Works of Nonnus
Page 72
φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος
10 ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου
ἄορι κωπήεντι: Θεοκλύμενος δὲ κεραίης
δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,
αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης
ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ
15 λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,
καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου
πρηνὴς μόσχος ἔπιπτε: δαϊζομένης δὲ σιδήρῳ
πλευρὰ διατμήξαντες ἐμιστύλαντο μαχαίρῃ,
καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην
20 ἐκταδίην: ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας
αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν
ὠμὰ διατμήξας ἐκαλύψατο δίξυγι δημῷ
μιστύλλων κατὰ βαιόν, ἐπ᾽ ἀνθρακιῇ δὲ τανύσσας
σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
25 εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί: μεσσοπαγῆ δὲ
ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ
ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης
δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.
καὶ θυόεις ἐλέλικτο δι᾽ ἠέρος ἀτμὸς ἀλήτης
30 Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς
δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ
κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.
δαιτυμόνων δὲ φάλαγγες ἐπ᾽ εὐκύκλοιο τραπέζης
εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.
35 οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,
ἀλλὰ μεθ᾽ ἑρπηστῆρα, μετ᾽ ἄγρια φῦλα Γιγάντων,
Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ
βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ
ἔχραε Τεμμίκεσσι: καλεσσαμένῳ δὲ μαχητὰς
40 ποικίλος ἑσμὸς ἵκανε περικτιόνων ἐπικούρων.
καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν Ἐνυῷ
φύλοπιν ὠδίνουσα: συνερχομένων δὲ κυδοιμῷ
τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,
καὶ βέλος ἐρροίζησεν, ἐπ᾽ ὀμφαλόεντι δέ κύκλῳ
45 βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.
καὶ κταμένων ῥέεν αἷμα: πολὺς δ᾽ ἐπὶ φορβάδι γαίῃ
ἡμιθανής προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.
καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ:
λῦτο δ᾽ ἀγών. Φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ
50 Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.
πολλαὶ δ᾽ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων
αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων
ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ:
πολλαὶ δ᾽ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ
55 ἔμμοροι ἐν χόρτοισιν ἐμετρήθησαν ἀγυιαί.
καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης
κάλλεϊ λαϊνέῳ: καὶ ἐποίπνυεν ἄλλος ἐπ᾽ ἄλλῳ
γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην
ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ
60 Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,
ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.
καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν
τορνώσας κανόνεσσιν: ἐπ᾽ ἀρρήκτοις δὲ δομαίοις
ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας
65 οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ,
ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσας
πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ
ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις
ἰσοτύπους: πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας
70 Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ
ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη
τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη:
δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης
75 δῶκε γέρας πυλεῶνα: διαγράψας δὲ τετάρτην
Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος
σύγχροος Ἠλέκτρης ἀμαρύσσεται ὄρθριος αἴγλη,
ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς
μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων:
80 πέμπτην δ᾽ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ,
ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,
γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης:
ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ
ὑψιφανῆ: πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.
85 τοῖον ἕδος ποίησε: καὶ ἱερὸν ἄστυ πολίσσας
Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,
ποικίλον ἀσκήσας χθόνιον τύπον, ἶσον Ὀλύμπῳ.
Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις
Ἁρμονίης ὑμέναιον: ἐπ᾽ εὐθαλάμῳ δὲ μελάθρῳ
90 Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.
καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ
παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους
μήτηρ ἱμερόεσσα: πατὴρ δ᾽ ὑπὸ χάρματι κούρης
γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης
95 δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ,
καὶ γαμίῃ σάλπιγγι μελ
ίζετο θυμὸν ἐρώτων
ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου
ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,
μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,
100 πλέξας κῶμον Ἔρωτι: σὺν ἀθανάτοις δὲ χορεύων
εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων
ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων:
καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
105 μιμηλὴν δ᾽ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,
φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,
ὄμματα δινεύουσα: πολυστρέπτῳ δὲ πεδίλῳ,
Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ
110 παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,
καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπ᾽ εὐκύκλῳ δὲ χορείῃ
αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
115 καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ
πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
μελπομένων:
σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους ...
ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος: ἦν δὲ νοῆσαι
120 Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.
καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην
Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,
ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ
ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
125 νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπ᾽ ἄλλῳ
εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ:
Ζεὺς μὲν πάντα τέλεια: κασιγνήτην δὲ γεραίρων
Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,
ἵππιος ὤπασε δῶρα θαλάσσια κυανοχαίτης:
130 Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,
καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ
Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,
χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην:
καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη:
135 Ἄρεα κυδαίνουσα πολυφράδμων Ἀφροδίτη
χρύσεον ὁρμὸν ἔχοντα λίθων πολυδαίδαλον αἴγλην
λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,
Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ,
τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη:
140 ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης
υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος:
ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας
λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι Μαίης
ποικίλον ὁρμὸν ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ
145 ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας: οἷα γὰρ αὐτὴ
δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ
ἰὸν ἀποπτύουσα δι᾽ ἀμφοτέροιο καρήνου,
ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,
εἰς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,
150 λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ:
ὣς ὅ γε ποικίλος ὁρμὸς ἐαγότα νῶτα τιταίνων
κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,
ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων
πλεκτὸς ὄφις δικάρηνος: ὑπὸ στροφάλιγγι δὲ τέχνης
155 χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,
καί οἱ ἑλισσομένη κεφαλὴ πολυδίνεϊ παλμῷ
ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.
καὶ στομάτων ἑκάτερθεν ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,
αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,
160 ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,
ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κημῷ:
τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης
εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης
λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη
165 ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης
ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ:
ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης
γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης
λαμπομένης: ἑτέρης δὲ μεσόμφαλος αἰθοπι κόσμῳ
170 λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.
ἀλλήλαις δ᾽ ἑκάτερθε συναπτομένων κεφαλάων
χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,
αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις
σύμπλοκον ἔνθα καὶ ἔνθα: δι᾽ εὐφαέος δὲ προσώπου
175 λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην
ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ
ἁπτομένῳ: κομόων δὲ λίθων πολυειδέι μορφῇ
πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου
δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ
180 εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης:
τῷ ἔνι δαίδαλα πάντα τετεύχατο, τῷ ἔνι πάντα
χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα π
ώεα λίμνης,
οἷα περισκαίροντα: πολὺς δέ τις ὑγρὸς ὁδίτης
μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς —
185 ψευδαλέην δ᾽ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν —
καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης
ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν,
ὁρμὸν ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ
χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.
190 καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ
Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ
τικτομένην κατὰ βαιόν: ἀμοιβαίῃ δὲ λοχείῃ
ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,
τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
195 πρώτη δ᾽ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων
μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην
πρωτοτόκοις ὠδῖσιν: ὁμογνήτῳ δὲ γενέθλῃ
καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,
μήτηρ δισσοτόκος: τριτάτη δ᾽ ἀνέτελλεν Ἀγαύη,
200 ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις
εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ:
καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου
Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη
θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ
205 δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.
ἄρσενα δ᾽ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ
Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,
Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,
ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
210 σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.