Works of Nonnus
Page 93
αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην,
εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ
155 πῇ μὲ ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης
κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ
ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων
ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν:
πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν
160 μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη
ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης
χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν,
καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην
θήλεα πέπλα φέρων πολυδαίδαλα: μεσσατίῳ δὲ
165 στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ...
παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης
πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην.
καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη
πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,
170 μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου:
καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο: δεξαμένη δὲ
Θεσσαλίδος δολόεντα παρ᾽ Ἀχλύος ἄνθεα ποίης
ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ,
μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων:
175 καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ
ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς:
τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,
ἱππείη δ᾽ ἀνέτελλε δι᾽ ἰξύος ὄρθιος οὐρὴ
ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,
180 καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,
ὄμματα δ᾽ εὐρύνοντο τανυκραίροιο μετώπου,
καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,
γναθμοὶ δ᾽ ἀργιόδοντες ἐμηκύνοντο γενείων,
ξείνη δ᾽ αὐτοτέλεστος ἀπ᾽ ἰξύος εἰς πόδας ἄκρους
185 ἀμφιλαφὴς λασίοιο κατ᾽ αὐχένος ἔρρεε χαίτη.
δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,
Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ
σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,
καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
190 Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω
Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,
εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.
Κενταύρων δ᾽ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελον αὔραις
195 ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,
μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,
Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσας
ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην:
ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ
200 παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων:
γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
205 ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.
νύμφαι δ᾽ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,
αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις
210 γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι
ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
συμφυέες Μελίαι δρυὸς ἥλικος: αἳ τότε πᾶσαι
εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
215 αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,
ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις:
χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν:
ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ
220 κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,
αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη
καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,
Σειλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ
Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
225 Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,
Στησιχόρη Προθόη τε: φιλομμειδὴς δὲ γεραιὴ
οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.
κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,
πάντων δ᾽ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
230 ἀστράπτων ἀρίδηλος: ἐς ὑσμίνην δὲ χορεύων
οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,
οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου
ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,
235 κράασι κυκλώσας βλοσυρὸν στέφος: ἀντὶ δὲ τυκτῆς
δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης
ἄργυφα πορφυρέοις ἐπεθήκατο ταρσὰ κοθόρνοις,
νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,
στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρ�
�ν:
καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.
240 λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,
χρύσεον εὐποίητον, ἀπ᾽ οἰνοχύτου δὲ κεραίης
ὄρθιος οἰνοπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης:
χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,
δεξιτερῇ κούφιζεν, ἐπ᾽ ἀκροτάτῳ δὲ κορύμβῳ
245 χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.
ἀλλ᾽ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς
χρύσεον εὐποίητον ἐδύσατο κόσμον Ἐνυοῦς,
εὔδια καλλείψας χοροτερπέος ἔνδια Ῥείης
250 Μῃονίην παράμειβεν: ὀρεσσιπόλοις δ᾽ ἅμα Βάκχαις
δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί:
οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου:
πολλαὶ δ᾽ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ
255 νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας:
καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ
ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν:
ἄλλοι δ᾽ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις
ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης:
260 καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης
αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,
κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις
χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ.
καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην
265 εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας ...
1 καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου
ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ,
ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν.
καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου
270 Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης,
λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην:
καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ
δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν:
‘Μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,
275 παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας Ἐνυὼ
λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων,
μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ,
μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην
γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.
280 Ῥείη χωομένη δύναται πλέον ἰοχεαίρης:
Φοίβου φεύγετε Βάκχον ἀδελφεόν: αἰδέομαι γὰρ
Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβει.’
τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή.
καὶ θεὸς ἀμπελόεις φρυγίης μετὰ πέζαν ἐρίπνης
285 Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται
πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην,
καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας,
αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ,
εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην:
290 Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι
εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ
πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων
οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ
νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.
295 εἰς ἐνοπὴν δ᾽ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων
ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν
καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην
κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων.
τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας Ἐνυοῦς
300 ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν:
καί σφισι νισσομένοισι συνέστιχεν αἰγίβοτος Πάν,
στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην.
Ἥρη δ᾽ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ,
οὐλοκόμῳ Μελανῆι μὴ οἴνοπα θύρσον ἀείρειν
305 Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν,
μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν,
ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ:
καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν:
‘Ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.
310 Ἀστράεις, πολέμιζε: κορύσσεο καὶ σύ, Κελαινεῦ,
χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου:
ἔγχεϊ δ᾽ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ,
Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ
οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.’
315 ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων,
μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ.
καὶ βρομίου κήρυκες ἀπήλυθον: ἀγχιφανὴς δὲ
Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν,
μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,
320 μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου.
οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ
φύξιον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ.
καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν.
οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς Ἐνυώ,
325 ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν:
καὶ θρασὺς Ἀστράεις, μενεδήιον ο�
��στρον ἀέξων,
Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης,
δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου.
ἀλλ᾽ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ
330 ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες,
κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι
χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου
Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις
335 Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ
οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης,
ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο:
εἰς ἐνοπὴν δ᾽ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί,
ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου:
340 Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον: ἀγρομένων δὲ
ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,
ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,
ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσετο θύρσῳ
οἰστρομανής, ἑτέρη δὲ κατ᾽ αὐχένος ἄμμορα δεσμῶν
345 μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης,
Μαιναλὶς ἀκρήδεμνος, ἐπ᾽ ἀμφοτέρων δέ οἱ ὤμων
ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης:
ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ
πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ:
350 ἄλλη δ᾽ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης,
ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,
χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης:
καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις