὲ νόμον τινὰ προοιμίων ἐποιήσαντο τὰ προοίμια, οὐκ εἰδότες ὅτι ἓν ἐξαρκεῖ ‹πολλάκις›, πολλάκις δὲ καὶ πλειόνων δεῖ. ἔτι τοίνυν πολλοὶ προκαταχρῶνται τοῖς κεφαλαίοις ἐν τοῖς προοιμίοις, οὐδὲ νοοῦντες, ὅτι τὰ προοίμια δεῖ σύστασιν μὲν εἶναι τῶν κεφαλαίων, οὐκέτι δὲ αὐτὰ κεφάλαια. ὅθεν καὶ τῶν ἀντιδίκων ὑπολήψεις ἐν προοιμίοις διαλαμβάνουσιν. ἔτι μέντοι καὶ λοιδορούμεθα πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι, οὐκ εἰδότες οὐδὲ τοῦτο, ὅτι ῥήτωρ λοιδορίᾳ χρῆται ὡς πίστει ἤτοι κατὰ ἤθους ἢ κατὰ πραγμάτων χρείαν· ἡμεῖς δὲ πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι λοιδορούμεθα. ἔτι μέντοι ἓν σχῆμα τῶν προοιμίων ἡμῖν ἐστι, τὰ στρογγύλα καὶ τὰ περιφερῆ λέγειν προοίμια· οὐκ ἴσμεν δὲ ὅτι καὶ τὰ ἀποτεταμένα ἔστιν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ ἀπὸ παροιμίας που ἄρχεται προοίμιον, καὶ παράδειγμά που καὶ εἰκόνα προοίμιον ἔχει. πάντων δὲ τούτων τῶν ἀγνοημάτων ‹αἴτιον› τὸ μὴ ἐπίστασθαι, τί τὸ κεφάλαιόν ἐστι τοῦ προοιμίου καὶ τίς ἡ τέχνη ἐστί. τὸ δὲ κεφάλαιον τοῦ προοιμίου δόξα προσώπων τε καὶ πραγμάτων· δεῖ γὰρ ἢ συστῆσαι ἢ διαβαλεῖν ἢ πρόσωπον ἢ πρᾶγμα. ἡ δὲ τέχνη τοῦ προοιμίου προδιοίκησις τοῦ παντὸς ἀγῶνος. δεῖ γὰρ παρασκευάσαι τὸν ἀκροατὴν ἐν τῷ προοιμίῳ, ὡς συμφέρει τῷ ῥήτορι τοῦτον τὴν τοῦ παντὸς ἀγῶνος ἀκρόασιν ποιήσασθαι. ἐντεῦθεν καὶ τὰ μέτρα τῶν προοιμίων εὑρίσκομεν κατὰ τὰς διοικήσεις καὶ τὰς πλάσεις καὶ τὴν ἑρμηνείαν. ταῦτα μέν ἐστι κεφάλαια περὶ τῆς ἐν προοιμίοις πλημμελείας.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 346