Works of Nonnus
Page 70
75 ἀμφιπόλους ἔσσευε: παρεδριόωσα δὲ μούνῃ,
οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν:
‘Ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλόν ἀλήτην,
οἷον ἔχεις μνηστῆρα, μακαρτάτη: οἷον ἀκοίτην
ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη:
80 ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει,
ἧχι ῥόος χαρίεντος Ἀδώνιδος: ἱμερόεις γὰρ
ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει.
ἤλιτον: οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ,
ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δ᾽ ἐψεύσατο φύτλην.
85 οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος: εἴ ποτε Μαίῃ
σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας,
Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς,
οὐδὲ μάτην Καδμῖλος ἀείδεται: οὐρανίην γὰρ
μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.
90 εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν,
Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ.
παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης
εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον: ἆ μέγα θαῦμα,
λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,
95 ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων:
ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος: αἴθε καὶ αὐτῆς
Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων:
οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη,
οὐ νόον Ἁρμονίης μιμήσομαι: ἀλλὰ λιποῦσα
100 κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,
ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.
μέμνημαί ποτε τοῖον ἐγὼ τύπον: ἡμετέρῳ γὰρ
εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς τεὸν εἶδον ἀλήτην,
105 ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.
ἀλλ᾽ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην:
χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας: ἢν δ᾽ ἐθελήσῃς,
δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου
χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
110 καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης
καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον: εἰ θέμις εἰπεῖν,
δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας
ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.
παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
115 στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ
ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.
μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει
εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.
παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.
120 οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν,
οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει
Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη,
τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης.
εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
125 σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ.
οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον: αὐτόματον γὰρ
εἰαρινὸν δώρημα φύσις δωρήσατο Κάδμῳ:
εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν
ἡδὺ μέλι στάζουσαν: ἐρωτοτόκου δὲ προσώπου
130 ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ
δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν
μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί.
καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω
χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.
135 εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη
φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας
αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ.
χείλεα σιγήσαιμι: τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,
140 πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,
καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας: ἄκρα δὲ χειρῶν
αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω:
δέχνυσο δειλαίην με συνέστιον: ἠιθέου δὲ
δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
145 κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου:
αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
150 χείλεσιν ἡμετέρουσι μεμυκότα χείλεα πήξας,
τέρπων ἀκροτάτοισι φιλήμασιν: ἠίθεον δὲ
εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ
λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
155 οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ:
καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.
160 ἕσπομαι, ἢν ἐθέλῃς, καὶ �
��μόστολος, οὐ τρομέω δὲ
πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
κουριδίη παράκοιτις: ἐγὼ θαλαμηπόλος εἴην
ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
165 μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει:
Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ:
οὐδὲ θεὰς μεθέηκε: χολωομένης δὲ τεκούσης
170 ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον: εἰ δὲ μεγαίρεις,
χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
175 τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.’
εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ
180 ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,
καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ:
‘Ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος: ἄντρα Καβείρων,
χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες: οὐκέτι λεύσσω
185 μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην.
σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ:
Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
ἀλλ᾽ ἐρέεις, ὅτι πόντος ἀμείλιχος: οὐκ ἀλεγίζω
μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
190 Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.
ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων:
εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
ἵμερον Ὠρίωνος ἐς Ἠριγένειαν ἐνίψω,
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι: εἰ δέ ποτ᾽ ἔλθω
195 εἰς δύσιν ἀχλυόεσσαν, ἐπ᾽ Ἐνδυμίωνι καὶ αὐτὴ
Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.’
τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ:
καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου
200 Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
πάσας δ᾽ ἀμφιπόλους ἠγκάζετο: μυρομένη δὲ
τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
205 ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος:
πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ
Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
210 Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης
γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
λάτριν ἔχων πομπῆα δι᾽ ἄστεος ἄχρι θαλάσσης.
παρθενικὴν δ᾽ ὁρόωσα παρ᾽ ᾐόνας ὑψόθι πόντου
ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
215 Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη:
‘Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
ἥν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;
220 πλάζεο καὶ σύ, φίλη: Παφίης τέκος εἰπὲ τεκούσῃ:
῾κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.᾿
Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ
νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ
225 μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.’
ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων
ὁλκάδος ἰθυπόροιο παλίμπορα πείσματα λύσας
εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ:
διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ
230 δουροπαγές πόμπευε δι᾽ οἴδματος ἅρμα θαλάσσης,
ἰσάζων ἑκάτερθε νεὼς πόδας, οἷα δὲ Φοῖνιξ,
ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,
πηδαλίῳ παρέμιμνεν: ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν
Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυε κούρην
235 νηὸς ἰδὼν ξείνὁ̣̣̓ς ἐπιβήτορας, οὓς τότε ναῦται
μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ
ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν:
‘Αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος: οὐ νέμεσις γὰρ
υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην:
240 ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει
βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος: εἰσορόω δὲ
ὁλκάδα Σιδονίην. Δολόεις τάχα φώριος Ἄρης
ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων
ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην.
245 ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ
πέμπέ μοι ἴκμεν
ον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.’
τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ
λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων.
καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς
250 οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων
ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς.
ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων
ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην,
ὑδροφόρου Δαναοῖο: τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,
255 εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις
χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας
δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις
ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ,
ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ
260 Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων
γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ
ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας
γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς,
πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,
265 Αἰγυπτίης σοφίης μετανάστιος, ἦμος Ἀγήνωρ
Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην:
καί, ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων,
χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων
ἔγραφεν ἀγκύλα κύκλα: καὶ Αἰγυπτίου Διονύσου
270 εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων
μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης,
καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ