by Nonnus
ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ,
καὶ κεφαλὴν βαρύθουσαν ἐπέτρεπε γείτονι πεύκῃ:
ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου.
καὶ δηίους κνώσσοντας ἰδὼν γελόωντι προσώπῳ
120 Βάκχος ἄναξ ἀγόρευε, χέων σημάντορα φωνήν:
‘Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,
νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν
πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι:
καὶ βριαρῷ γόνυ δοῦλον ὑποκλίνας Διονύσῳ
125 Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδει Ῥείῃ,
σείων οἴνοπα θύρσον, ἀπορρίψας δὲ θυέλλαις
ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,
καὶ κεφαλὴν στέψειεν ἐμῷ κισσώδεϊ δεσμῷ,
γυμνώσας πλοκαμῖδας ἀερσιλόφου τρυφαλείης,
130 καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ δούριον ἠχὼ
εὔιον ἀείσειε κορυμβοφόρῳ Διονύσῳ.’
ὣς φαμένου δρηστῆρες ἐποίπνυον: ὧν ὁ μὲν αὐτῶν
αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας
εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,
135 ἄλλος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνης
ἄνδρα βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος:
καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ
ἀνέρα δουρίκτητον ἀδέσμιον εἷλκεν ἐθείρης:
ἄλλος ὁμοπλέκτους παλάμας περί νῶτα καθάψας
140 δήιον εἱλικόεντι λύγων μιτρώσατο δεσμῷ
αὐχενίῳ: τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
ὤμῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων:
ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
145 στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων:
ἄλλου κεκλιμένοιο φιλεύιος ἑσμὸς ἀλήτης
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ λοφίης ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων:
καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
150 Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.
καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
155 δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου
δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
ὤμοις ἀκλινέεσσι: μεθυσφαλέος δὲ φορῆος
θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
ἰσχία μαστίζουσα δορικτήτων ἐλεφάντων:
160 καὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην
ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ
κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς
τεύχεσιν ὑπναλέοιο καταυγάζοντα φορῆος:
καὶ νέος ἠκόντιζεν ἐν ἔντεσιν ὄλβιον αἴγλην,
165 ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχηταῖς,
ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων, Διομήδης.
ἄλλους δ᾽ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
νήδυμον ὕπνον ἔχοντας ὁμόστολον ἡδέος οἴνου.
ἔνθά τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,
170 παρθένος Ἀστακίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις
καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,
ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,
θῆρας ὀιστεύουσα καὶ ἰχνεύουσα κολώναις:
οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
175 καί οἱ ἐνὶ σκοπέλοισιν ἐρημονόμῳ παρὰ πέζῃ
ἠλακάτη πέλε τόξον, ἀεὶ δέ οἱ ἔνδοθι λόχμης
μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,
καὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης:
καὶ καθαρῇ συνάεθλος ὁμίλεεν ἰοχεαίρῃ,
180 καὶ λίνον ἐν σκοπέλοισιν ἀνέπλεκεν ἠθάδος ἄγρης
νήματος ἀσκητοῖο φιλαίτερον: οὔ ποτε τόξῳ
ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπτετο νεβροῦ,
δορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
ἀλλὰ περιζεύξασα δαφοινήεντι χαλινῷ
185 γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,
πολλάκι δ᾽ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου:
μέμφετο δ᾽ ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
οὐτιδαναῖς ἐλάφοισιν ἑὴν ἔζευξεν ἀπήνην.
190 οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων
ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
ψυχρὸν ὕδωρ προχέουσα: καὶ αὐτορόφῳ κενεῶνι
κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι:
πολλάκι δ᾽ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
195 πορδαλίων σχεδὸν ἧστο, μιῇ δ᾽ ὑπὸ κοιλάδι πέτρῃ
μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης:
ἡ δὲ γαληναίῃσιν ὑπ᾽ ὀφρύσι μειλιχίη θὴρ
ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ
200 ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης
χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι
εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου
αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφ
ῃ.
καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
205 ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης:
οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης
ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ:
καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων
εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,
210 εἴκελος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κύπρις
ἀργεννὴν ἐνόμευεν ὀρεσσινόμων στίχα ταύρων
κεστὸν ἐλαφρίζουσα βοοσσόον: ἀμφὶ δὲ λόχμην
βουκόλος ἀγρώσσουσαν ἰδὼν χιονώδεα κούρην
οὐ βοέης ἀγέλης ἐμπάζετο: φοιταλέη δὲ
215 εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη
ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,
καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις
ποιμένα μαστεύουσα: νέος δ᾽ ἐπλάζετο βούτης
παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.
220 καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα
οἴστρῳ λαβροτέρῳ δεδονημένον: ἐν σκοπέλοις γὰρ
παρθενικῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης
πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης:
καὶ χροὸς ἤνθεε κάλλος: ἐλευκαίνοντο δὲ μηροὶ
225 καὶ σφυρὰ φοινίσσοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη
χιονέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών:
καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν
ἀσκεπέων ἐδόκευεν ἐλεύθερον ἄντυγα μηρῶν
[...]χώδεα [...
230 βότρυν ὀπισθοπόροιο κόμης ἐλέλιζεν ἀήτης
κουφίζων ἑκάτερθεν, ἀειρομένων δὲ κομάων
λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.
καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,
πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,
235 πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου
ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης:
εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,
καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ
λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,
240 ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
εἰ τόσον, ὡς Νίκαια, πέλε λευκώλενος Ἥρη:
ἑσπερίην δ᾽ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,
εἰ πλέον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.
καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,
245 ἐγγὺς ἐὼν καὶ νόσφιν ἐὼν ἐμνώετο κούρης,
πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,
πῶς δὲ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ
δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,
πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς
250 ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,
ὁππότε μιν δονέων καὶ ἐς ὀμφαλὸν ἄχρις ἀείρων
γυμνώσας χροὸς ἄνθος ἀνηκόντιζεν ἀήτης:
κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,
ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτῶνα.
255 καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ
γείτονα θηρεύουσαν ἰδὼν ὑψαύχενα κούρην
τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ:
‘Αἴθε βέλος γενόμην ἢ δίκτυον ἠὲ φαρέτρη,
αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρά με γυμναῖς
260 χερσὶν ἐλαφρίσσειεν: ὀπισθοτόνοιο δὲ τόξου
εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρά με μαζῷ
χιονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,
ναὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔκτοθι μίτρης.
παρθένε, κουφίζεις βέλος ὄλβιον: ὑμέτεροι δὲ
265 ὕμνου μηλονόμοιο μακάρτεροί εἰσιν ὀιστοί,
ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμάων.
σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοισι μεγαίρω:
οὐδὲ μόνον σταλίκων με φέρει πόθος: ἀλλὰ καὶ αὐτοῦ
ζῆλον ἔχω τόξοιο καὶ ἀπνεύστοιο φαρέτρης.
270 αἴθε μεσημβρίζουσα ποθοβλήτῳ παρὰ πηγῇ
γυῖα καταψύξειεν, ἴδω δ᾽ ὑψαύχενα κούρην,
ναὶ δαμάλη, ναὶ μόσχε, δίχα φθονεροῖο χιτῶνος.
οὔ πώ μοι, Κυθέρεια, τόσην ᾤκτειρας ἀνάγκην;
Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
275 οὐ βόας Ἠελίοιο κατ᾽ οὔρεα ταῦτα νομεύω,
οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.
παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω:
οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες:
Τιθωνὸς ῥοδόεις πέλε νυμφίος, ὃν διὰ μορφὴν
280 δίφρον ἐὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς:
καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος
φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.
δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω
ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην:
285 ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρά τις εἴπῃ:
‘Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει.’’
ὣς φάτο καὶ λιτάνευε, φίλων δ᾽ ἐδράξατο γούνων
χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι
ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δ᾽ ὑπεμέμφετο σιγῇ.
290 καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων
<
br /> κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,
καὶ δόρυ θοῦρον ἄειρε, πόθου δ᾽ ὑπό μείζονι κέντρῳ
κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,
καὶ κύσε δίκτυα κωφὰ καὶ οὐ πνείοντας ὀιστούς,
295 χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,
καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων:
καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ:
‘Πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ Πύρρης,
ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.
300 δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν:
αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων
ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.’
ὣς φάτο: καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης
μάρτυν ἑῆς ὀδύνης, γαμίην ἐμελίζετο μολπήν.
305 παρθενικὴ δ᾽ ἀγόρευεν ἐπεγγελόωσα νομῆι:
‘Ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν:
πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.
ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος: ἀμφὶ δὲ μολπῇ
παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
310 ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου
ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.’
ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.
αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,
μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
315 πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν:
‘Ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ