Book Read Free

Works of Nonnus

Page 100

by Nonnus


  οὐ πιθόμην Βρομίῳ θηλύφρονι: μάρτυρας ἕλκω

  ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,

  285 ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ

  Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.’

  ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δ᾽ ἐνὶ γαστέρι πήξας

  αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ:

  καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.

  290 καί οἱ, ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων,

  Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ:

  ‘κεῖσο, νέκυς, ξείνοισιν έν ὕδασιν: ὑμέτερον δὲ

  Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Υδάσπης.

  ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,

  295 ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης

  σείων Εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.

  ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ

  οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο:

  καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.

  300 ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον: ἀλλὰ ῥεέθρων

  οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ

  λοίγιον: ἀνδροφόνῳ δέ ῥόῳ καὶ χεύματι πικρῷ

  γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης

  γεύεο Κωκυτοῖο, καὶ ἢν ἐθέλῃς, πίε Λήθην,

  305 Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.’

  ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ

  κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης:

  καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ

  ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.

  310 τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,

  νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνης

  ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δέδρου:

  ‘Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,

  αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.’

  315 οὐδέ μόθου τέλος ᾖεν ἀτερπέος: ἡμιτελὴς γὰρ

  ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος: ὑψιφανὴς δὲ

  Ἰνδὸς Ἄρης ἀλάλαζε: παλιννόστῳ δὲ κυδοιμῷ

  Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀτελῆς

  Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,

  320 δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις,

  Αρεϊ βακχευθεῖσα: φιλοπτόρθου δὲ Λυαίου

  δυσμενέες δρυόεντι κατεκτείνοντο σιδήρῳ

  φοίνιον ἕλκος ἔχοντες: ἀθωρήκτοιο δὲ Βάκχης

  ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου

  325 Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ

  στήθεα γυμνωθέντα νεούτατα: ῥηίτεροι γὰρ

  ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.

  ἄλλων δ᾽ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ

  σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες

  330 μαρναμένων, ὅθι Ταῦρος: ἐκυκλώσαντο δέ Βάκχαι

  ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.

  καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος: έν δὲ κυδοιμῷ

  βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου

  τυπτόμενοι πελέκεσσι καί ἀμφιτόμοισι μαχαίραις

  335 πάντες ἔσαν πυργηδὸν ἀπήμονες: ἁβροκόμοι δὲ

  δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις:

  ἐξείης δ᾽ ἐπέπηκτο τανυπτόρθοις ἐνί δένδροις

  Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη

  τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,

  340 Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις

  πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,

  μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.

  καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,

  Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης:

  345 τύμπανα δ᾽ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί:

  κύμβαλα δ᾽ ἐκροτάλιζε, καὶ αὐχένα κύψε Λυαίῳ

  Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δ᾽ ἐνὶ δέρματι νεβρῶν

  ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων:

  χαλκοβαρὴς δ᾽ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.

  350 καί τις Ἀρειμανέων Σατύρων πρόμος ἀνέρα Βάλλων

  εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος

  χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.

  ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ

  νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου

  355 Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας,

  ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.

  τόφρα δ᾽ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων

  Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ.

  τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην.

  360 τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην

  αἷμα περιθλίβων: κινυρὴν δ᾽ ἰήσατο Βάκχην

  συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,

  ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.

  ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ

  365 εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων

  αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην:

  ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας

  ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,

  ἀκροτάτῃ παλάμῃ πεφιδημένα
δάκτυλα βάλλων:

  370 καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης

  δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,

  χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα βάκχου:

  ἄλλους δ᾽ οὐταμένους ἰήσατο φοιβάδι φωνῇ,

  φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,

  πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.

  375 ὥς ὁ μέν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ

  ἤδη βαρβαρόφωνος ἐπαύσατο θῆλυς Ἐνυώ.

  καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς

  Βασσαρίδες: πολλοὶ δὲ λελοιπότες οὔρεα ταύρου

  380 δυσμενέες νόστησαν ἐς Ἰνδῴης κλίμα γαίης

  ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,

  ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.

  καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων

  Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.

  385 καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,

  ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,

  Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.

  καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,

  χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δ᾽ ἅμα λαῷ

  390 κυανέων πόμπευεν ἐρύκων τηλόθεν Ἰνδῶν,

  κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,

  Ἀρραβίης ἐπί πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ

  ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις:

  καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,

  395 ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων:

  καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,

  ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.

  BOOK 18

  ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει,

  εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.

  ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη

  Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,

  οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου,

  καὶ θρασὺν Ἰνδὸν Ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.

  5 καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων

  ὄργιά τ᾽ ἀμπελόεντα καὶ Εὔια θύσθλα Λυαίου

  Βάκχον ἰδεῖν μενέαινε: καὶ υἱέα Βότρυν ἐπείγων

  κοίρανος Ἀσσυρίων ἀνεμώκεος ὑψόθι δίφρου

  ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.

  10 τὸν μέν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην

  πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων

  βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος:

  καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου

  πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου:

  15 καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,

  θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων ...

  καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίξατο μύθῳ:

  ‘πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,

  πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ παῖδα παρέλθῃς.

  20 ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων,

  αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας

  Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι,

  καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,

  Ἀρκαδίης παρὰ πέζαν: ὑπὲρ Σιπύλου δὲ καρήνων

  25 Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,

  δαιτρεύσας δ᾽ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν:

  καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,

  μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,

  υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,

  30 ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.

  ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα

  ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην

  νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,

  δήιον ἀμβροσίης καἰ νέκταρος ἄνδρα πιφαύσκων;

  35 Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε Μακελλώ ...

  καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσῃ

  νῆσον ὅλην τριόδοντι διαρρήξας ἐνοσίχθων,

  ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.

  καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,

  40 εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων:

  δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.’

  ὥς εἰπὼν παρέπεισεν: ἑῷ δ᾽ ἐποχήσατο δίφρῳ.

  ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου:

  καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,

  45 ταυρείην δ᾽ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων

  ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ

  Ἀσσυρίην ἐπὶ γαῖαν: ἐπαυχενίοις δὲ λεπάδνοις

  χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία διφρου

  ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης

  50 θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,

  πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην:

  καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,

  ἀμφιπερισκαίροντες ὀρίδρομον ἄρμα Λυαίου:

  πολλὴ δ᾽ ἔνθα καἰ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη

  55 δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καἰ πτύχα πέτρης

  στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,

  καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πε
δίλοις,

  μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,

  οἰστρομανής: καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης

  60 ποσσὶν ἐυκνήμισιν ἐπωρχήσατο κονίῃ,

  ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης.

  ἀλλ᾽ ὅτε νισσομένοισι φάνη βασιλήιος αὐλὴ

  τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ,

  εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐάσας

  65 εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης,

  ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ

  ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.

  ὄφρα μέν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,

  τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ

  70 κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου,

  τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη,

  σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης:

  τοῖχοι δ᾽ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις,

  καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ

  75 λύχνις ἔην, λύχνοιο φερώνυμος: εἶχε καἰ αὐτὴν

  οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ

  οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ:

  αὐγὴν δ᾽ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης,

  καἰ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης:

  80 Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.

  κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων

  χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης

  ἀφνειοῖς ὀρόφοισι: πολυσχιδέων δέ μετάλλων

  φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ:

 

‹ Prev