Works of Nonnus

Home > Other > Works of Nonnus > Page 69
Works of Nonnus Page 69

by Nonnus


  Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,

  πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς

  καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,

  Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.

  325 Ἠλέκτρη δ᾽ ἀίουσα παρήγορον ἴαχε φωνήν:

  ‘Ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα

  Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ:

  οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἐπ᾽ ἄλλῳ

  μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,

  330 Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ:

  μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων

  πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ

  θηλυτέρας ὠδῖνας ἔσω μαιώσατο κόλπου,

  ἑπτάκις Εἰλείθυιαν ἐῇ καλέσασα λοχείῃ

  335 κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο

  μάρτυς ἐγώ: πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,

  οὐ Στεροπήν, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ

  σύγγονον ἐγγὺς ἔχουσα συνέστιον: οὐδ᾽ ἐνὶ κόλπῳ

  γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίξυγι παλμῷ

  340 παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ:

  οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς

  φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.

  πρὸς δ᾽ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι: ἀρτιθαλὴς γὰρ

  υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,

  345 Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,

  καὶ φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων

  Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ:

  καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει

  ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας,

  350 αἰθέρος ἐπτάμωνον ἀερτάζων κενεῶνα.

  ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω

  Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις

  ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων

  οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.

  355 καὶ σὺ τεὰς πρήυνε μεληδόνας: ἀπροϊδὴς δὲ

  εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων

  φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης:

  τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης,

  ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,

  360 εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ,

  εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης:

  μίμνε παρ᾽ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων,

  ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ,

  ὡς Δαναὸς γενετῆρος ἀδελφεός: ὅττι καὶ αὐτὸς

  365 ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,

  αἰθέριον βλάστημα Διιπετές, οὔνομα Βύζας,

  αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ

  γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν

  Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ,

  370 πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου

  ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.’

  εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.

  Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης

  εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρά κε Κάδμῳ

  375 Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων,

  παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης

  λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης:

  καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς

  μήτηρ οὐκ ἀτίταλλεν, ἀπ᾽ αἰθερίοιο δέ κόλπου

  380 πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην

  εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι

  ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ

  ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί:

  δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ

  385 σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ

  κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ

  διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.

  ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης

  λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις

  390 σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς

  καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,

  καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν

  ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην:

  ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ

  395 ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων:

  πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ

  πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ

  πεπταμένης πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ:

  γούνασι δ᾽ ἄρσενα παῖδα συνίδρυε θήλεϊ κούρῃ,

  400 μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ,

  κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος:

  καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου

  ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,

  πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,

  405 καί σφισι λέκτρον ἔθηκεν ἐὸν γόνυ, διχθαδίῳ δὲ

  φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,

  τέκνα καταψύχουσα, �
�αὶ ἔσβεσε καύματος ὁρμὴν

  ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.

  ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,

  410 τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ

  ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς

  εἴκελος ἠιθέῳ: ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ

  ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης

  ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς

  415 λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύλος ἰούλων

  ἀρτιφυὴς ἑκάτερθε περίδρομος: οἷα δὲ κῆρυξ

  ἠθάδα ῥάβδον ἄειρεν: ἀθηήτῳ δὲ προσώπῳ

  ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους

  πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης:

  420 οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ

  Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν

  δούλιος: Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ

  Ἑρμῆς ποικιλόμυθος: ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου

  ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ:

  425 ‘Μητροκασιυνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν

  πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων

  κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,

  καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,

  ἕδνα τεῆς φιλότητος, ἐμῇ δ᾽ ἅμα μητέρι Μαίῃ

  430 ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ

  σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.

  εἰμὶ τεῆς, φιλότεκνε, γουῆς ἐμφύλιος Ἑρμῆς,

  ἄγγελος ἀθανάτων τανυαίπτερος, οὐρανόθεν δὲ

  ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης

  435 ἀμφὶ τεοῦ ξείνοιο θεουδέος: ἀλλὰ καὶ αὐτὴ

  πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην

  πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,

  καὶ Διὶ μακάρεσσι χαρίζεο: τειρομένους γὰρ

  ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων:

  440 οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ,

  οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ.

  μή σε τεὴ θέλξειε γόῳ φιλομήτορι κούρη:

  ἀλλά μιν εἰς ὑμένσιον ἀλεξικάκῳ πόρε Κάδμῳ

  πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.’

  BOOK 4

  ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις

  Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ.

  ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς

  αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων

  σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις.

  οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων,...

  5 ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ

  ὄρθια δινεύουσα νοήμοι δάκτυλα παλμῷ

  Ἁρμκονίην ἐκάλεσσε τύπῳ τεχυήμονι φωνῆς:

  ἡ δὲ τιταινομένη βλεφάρων ἀντώτιον αἴγλην

  Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,

  10 καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης

  σιγαλέαι κήρθκε ἐμκαντεύοντο παρειαί.

  παγθενικὴ δ᾽ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ

  εἰς δόμον αἰπύδμητον: ἀναπτύξασα δὲ μήτηρ

  ἑπταμύχου θαλάμοιο πολυσφρήτιστον ὀχῆα

  15 λάινον οὐδὸν ἄμειψε: φιλοστόργῳ δὲ μενοινῇ

  ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης:

  καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφινσε κούρης

  δραξαμένη παλάμῃ χιονώδεϊ: καὶ τάχα φαίης

  ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.

  20 ἀλλ᾽ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις

  λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,

  παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρθε νύμφη

  εἰς θρόνον εὐποίητον: ἀμοιβαίῳ δὲ καὶ αὐτὴ

  ἑζομένη στοιχηδὸν ἐπ᾽ ἀργυροφεγγέι δίφρῳ

  25 ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ,

  καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ

  ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.

  παρθενικὴ δ᾽ ἀίουσα πολυπλάγκτους ὑμεναίους

  καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,

  30 ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος

  ξεινοδόκος Κάδμοιο βοοσσόος ἔννεπεν Ἐρμῆς:

  καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ

  συζυγίην φερέοκον ἀδωροδόκων ὑμεναίων:

  καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης

  35 δάκρυαι μυδαλέη πολυξμεμφέα ῥήξατο φωνήν:

  ‘Μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;

  οὕτωι σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;

  ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;

  ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;

  40 οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,

  παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.

  ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται:

  τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην

  ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;

  45 ἀλλ᾽, ἐρέεις, Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ:

  πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,

  ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνετις Ἥρη


  Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;

  οὐ χατέει Κάδμονιο τεὸς πόσις ὑψιμέδων Ζεύς:

  50 ἱλήκοι Κρονίδης: ἐψεύσατο θέσκελος Ἑρμῆς

  ἀμφὶ Διὸς γενετῆρος: ἐγὼ δ᾽ οὐκ οἶδα πιθέσθαι,

  εἰ λίπε θοῦρον Ἄρηα, κυβερνπητῆρα κυδοιμοῦ,

  καὶ βροτόν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος

  ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,

  55 τοσσατίους Τιρῆνας ἐνεκλήισσε βερέθρῳ,

  καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ.

  οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν:

  Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης

  θεσμὸν ἔχων θαλάμων ἐμφύλιον: ἀμφότεροι δὲ

  60 Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,

  Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος,

  δέμνιον ἀμφιέποντες ὁμόγνιον, ὤμοι ἀνάγκης:

  γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.’

  ὣς φαμένης ἀπένεψε γοήμονος ὄμβρον ὀπωπῆς

  65 μήτηρ ἀσχαλόωσα: διχοστασίῃ δὲ μενοινῆς

  Ἁρμονίην ᾤκτερπε, Διὸς δ᾽ ἀλέεινεν ἀπειλήν.

  ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ

  κερδαλέῳ ζωοτῆρι δολοφράδμων Ἀφροδίτη,

  καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς

  70 Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα:

  καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου

  Πεισινόῃ δέμας ἶσον ἐίσκετο γεῖτονι κούρῃ,

  Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυθίῃ τινὶ νούσῳ

  λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ

 

‹ Prev