Works of Nonnus

Home > Other > Works of Nonnus > Page 96
Works of Nonnus Page 96

by Nonnus


  κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι: οὐ σέο λόγχην,

  οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν

  ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω

  320 ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.

  τεθναίην, ὅτι πότμος ἐπήρατος: εἰ δὲ βελέμνῳ

  τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,

  πρὸς Παφίης, μὴ πέμπε κατ᾽ αὐχένος, ἡμετέρην δὲ

  σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.

  325 αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς:

  ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,

  τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ

  καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.

  κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.

  330 θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν:

  ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ

  δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,

  ἐκταδὸν αὖ ἐρύοντα τεὴν μελιηδέα νευρὴν

  δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.

  335 θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ:

  οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,

  γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων

  ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.

  εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,

  340 εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα: πικρότεροι γὰρ

  ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.

  ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,

  παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ:

  πυρκαϊῆς ἑτέρης οὐ δεύομαι: ἀλλὰ σύ, κούρη,

  345 μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην

  χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρά τις εἴπῃ:

  ῾παρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε.᾿ μηδὲ θανόντος

  αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,

  ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης:

  350 ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου

  πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.

  δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν ὑψόθι τύμβου

  ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω

  ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,

  355 εἰαρινὴν δὲ φύτευε μινυνθαδίην ἀνεμώνην

  πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.

  εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,

  βαιὸν ἐμοῖ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις

  ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,

  360 χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ:

  ‘ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς

  παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα.’’

  ὣς φαμένου Νίκαια χολώετο: λυσσαλέη δὲ

  λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης

  365 καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ

  κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,

  ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος

  φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης

  μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.

  370 ἀλλ᾽ οὐ νεκρὸς ἄδακρυς ἔην τότε: μεμφομένη δὲ

  ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,

  μυρομένη νέκυν Ὕμνον: ἐν εὐύδρῳ δὲ μελάθρῳ

  Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη:

  νηιάδες δ᾽ ἔκλαυσαν: ὑπὲρ Σιπύλοιο δὲ γείτων

  375 δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.

  κούρη δ᾽ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,

  μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,

  Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ:

  ἀμφὶ δέ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης

  380 Ἀστακίδες μέμψαντο Κυβηλίδος ἤθεα νύμφης,

  αἴλινα δ᾽ ἐφθέγξαντο: καὶ οὐ τόσον αἴθοπι πότμῳ

  Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.

  καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης

  τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,

  385 παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.

  ὄμμασι δ᾽ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων

  Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστενε Ῥείη,

  μήτηρ Ζηνός, ἄνασσα: καὶ ὀλλυμένου μόρον Ὕμνου

  ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.

  390 καὶ δρύες ἐφθέγξαντο: ‘τί σοι τόσον ἤλιτε βούτης;

  μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.’

  ἔδρακε δ᾽ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,

  ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,

  καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,

  395 μέμψατο δ᾽ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ

  ὕμνον ἐποικτείροντος ἐλείβετο δάκρυα ταύρου,

  καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς

  ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι:

  ‘

  Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.

  400 παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων

  πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος

  αἵματι
χαλκὸν ἔβαψε καἰ ἔσβεσε πυρσὸν Ἐρώτων —

  Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη —

  καὶ Νύμφας ἀκάχησεν, ὀρειάδος οὐ κλύε πέτρης,

  405 οὐ πτελέης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην

  λισσομένην: ‘μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα.’

  ‘

  καὶ λύκος ἔστενεν Ὕμνον, ἀναιδέες ἔστενον ἄρκτοι,

  καὶ βλοσυροῖς βλεφάροισι λέων ὠδύρετο βούτην:

  ‘Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.

  410 ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι,

  ξεῖνον ὄρος: ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης.’

  θηλυτέρῃ παλάμῃ δεδαϊγμένος. εἰς τίνα λόχμην

  ἴχνος ἄγω; σώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.

  ‘Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.

  415 χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί,

  χαίρετε, Νηιάδες, καὶ ἐμαὶ δρύες.’ ἀμφότεροι δὲ

  Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον: ‘αὐλός ἀλάσθω.

  πῇ Νέμεσις; πῇ Κύπρις; ἔρως, μὴ ψαῦε φαρέτρης:

  σύριγξ, μηκέτι μέλπε: λιγύθροος ὤλετο βούτης.’

  420 δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων

  γνωτῇ φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ

  ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.

  BOOK 16

  ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω,

  εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.

  οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,

  ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων

  θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ

  ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.

  5 καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης

  ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,

  γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.

  οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος: ἀμφὶ δὲ νευρῇ

  ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ

  10 τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου

  ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις

  νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην

  ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.

  ἤιε δ᾽ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,

  15 πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης

  εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,

  πῇ δὲ παρελκομένων πλοκάμων στίλβοντα δοκεύων

  αὐχένα γυμνωθέντα, σέλας πέμποντα Σελήνης:

  καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις:

  20 παπταίνων δ᾽ ἐς Ὄλυμπον ἐρωτοτόκῳ φάτο φωνῇ:

  ‘ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη,

  ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ

  παρθενικῆς ἀγάμοιο μύρου πνείουσι χαμεῦναι:

  φαύσω καὶ σταλίκων καὶ δίκτυα χερσὶ πετάσσω:

  25 ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω.

  εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν

  θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς,

  κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω,

  ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης

  30 θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης

  παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ

  ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ

  οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης

  βότρυν ἀερτάζων ἱκετήσιον. ἣν δὲ χαλέψῃ

  35 παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ,

  μὴ βέλος αὗ ἐρύσειε μιαιφόνον, αἰδομένη δὲ

  ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ:

  πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἣν δ᾽ ἐθελήσῃ,

  ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,

  40 σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης.

  οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ

  δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω

  δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ,

  Κυπριδίου καμάτοιο παρήγορα: παρθενικὴ γὰρ

  45 κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη:

  Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς,

  ἄλλη ἀνηέξητο φαεσφόρος: ὁπλοτέρη γὰρ

  ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.

  ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι:

  50 εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς,

  καί κεν ἐγὼ Τυρίοιο δι᾽ ὕδατος ὑγροπόρος βοῦς

  ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων

  ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δἐ

  νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης

  55 δεξιτερὴ πάνλευκος ἐμῆς δράξαιτο κεραίης.

  ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω

  κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,

  ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω

  αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.

  60 οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ

  νύμφῃ πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,

  μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.

  αἴθε πέλον νόθος ὄρνις ἐύπτ̣̣̔̓ρος, ὅττι καὶ α�
��τὴ

  παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.

  65 μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων

  ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,

  αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω

  ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης:

  ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην

  70 χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.’

  τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.

  καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων

  ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,

  καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας:

  75 ‘ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν:

  μὴ σέο κάλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ

  παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς:

  ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον: ἀμφιέπεις γὰρ

  ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην:

  80 εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς,

  ἀθρήσας δ᾽ ὑάκινθον ἴδον κυανόχροα χαίτην.

  δέξό με θηρεύοντα συνέμπορον: ἣν δ᾽ ἐθελήσῃς,

  αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω

  ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,

  85 αὐτὸς ἐγώ: Σατύρων οὐ δεύομαι: οὐ παρὰ λόχμῃ

  δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;

  τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ

  αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.

  οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος: ἐν ῥοθίοις γὰρ

  90 Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.

 

‹ Prev