[14] Διηγήσεις δὲ οἳ μὲν οὕτω βραχείας ποιοῦνται, ὥσπερ οὐ δέον μηκῦναι τὴν ὑπόθεσιν· οἳ δὲ οὕτω μακράς, ὥστε καὶ συμπλέκειν καὶ κατασκευάς τινας καὶ αὐξήσεις. ἑκάτερον δὲ τούτων ἁμάρτημα. τό τε γὰρ μὴ σαφῶς διδάσκειν οὐκ ἂν εἴη διηγεῖσθαι· τό τε ἀπέραντα λέγειν, ἀλλὰ μὴ ἐν μέτρῳ τῆς διδασκαλίας τὸ πιθανὸν διοικεῖσθαι κλέπτοντα τὴν ἀκρόασιν - ματαία καὶ ἄκαιρος ἡ τοιαύτη ἀδολεσχία. δεῖ δὲ τὸν ῥήτορα διηγεῖσθαι μὲν ὡς διδάσκοντα, πειρᾶσθαι δὲ πείθειν ἐν τῷ διδάσκειν, τά ‹τε› σαθρὰ καὶ τὰ ἰσχυρά, τά τε τοῦ ἐξ ἐναντίας καὶ τὰ αὑτοῦ πρὸς τὸ συμφέρον μεταχειριζόμενον. ἁμάρτημα δὲ καὶ τὸ πανταχοῦ διηγεῖσθαι μὴ ἐπιστάμενον, ὅτι ὅλη μὲν ἰδέα συμβουλευτικὴ διηγήσεως οὐ δεῖται· ἴσασι γὰρ οἱ βουλευόμενοι περὶ ὧν σκοποῦνται, καὶ δέονται μαθεῖν ὃ πρακτέον ἐστίν, οὐχ ὅπερ βουλευτέον. εἰσὶ δὲ καὶ δίκαι διηγήσεις οὐκ ἔχουσαι· αὗται δέ εἰσιν ‹αἱ› καὶ τοῖς δικάζουσι τὸ πρᾶγμα γνώριμον ἔχουσαι καὶ τοῖς ἀντιδίκοις ὁμοίως ἀμφοτέροις ὁμολογούμενον· τοιαῦται δὲ εἰσὶν αἱ πλείους τῶν πραγματικῶν ὑποθέσεων. οὕτω δέ που πράγματά ἐστι πολιτικὰ ἐν οἷς οὐ δεῖ διηγεῖσθαι, ἀλλὰ μάταιον τὸ ἀνάλωμα τῶν λόγων, ὅπου τοῖς λέγουσιν ἀμφοτέροις ἡ διήγησις περιττὴ καὶ πλέον οὐδὲν ἑκατέρῳ· οἷον ἀριστειῶν διηγήσεις γελοῖαι παντάπασιν (ὁμολογοῦνται γάρ) καὶ ἐκ παραβολῆς αἰτήσεις· οἷον δύο στρατηγῶν ὃ μὲν τριακοσίους ἔλαβεν αἰχμαλώτους, ὃ δὲ τριακοσίους ἀνῄρηκεν· ἀμφισβητοῦσιν τῆς δωρεᾶς· ἐνταῦθα γὰρ τὸ διηγεῖσθαι οὐδετέρῳ χρήσιμον, ἄλλως δὲ καὶ τὸ πεπραγμένον πᾶσι γνώριμον.
[15] Ἐν δὲ τοῖς κεφαλαίοις πρὸς τῇ ἄλλῃ τῇ εἰρημένῃ ἀτεχνίᾳ καὶ τόδε [τὸ] πλημμέλημα, ἀλόγων τινῶν καὶ ἀπρεπῶν καὶ ἀπιθάνων κεφαλαίων συνήθεια, οἷς χρῶνται οἱ μελετῶντες, οὐκ ἂν χρησαμένων τῶν ὡς ἀληθῶς λεγόντων· ἃ καὶ καλοῦσιν καθολικὰ κεφάλαια. ἐν μὲν τῇ συμβουλευτικῇ ἰδέᾳ τὸ ‘οὐ δεῖ πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι’· τίς γάρ ἐστιν ὁ λέγων, ὅτι δεῖ ‹ἀεί› ποτε πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι; ἀλλ’ εἰ μέντοι, ζητοῦμεν καὶ τὸ πρὸς τίνας καὶ τὸ ἄχρι πόσου· ὧν ἡ ζήτησις ἐν τέσσαρσι τοῖς τῆς συμβουλῆς κεφαλαίοις, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῇ δυνάμει. ἐν δὲ ταῖς δικανικαῖς τὸ δεῖν τὸν ἠριστευκότα, τὸν ἀνῃρηκότα τύραννον δωρεὰν λαμβάνειν, ‹ἣν› ἂν θελήσῃ, πᾶσαν, ἐπειδὴ ὁ νόμος κελεύει· τοῦτο γὰρ πῶς οὐ παντάπασιν ἄλογον καὶ ἀναίσχυντον; ἀλλ’ εἰ μέν, ζητεῖται, ‹ἃ› βούλεταί τις, εἰ δίκαια καὶ πρέποντα αὐτῷ αἰτοῦντι λαβεῖν καὶ τοῖς ψηφιζομένοις παρασχεῖν. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν τὸν στρατηγόν, τὸν ἄρχοντα τῶν κατὰ μέρος εὐθύνας ὑποσχεῖν· τούτῳ γὰρ σαφῶς ὁμολογεῖ ἀδικεῖν, τῷ μὴ πάντων ἀξιοῦν λόγον ὑποσχεῖν.
[16] φαίη τις ἂν ἐκ περιουσίας ταῦτα λέγεσθαι· ἀλλὰ τοὺς πλείστους τῶν λόγων ἐπ’ αὐτοῖς ἀναλίσκουσιν. ἔπειτα εἰδέναι δεῖ καὶ περὶ τῶν ἐκ περιουσίας κεφαλαίων, ὅτι τότε λεκτέα ἐστίν, ὅταν χρήσιμον ‹ᾖ› καὶ μὴ πολὺ μᾶλλον βλάπτῃ. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν πατρὶ ἀποκηρύττοντι ἀντιλέγειν· τοῦτο πάντων γελοιότατον τὸ ἥκοντα εἰς δικαστήριον κατηγορήσοντα παιδὸς φάναι μὴ δεῖν ἀπολογεῖσθαι. μέγιστον δὲ καὶ ἀλογώτατον ἐκεῖνο τὸ μὴ δεῖν ἐξ εἰκότων κατηγορεῖν· τοῦτο γὰρ παντάπασιν στοχασμὸν ἀναιρεῖ, ὅ περ μέγιστον δικανικῆς ἰδέας μέρος· αἱ γὰρ πλεῖσται δίκαι ἐκ τῶν εἰκότων κρίνονται. ταῦτα καὶ ἄλλα τοιαῦτα κεφάλαια ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς εἰθισμένα ἀγωνίζεσθαι φευκτέα, εἰ μέλλει τις πρὸς ἀλήθειαν [17] ῥητορεύειν. Ταῦτα μὲν πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῶν κεφαλαίων.
Ἐνίοις κἀκεῖνο ἁμάρτημα, αἱ καλούμεναι ἐκφράσεις, πολλαχοῦ τὸ χειμῶνα γράφειν καὶ λοιμοὺς καὶ λιμοὺς καὶ παρατάξεις καὶ ἀριστείας. οὐ γὰρ ἐν τούτῳ ἐστὶν ἡ κρίσις τῆς δίκης, ἐν τῷ διαγράψαι τὸν χειμῶνα. ἀλλὰ καὶ ταῦτα ματαία ἐπίδειξις καὶ λόγου ἀνάλωμα· εἰσερρύη δὲ τοῦτο τὸ ἁμάρτημα ἐν ταῖς μελέταις κατὰ ζῆλον τῆς ἱστορίας καὶ τῶν ποιημάτων. ἀγνοοῦμεν γὰρ ὡς ἔοικεν, ὅτι ἱστορία μὲν πεζὴ καὶ ποίησις γραφικὰς τὰς ὄψεις τῶν ἀναγκαίων τοῖς ἀκούουσιν παράγουσιν, ἀγὼν δὲ δικανικὸς μεμέτρηται πρὸς τὴν χρείαν. καὶ οἱ μὲν ποιηταὶ καὶ ἱστορικοὶ τὰ συμβεβηκότα τόποις τισὶ καὶ προσώποις ἐκτυποῦσιν, ὡς ἐγένετο· οἱ δὲ μελετῶντες ῥήτορες οὐκ ἔχοντες ὁμολογουμένην οὐδὲ ἰδίαν τὴν τῶν πεπραγμένων ἰδέαν αὑτοῖς ἀναπλάττουσιν λοιμῶν καὶ λιμῶν καὶ χειμώνων καὶ πολέμων ὄψεις, οὐ πάντων οὕτω συμβεβηκότων, ὡς αὐτοὶ λέγουσιν. ἔξεστι γοῦν καὶ τῷ ἀντιδίκῳ ἑτέρως αὐτὰ φράσαι ἢ ὡς ἂν ὁ ἀντίδικος εἴπῃ. ὥσπερ οὖν ἔφην, καὶ ταῦτα μάταιον μῆκος λόγων. τοῦτο δὲ τὸ πάθημα ἀνθρώπων ἀγνοούντων, ὅτι καὶ ἐν τοῖς ἐπικαίροις τῶν ἀγώνων ἔστι φαντασίας κίνησις ἱκανὴ καὶ οὐ δεῖ ἔξωθεν λόγοις φαντασίας ἐπεισκυκλεῖσθαι.
[18]
Περὶ δὲ ἐπιλόγων· ἡγοῦνται τοὺς ἐπιλόγους ὥσπερ ἐν δείπνῳ τραγήματα εἶναι τῶ�
� λόγων καὶ ὥσπερ ‘ἐπιφυλλίδας καὶ στωμύλματα’ (παρ’ ὃ καὶ ἐπιφωνήματα καλοῦσιν τὰ ἐν ἐπιλόγοις λεγόμενα) οὐκ εἰδότες, ὅτι ὥσπερ τὸ προοίμιον διοίκησις τοῦ παντὸς ἀγῶνος, οὕτω καὶ ὁ ἐπίλογος βεβαίωσις ἢ ἐπανάμνησις τῶν προαποδεδειγμένων πραγμάτων, ἢ ἐν παθῶν συντάσει παροξυνόντων ἡμῶν ἢ οἰκτιζομένων ἢ καὶ ἄλλα ὅσα ἤθη λόγων διάφορα τῷ ὑποκειμένῳ ἑκάστοτε ἀγῶνι.
[19] Ταῦτα καὶ ὅσα ἐκ τούτων ἤρτηται τηρῶμεν ἐν ταῖς μελέταις πλημμελήματα.
Ἔτι δὲ καὶ τὴν παλαιότητα μὴ ἐν τῇ θέσει τῶν βυβλίων νομίζωμεν εἶναι, ἀλλ’ ἐν τῇ χρήσει τῆς ὁμοιότητος. μίμησις γὰρ οὐ χρῆσίς ἐστι τῶν διανοημάτων, ἀλλ’ ἡ ὁμοία τῶν παλαιῶν ἔντεχνος μεταχείρισις. καὶ μιμεῖται τὸν Δημοσθένην οὐχ ὁ τὸ ‹Δημοσθένους λέγων ἀλλ’ ὁ› Δημοσθενικῶς, καὶ τὸν Πλάτωνα ὁμοίως καὶ τὸν Ὅμηρον. καὶ πᾶσα μίμησις ὧδε ἔχει· τέχνης ζῆλος ἐκμάττων ἐνθυμημάτων ὁμοιότητα. μακρότερος ὁ περὶ μιμήσεως λόγος, ὃν ἀλλαχῇ μεταχειριούμεθα. τὸ δὲ νῦν ἔχον τηρητέον τὰ ἐν μελέτῃ πλημμελήματα ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει, κατὰ πάντα μέρη τῆς ὑποθέσεως, κατὰ προοίμιον, διηγήσεις, πίστεις, ἐπιλόγους. ταῦτα περὶ τὰ φανερώτατα· πλείω δὲ τὰ ὑπολειπόμενα, ‹ἃ› δείξουσιν αἱ συνουσίαι.
[11]
Περὶ λόγων ἐξετάσεως
[1] Ὁ μέγιστος κίνδυνός ἐστι καὶ νέῳ καὶ μὴ νέῳ περὶ τὴν τῶν λόγων κρίσιν. ταῖς γὰρ ἡμετέραις δόξαις δίχα ἐπιστήμης εἰκῇ καὶ ἐπαινοῦμεν ἃ ἔτυχεν ἑκάστοτε καὶ ψέγομεν· καὶ διὰ τοῦτο συμβαίνει ταὐτὰ καὶ ἐπαινεῖσθαι καὶ ψέγεσθαι οὐ μόνον ἄλλοτε ὑπ’ ἄλλων, ἀλλὰ καὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ποτὲ μὲν ἐπαινεῖσθαι, ποτὲ δὲ ψέγεσθαι. ὥσπερ γὰρ οἱ ἄπειροι τοῦ ἀριθμοῦ οὐδέποτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγουσιν οὔτε πρὸς ἀλλήλους οὔτε πρὸς ἄλλους, ἀλλ’ ἡ ἀπειρία παρέχει τεκμήριον τὴν ἀσυμφωνίαν· οὕτως ἀμέλει καὶ περὶ λόγους ἔχομεν οἱ πλεῖστοι· οὐδέποτε γὰρ τὰ αὐτὰ ἡμῖν δοκεῖ, ἀλλὰ ποτὲ μὲν ἐπαινοῦμεν ταῦτα ἃ ποτὲ ἐψέγομεν, καὶ ἃ ἐψέξαμεν ἐπαινοῦμεν· ψυχαγωγούμεθα γὰρ τῇ δόξῃ τῶν ἀποφαινομένων ἢ πρὸς τὸ ἀξίωμα τὸ ἐκείνων ἀποβλέποντες, οὐκ οἰκείᾳ κρίσει χρώμενοι. δεῖ δὲ ὥσπερ κανόνα εἶναι καὶ στάθμην τινὰ καὶ δοκίμιον ὡρισμένον, πρὸς ὅ τις ἀποβλέπων δυνήσεται τὴν κρίσιν ποιεῖσθαι ἢ ἐπὶ τάδ’ ἢ ἐπ’ ἐκεῖνα. ὡς οὖν ἐμοὶ δοκεῖ, φράσω πρὸς ὑμᾶς. τέτταρα εἶναί φημι, ἀφ’ ὧν τὴν δοκιμασίαν καὶ τὴν κρίσιν χρῆναι ποιεῖσθαι τῶν λόγων ἀξιῶ. ἔστι δὲ τὰ τέσσαρα ταῦτα· ἦθος, γνώμη, τέχνη, λέξις. σκεπτέον οὖν ἀεὶ ἡμῖν, περὶ ὧν ἢ ἀνέγνωμεν ἢ ἠκούσαμεν ἢ ὁπωσοῦν ἐνετύχομεν, τί ὠφελεῖ ἢ βλάπτει εἰς ἦθος, τί εἰς γνώμην, τί εἰς τέχνην, τί εἰς λέξιν. ἔξω τούτων οὐκ εἰσὶν ὅροι.
[2] Τί ποτ’ ἐστὶν ὃ λέγω, μαθεῖν χρή. τὸ ἦθος φημὶ διπλοῦν εἶναι, κοινόν τε καὶ ἴδιον. πῇ διορίζω τὸ κοινὸν καὶ τὸ ἴδιον ἀπ’ ἀλλήλων, φράσω. κοινὸν λέγω τὸ φιλοσοφίας ἐχόμενον. ἔστι δὲ τοῦτο τί; τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀπαλλάττον. ἴδιον δὲ λέγω τὸ ῥητορικόν. ἔστι δὲ τοῦτο τί; τὸ πρέποντας καὶ προσήκοντας τοὺς λόγους ποιεῖσθαι περὶ τῶν ὑποκειμένων πραγμάτων τῷ λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος· ‹οὗ› ὅ τί ποτέ ἐστιν, ‹ἔστιν› ὁ ἀγὼν τοῖς βυβλίοις πᾶσιν, καὶ τοῖς παλαιοῖς ‹καὶ τοῖς νέοις›. τί οὖν περὶ τούτων λέγω; τὰ βυβλία μεστά ἐστι δικαίων ἠθῶν, ἀδίκων, σωφρόνων ἀκολάστων, ἀνδρείων δειλῶν, σοφῶν ἀμαθῶν, πράων ὀργίλων. ἔξεστιν οὖν καταλιπόντας τὰ ὀνόματα, ἐκλαβόντας ‹τὰ› ἤθη φιλοσοφῆσαι τὰ τοῦ βίου πράγματα, καὶ τὰ μὲν μιμήσασθαι, τὰ δὲ φυγεῖν· οἷον εἴ τις λαβὼν παρὰ Ὁμήρου τὸ ἦθος τοῦ Ἀλεξάνδρου λυμηναμένου ξένου οἰκίαν καὶ ἁρπαγὴν ποιησαμένου ἀλλοτρίας γυναικὸς μισοῖ μὲν τὸ ἦθος, φυλάττοιτο δὲ καὶ τὴν τύχην, ὡς καὶ τὴν πατρίδα τούτου κατασκαφεῖσαν καὶ τὸν οἶκον ἀνατραπέντα καὶ μεγίστην τιμωρίαν καὶ παρὰ ἀνθρώπων καὶ ἐκ θεῶν γενομένην. πάλιν αὖ ἔστι πονηρὸν ἦθος τοῦ Πανδάρου συγχέοντος τοὺς ὅρκους· ἡ τιμωρία φαίνεται ἐπαξία τοῦ ἁμαρτήματος. Νέστορός που σωφροσύνη φαίνεται· τοῦτο εἰς ἀρετὴν συντελεῖ. λέγει που ὁ Ζεὺς περὶ τοῦ Ἕκτορος, εὐσέβειαν αὐτῷ μαρτυρῶν
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης
λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. καὶ ἂν καταλιπὼν τὰ ὀνόματα ἐξετάσῃς τῶν ἠθῶν τὰς διακρίσεις, ὥσπερ ἐν θεάτρῳ τοῦ βίου διὰ τῶν βυβλίων πορεύσῃ. τοῦτο καὶ Πλάτων εἶπεν, ὅτι ἡ ποιητικὴ ‘μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγινομένους παιδεύει’. παιδεία ἄρα ἐστὶν ἡ ἔντευξις τῶν ἠθῶν. τοῦτο καὶ Θουκυδίδης ἔοικεν λέγειν, περὶ ἱστορίας λέγων, ὅτι καὶ ἱστορία φιλοσοφία ἐστὶν ἐκ παραδειγμάτων· ‘ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα’ χρῆσθαι ταῖς παλαιαῖς ἱστορίαις καὶ τοῖς παραδείγμασιν τῶν
ἠθῶν ὡς ἱστορίᾳ τοῦ βίου. ταῦτα μὲν περὶ τοῦ κοινοῦ ἤθους· κακίας φυγὴ καὶ ἀρετῆς κτῆσις.
[3] Περὶ δὲ τοῦ ἰδίου ἤθους, ὃ ῥητορικὸν καλοῦμεν καὶ τρόπον τινὰ οὗτος ὁ λόγος περὶ διαιρέσεώς ἐστιν· περὶ οὗ μηδεὶς γέγραφεν μηδὲ εἴρηκέν ποτε. οἱ γὰρ ἀγῶνές εἰσιν τῷ ῥήτορι δύο, ὁ τοῦ πράγματος καὶ ὁ τοῦ ἤθους· πρεσβύτερος δ’ ὁ τοῦ ἤθους καὶ κυριώτερος, καὶ ὡς εἰπεῖν τῷ ῥήτορι μόνος ὁ τοῦ ἤθους ἀγών ἐστιν. τὸ γὰρ πρᾶγμα οἰκείαν ὕλην εἰς χορηγίαν παρέχει· ἡ τῶν ἠθῶν θεωρία ἀριθμῷ καταληφθεῖσαν διαίρεσιν ἠθῶν παραδίδωσι. συνέλωμεν οὖν καὶ τὰ ἤθη ἀριθμῷ καταδησώμεθα, ὥστε μηδὲν ἡμᾶς δύνασθαι διαφυγεῖν. τὰ τοίνυν ἴδια καὶ ῥητορικὰ ἤθη τούτοις διαιρεῖται· κατὰ ἔθνη, γένη, ἡλικίας, προαιρέσεις, τύχας, ἐπιτηδεύσεις. ἑπτὰ οὗτοι τόποι· τὸ γὰρ ἔθνος διπλοῦν, ἔκ τε τοῦ κοινοῦ παντὸς καὶ τοῦ ἰδίου.
[4] Τί ποτέ ἐστιν ὃ λέγω, διηγήσομαι. ζητητέον ἐστί, πότερον Ἕλλην ὁ λέγων ἢ βάρβαρος καθόλου. πολλὴ γὰρ διαίρεσίς ἐστι καὶ διάκρισις Ἑλληνικοῦ ἤθους καὶ βαρβαρικοῦ. εὑρήσεις γὰρ ἀγροικότερα τὰ βαρβαρικὰ ἤθη καὶ τραχύτερά πως καὶ ἔχοντά τινα αὐθάδειαν, ὥσπερ καὶ ὁ Πλάτων τὸν Αἰγύπτιον λέγοντα εἰσάγει· ‘ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδες ἐστέ, μάθημα δὲ οὐδὲν ἔχετε χρόνῳ πολιόν’· ἐνταῦθα γὰρ καὶ ἡ τροπὴ τῶν ὀνομάτων δηλοῖ τὸ ἴδιον τῶν βαρβάρων. ὥσπερ ἀμέλει καὶ Ἡρόδοτος πεποίηκεν διαλεγόμενον τὸν Κανδαύλην πρὸς τὸν Γύγην· ‘ὦτα γὰρ τυγχάνει ἀνθρώποισιν ἐόντα ἀπιστότερα ὀφθαλμῶν’· οὐ γὰρ περὶ ἀκοῆς καὶ ὄψεως διελέχθη, ἀλλ’ ἐπὶ τὰ μέρη τοῦ σώματος τὴν γνώμην μετήνεγκεν. ὡς καὶ τὸν τρόπον τῆς λέξεως βαρβαρικὸς καὶ ὁ λέγων χρῆμα ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ᾧ χρώμενοι μαίνονται, τὴν γυμνασίαν τῶν ἀθλούντων λέγων, καὶ ‹ὁ› ‘μανίας [5] πόμα’ λέγων τὸν οἶνον. Καὶ ὅλως τί δεῖ ταῦτα ἐπιλέγεσθαι; μεστὰ γὰρ τὰ βυβλία τῶν τοιούτων ἐστίν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 347