Book Read Free

Works of Nonnus

Page 61

by Nonnus


  [969] But Bacchos had not forgotten his Cydonian darling, no, he remembered still the bride once his, then lost, and he placed in Olympos the rounded crown of Ariadne passed away, a witness of his love, an everlasting proclaimer of garlanded wedding.

  [974] Then the vinegod ascended into his father’s heaven, and touched one table with the father who had brought him to birth; after the banquets of mortals, after the wine once poured out, he quaffed heavenly nectar from nobler goblets, on a throne beside Apollo, at the hearth beside Maia’s son.

  The Greek Text

  ‘The Abduction of Europa’ by Jean François de Troy — which occurs in the first book of the epic poem

  CONTENTS OF THE GREEK TEXT

  In this section of the eBook, readers can view the original Greek text of Nonnus’ ‘Dionysiaca’. You may wish to Bookmark this page for future reference.

  Source text: Nonnus of Panopolis. Dionysiaca, 3 Vols. W. H. D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. With thanks to the Pegasus Digital Library.

  CONTENTS

  BOOK 1

  BOOK 2

  BOOK 3

  BOOK 4

  BOOK 5

  BOOK 6

  BOOK 7

  BOOK 8

  BOOK 9

  BOOK 10

  BOOK 11

  BOOK 12

  BOOK 13

  BOOK 14

  BOOK 15

  BOOK 16

  BOOK 17

  BOOK 18

  BOOK 19

  BOOK 20

  BOOK 21

  BOOK 22

  BOOK 23

  BOOK 24

  BOOK 25

  BOOK 26

  BOOK 27

  BOOK 28

  BOOK 29

  BOOK 30

  BOOK 31

  BOOK 32

  BOOK 33

  BOOK 34

  BOOK 35

  BOOK 36

  BOOK 37

  BOOK 38

  BOOK 39

  BOOK 40

  BOOK 41

  BOOK 42

  BOOK 43

  BOOK 44

  BOOK 45

  BOOK 46

  BOOK 47

  BOOK 48

  BOOK 1

  πρῶτον ἔχει Κρονίωνα, φαεσφόρον ἅρπαγα νύμφης,

  καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων.

  εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος αὐγῆς,

  νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,

  καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον: εἰπὲ δὲ φύτλην

  Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας

  5 Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,

  φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας,

  ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,

  εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ,

  ἄσπορον ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ,

  10 τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.

  ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,

  καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου:

  ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νήσῳ,

  στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη

  15 ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω:

  εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,

  μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ

  φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων:

  εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,

  20 Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης

  μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης:

  εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν

  πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων,

  ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν

  25 πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων:

  εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης

  ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,

  ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου:

  εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω

  30 κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου:

  εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,

  μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ

  βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.

  Ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ

  35 νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος

  σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς

  νεκταρέης, βυθίῃ δὲ παρ᾽ Εἰδοθέῃ καὶ Ὁμήρῳ

  φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ.

  εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ

  40 ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω

  Φοῖβον ἐμόν: δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,

  ἐξ ὅτε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας

  δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,

  γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.

  45 ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.

  Σιδονίης ποτὲ ταῦρος ἐπ᾽ ᾐόνος ὑψίκερως Ζεὺς

  ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ

  καὶ γλυκὺν εἶχε μύωπα: μετοχμάζων δὲ γυναῖκα,

  κυκλώσας παλάμας περὶ, γαστέρα δίζυγι δεσμῷ,

  50 βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς

  κυρτὸν ὑποστορέσας λοφίην ἐπιβήτορι κούρῃ,

  δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,

  Εὐρώπην ἀνάειρε: διεσσυμένοιο δὲ ταύρου

  πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ

  55 ἴχνεσι φειδομένοισιν: ὑπὲρ πόντοιο δὲ κούρη

  δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ

  ἀστεμφὴς ἀδίαντος: ἰδὼν δέ μιν ἦ τάχα φαίης

  ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν ἐννοσιγαίου

  ἢ λοφίῃ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην:

  60 καὶ πλόον εἰλιπόδην ἐπεθάμβεε κυανοχαίτης,

  τρίτων δ᾽ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀ�
�ούων

  ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ

  ἀείδων ὑμέναιον: ἀειρομένην δὲ γυναῖκα

  θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,

  65 ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον: ἀκροβαφῆ δὲ

  ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,

  καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης

  πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.

  καὶ δολόεις Βορέης γαμίῃ δεδονημένον αὔρῃ

  70 φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ

  ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.

  ὡς δ᾽ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,

  ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,

  καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χεὶρ

  75 νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης

  ἡμιφανὴς πεφόρητο δι᾽ ὕδατος ὑγρὸς ὁδίτης,

  κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου

  δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή:

  ὣς ὅ γε νῶτον ἄειρε: τιταινομένοιο δὲ ταύρου

  80 βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ,

  καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων

  Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης

  εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον: αἰδομένη δὲ

  παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ

  85 ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα.

  καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ

  οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην

  οὐρανίης ὤδινεν ἀπ᾽ αὔλακος ἔγκυον ὕδωρ:

  καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης

  90 κούρη φόρτος ἔην καὶ ναυτίλος. εἰσορόων δὲ

  μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης

  τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης:

  ‘Ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων

  νήχεται ἀτρυγέτοιο δι᾽ ὕδατος ἀγρονόμος βοῦς;

  95 μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου

  ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης;

  παπταίνω κατὰ κῦμα νόθον πλόον: ἦ ῥα Σελήνη

  ἄζυγα ταῦρον ἔχουσα μετ᾽ αἰθέρα πόντον ὁδεύει,

  ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;

  100 οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς

  ἔλλαχεν — ἰχθυόεν γὰρ ἔχει δέμας — , ἀντὶ δὲ γυμνῆς

  ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην

  Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.

  εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ

  105 γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης,

  καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης

  γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,

  νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων,

  χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.

  110 ταῦρε, παρεπλάγχθης μετανάστιος: οὐ πέλε Νηρεὺς

  βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,

  οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ

  ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ

  πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ:

  115 αὔλακας οὐ σπείρουσιν ὀπάονες ἐννοσιγαίου,

  ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,

  ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη.

  ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ

  ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;

  120 ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην

  ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;

  μὴ δόλον ἄλλον ὕφηνε πάλιν μετὰ δέμνια Τυροῦς,

  ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ᾽ ὑδατόεις παρακοίτης

  χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;’

  125 τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης

  θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,

  καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν:

  ‘Κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,

  εἰ βόες εἰσαΐουσιν: ῾ἀμείλιχε, φείδεο κούρης.᾿

  130 εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι

  Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ

  ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.

  μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.

  ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,

  135 δέξό με σαῖς πτερύγεσσι μετάρσιον: ἴσχεο, φωνή,

  μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.’

  ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη:

  Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων

  ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.

  140 ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι

  φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,

  εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου

  ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην

  ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,

  145 καὶ πόλος ἑπτάζωνος ἱμάσσετο: καὶ γὰρ ἐς εὐνὴν

  Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ

  Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
/>
  αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης

  καὶ στεροπὴν ἔκρυψεν: ὑπωροφίων δὲ κεραυνῶν

  150 καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,

  καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ

  πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων

  Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.

  καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης

  155 ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,

  ὅπλα πυρός: πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν

  παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν:

  συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ

  πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,

  160 καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας

  οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων

  ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.

  ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην

  ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν:

  165 εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου

  τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων

  ἄξονι κεκλιμένης λοφίην ἀνεσείρασεν Ἄρκτου

  Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοψε Βοώτην,

  ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δ᾽ ὑπὸ κυκλάδι νύσσῃ

 

‹ Prev