by Nonnus
ἤλιτον: ἀλλά με Κύπρις ἐπέπνεεν: ἐκ Παφίης γὰρ
θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.’
ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ.
ἀλλ᾽ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
125 τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ
κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ
δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς
σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ
ποικίλον ἀστράπτοντα: καὶ αἰθέρα δύσατο δαίμων
130 ἀλλοφανὴς πτερόεντι διαιθύσσουσα πεδίλῳ.
καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ
Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ
ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ,
δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου
135 χάλκεος οὐδὸς ἔην εὐήλατος: ἀμφίθυροι δὲ
σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,
καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ
μεσσοφανὴς ὀρόφοιο: λιθοστρώτοιο δὲ τοίχου
νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ
140 εἰς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς
ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ
τετράγυος πρὸ δόμοιο: καὶ ἄρσενα φύλλα πετάσσας
θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ:
ὄγχνη τ᾽ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ
145 ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις
γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης:
εἰαρινοῖς ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ
σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
ὄρθριον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης:
150 συκῆς θ᾽ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς
καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ
ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ:
πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις
γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων:
155 καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου
ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,
καί, φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις,
δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ
ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,
160 εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ
ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,
καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου
αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ.
ὄρχατος ἔπλετο τοῖος ἐύσκιος: ἄγχι δὲ πηγὴ
165 δίστομος, ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς
ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ
εἰς φυτὸν ἄλλο μετ᾽ ἄλλο: ῥόος δέ τις ὡς ἀπὸ Φοίβου
ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.
καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ
170 χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων
λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην:
πολλαὶ δ᾽ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ
χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος
ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων
175 ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων
χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ
σαίνων ἠθάδα φῶτα: παραστείχοντι δὲ Κάδμῳ
μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον Ἠχώ,
ποιητῆς δ᾽ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.
180 ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου
ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων
καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,
λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,
τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
185 φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου,
Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,
μητέρος Ἠλέκτρης Βασιλήιον εἰς δόμον ἔστη,
ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων
ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσας
190 Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης,
Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,
Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ:
καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου
γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων.
195 Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ
ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι
σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου
εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι
κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων:
200 καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ
κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης
Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου
κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου.
πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο
205 Ὤγυγος ἠλιβάτοιο δι᾽ ὕδατος αἰθέρα τέμνων,
χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης
Θεσσαλίδος κεκάλυπτο, καὶ
ὑψόθι Πυθιὰς ἄκρη
ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη.
δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης
210 χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ,
Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ
ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων
χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο
ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.
215 καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην
καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς
ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης,
ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο
Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.
220 τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης
σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσας
θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη
ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ,
θάμβεε τηλίκον εἶδος: ἀριφραδέων γὰρ ἀνάκτων
225 αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί.
καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ καμούσῃ
αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης,
ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ,
πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπ᾽ οὔδεος αὐχένα κάμψας
230 ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς,
καὶ μόλις εἰλαπίναζε: φιλοξείνοιο δὲ νύμφης
ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ
αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ.
τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπ᾽ ἄλλῳ
235 ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης:
ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν
σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ
δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν:
καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ
240 κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ
συμφερτοῖς δονάκεσσιν: ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ
ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
ἀλλ᾽ ὅτε δὴ μετά δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
245 Κάδμος ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσας,
φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος:
‘
Νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω:
250 φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι
ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καιρῷ
εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι:
ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ
δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δ᾽ ἔτι θάλλει,
255 ἄλλῃ ὅπως εἴξειεν: ἐπεὶ παλινάγρετος ἕρπων
εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.
ἀλλ᾽ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην:
ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
νήσου Τανταλίδαο μεσόμφαλος: ἔνθα δὲ κούρην
260 θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενον ἀνὴρ
Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,
νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης
ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ
πρεσβυγενής: καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
265 γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης,...
ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου
εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,
καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη
ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
270 Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων,
Ζηνὸς ἀθηήτοιο, καὶ εἰς νομὸν ἤιε κούρη
ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος:
γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ
Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ:
275 ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόου, — ὃν πολιῆται
Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ
εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης
χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν, —
ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν
280 δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης
ἔσκε θεὰ φερέκαρπος: ἀναπτομένοιο δὲ καρποῦ
Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
εὐόδμοις ὁμόφοιτος ἐλίσσεται ἀτμὸς ἀήταις.
ἔνθ᾽ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
285 Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης
χερσὶν ἐρωμανέεσσι: θεηγενέος δὲ τοκῆος
ἐξ Ἐπάφου Λιβύη: Λιβύης δ᾽ ἐπὶ παστὸν ὁδεύων
Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
παρθένον ἰχνεύων Ἐπαφηίδα, καὶ τότε κούρη
290 δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην
Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι
> μαντιπόλοι: πέμπτῳ δὲ πατήρ ἰσόμετρον ἀριθμῷ
295 Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
εἰς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,
300 καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης
αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ
ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,
καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ
θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
305 αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων,
καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων
ἄρσενα γυμνὸν Ἄρηα κατεύνασε θῆλυς Ἐνυώ:
οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔρυον,
ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
310 ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ,
καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου:
ἔπλετο δ᾽ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ
γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,
εἰ ἐτεὸν ταῦρος: ἐγὼ δ᾽ οὐκ οἶδα πιθέσθαι,
315 εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων.
καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ
σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,
ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,
οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.
‘
320 τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου