Book Read Free

Works of Nonnus

Page 83

by Nonnus


  ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ:

  ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ

  μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ

  σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.

  90 τέκνον, Ἀναγκαίη μεγάλη θεός: εἰς τίνα φεύγεις;

  ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;

  τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;

  τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;

  ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται: εἴ περ ἀνάγκη,

  95 λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ.

  οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,

  οἶδα, πόθεν: νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,

  ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.

  ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων

  100 ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα

  Φρίξον ἔτι ζώειν μετανάστιον: αἴθε καὶ αὐτὸς

  χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι

  υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης:

  αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ

  105 ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ.

  δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου

  νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω

  αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.

  σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς

  110 παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης.

  δέξό με καὶ σύ, θάλασσα, μετὰ χθόνα: δέχνυσο, Νηρεῦ,

  χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην:

  δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.

  ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν

  115 ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων,

  ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης:

  μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην

  ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη

  μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.’

  120 ὣς φαμένη τρομεροῖσιν ὑπ᾽ ἴχνεσιν ἥλατο πόντῳ

  κραιπνὰ κυβιστήσασα σὺν υἱέι: Λευκοθέην δὲ

  πεπταμέναις παλάμῃσιν ἐδέξατο κυανοχαίτης

  δαίμοσιν ὑγροπόροισιν ὁμέστιον: ἔνθεν ἀρήγει

  ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ

  125 Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης.

  τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,

  ὅττι χάριν Βρομίοιο θεὰ πέλεν: ἡ δὲ χαρεῖσα

  γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν:

  ‘Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου:

  130 εἶξον ἐμοί: Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης

  ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης

  ἀντ᾽ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ

  νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.

  σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν

  135 ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον: οὐ γὰρ ἐίσκω

  οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.’

  τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη

  γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.

  τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,

  140 εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης,

  ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν: ὑψιπόρου δὲ

  φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην

  ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ

  Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ

  145 Πακτωλὸς κελάρυζε, χέων χρυσόσπορον ὕδωρ

  πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων

  ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς:

  καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες,

  εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,

  150 ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων,

  πρηνὴς δ᾽ ἐν ῥοθίοισι καὶ οἴδμασιν ἴχνος ἐρείσας

  ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ:

  καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων

  νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,

  155 τυφλὴν νηχομένοισιν ἐπ᾽ ἰχθύσι χεῖρα τιταίνων,

  καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ

  ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο :

  συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων

  κυφὸς ἐριδμαίνων Σατύρῳ Σειληνὸς ἀλήτης

  160 κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ

  ὑψόθεν εἰς βαθὺ λαῖτμα, καὶ ἰλύος ἥπτετο χαίτη,

  καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πλῷ

  ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο:

  καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων

  165 ἄβροχον ὦμον ἔλειπε δι᾽ ὕδατος, ἰσχία βάπτων

  ἀγχιβαθὴς ἀτίνακτος: ὁ δ᾽ οὔατα γυμνὰ τιταίνων

  χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς,

  καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή.

  καὶ θεὸς ὀρθώσας κεφαλήν καὶ στέρνα πετάσσας,

  170 χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην:

  καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι,

  καὶ κρ�
�νον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι

  Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ

  ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.

  175 καί ποτε θηρεύων ὑπὸ φωλάδα δάσκιον ὕλην

  ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ.

  ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων

  ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων:

  οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου

  180 ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς,

  ἥβης χρύσεον ἄνθος: ὀπισθοπόροιο δὲ χαίτης

  βότρυες εἱλικόεντες ἐπ᾽ ἀργυφέων θέον ὤμων

  ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ

  ἄσθματι κουφίζοντο: παρελκομένων δὲ κομάων

  185 ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν

  καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει

  μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη:

  καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή:

  ἐκ μελέων δ᾽ ὅλον εἶαρ ἐφαίνετο: νισσομένου δὲ

  190 ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών:

  εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ

  ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη.

  τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων,

  εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν

  195 ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν:

  ‘Τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ;

  τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλός Ἀπόλλων;

  εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος: εἰ μὲν ἱκάνεις

  ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,

  200 τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ;

  καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι,

  μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω.

  εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπ᾽ αἰθέρος ἤλυθες Ἑρμῆς,

  δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων.

  205 πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην;

  μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου,

  Φοῖβος ἀκερσικόμης κεχαλασμένα βόστρυχα σείων;

  εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης

  βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις,

  210 ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός: οὐ γὰρ ἐλέγξει

  οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου.

  ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης;

  γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις:

  ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη

  215 Ναρκίσσῳ χαρίεντι πανείκελον: αἰθέριον γὰρ

  εἴκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης.’

  τοῖον ἔπος κατέλεξε: νέος δ᾽ ἠγάλλετο μύθῳ

  κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης

  εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης

  220 εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων:

  εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας ἔσχε παρειάς:

  εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης

  τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων,

  καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην,

  225 κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ:

  εἴ ποτε Πακτωλοῖο παρ᾽ ἀνθεμόεντι ῥεέθρῳ

  δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη

  αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ,

  κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ.

  230 εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς,

  οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων,

  Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν,

  ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ

  τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης:

  235 εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης,

  κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς,

  παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς:

  εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ

  ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,

  240 καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων,

  δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,

  Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.

  εἴ ποτε Σειληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ

  ἥλικι θηρητῆρι συνέτρεχεν εἰς δρόμον ἄγρης,

  245 ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ

  βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων

  παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,

  καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,

  ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.

  250 ἀλλ᾽ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου

  ἢ βριαρῷ νάρθηκα κατηκόντιζε λεαίνης,

  εἰς δύσιν ὄμμα τίταινε ἐς ἠέρα λοξὰ δοκεύων,

  μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη,

  ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης

  255 δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου:

  δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων

  ἀπροΐδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη

  φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα π
αῖδα κομίζων,

  Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων:

  260 ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης,

  μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων

  εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην

  ἄμπελον ἁρπάξειεν ἐρωμανέων ἐνοσίχθων.

  καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,

  265 καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους

  μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.

  εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,

  ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,

  φίλτερον ἡβητῆρος ὅλου χροός: εἰ δέ οἱ ἄκρη

  270 συμφερτὴ κεχάλαστο δι᾽ ἰξύος ὄρθιος οὐρή,

  καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ:

  καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου

  αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.

  ἤματι μὲν κεχάρητο συνέμπορος: ἄχνυτο δ᾽ αἰεὶ

  275 νυκτὸς ἐπερχομένης, ὅτε μηκέτι παιδὸς ἀκούων

  οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,

  Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.

  καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,

  καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν:

  280 ‘ Ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ,

  μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη:

  καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω

  αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι

  ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω

 

‹ Prev