by Nonnus
285 τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης.
Αρεος οὐ καλέω σε χερείονα: καὶ γὰρ ἐρίζοις
πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ
τόσσον ἀριστεύεις, ὅσσον δορὶ μάρναται Ἄρης,
καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια, θηροφόνον δὲ
290 υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ:
χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς
γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσας,
ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ
ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι:
295 ἀλλ᾽ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο. Μεδούσης
Γοργόνος ἄκρα κάρηνα σὺ δ᾽ οἴνοπα καρπὸν ἀείρεις,
ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης:
Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ,
καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.
300 κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτας Ἰνδὸν Ὀρόντην
κήτεος εἰναλίοιο κακώτερον: ἀχνυμένην μὲν
Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ
πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν
παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω
305 Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.
‘
ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ
ἁβρὸς ἄναξ. Βρομίου ξεινηδόκος: εἰσαΐων δὲ
φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ
θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ
310 οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων:
καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην
ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,
ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,
οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,
315 Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο μύθῳ:
‘ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,
τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι:
‘κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου,
ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ.’’
320 εἶπε: καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυσε κῆρυξ,
σκῆπτρον ἔχων γενετῆρος: ὁ δὲ χρυσέων ἐπὶ δίφρων
βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης
ποσσὶ πολυγνάμπτοισιν ἀπ᾽ ἄστεος ἄστεα βαίνων
325 Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης,
ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς.
ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου
φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ,
τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν: ἐν δὲ μελάθρῳ
330 δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα,
ἀμφίπολοι δ᾽ ἀλάλαζον: ἐφοινίσσοντο δὲ μαζοὶ
τυπτόμενοι παλάμῃσι: πολυθρήνων δὲ γυναικῶν
πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.
ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων
335 νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν.
μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης:
καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντι προσώπῳ,
πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ
αὐτόματος: καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ:
340 ‘εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
αὐχμηρὴν ὁρόω σε, καἰ ἀστράπτουσαν ἐάσας:
τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις
ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ.
καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;
345 τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην;
τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα;
καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης,
τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην;
τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;
350 οὐ πλόκαμοι προχυθέντες ἐπ᾽ ἀργυφέων σέθεν ὤμων
ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,
οὐκέτι βακχευθέντος ἀφ᾽ ὑμετέροιο καρήνου
μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.
πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;
355 πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης;
οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.
πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω;
εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν εἰς μίαν ὥρην;
γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις:
360 φωνῆς ὑμετέρης οὐ δεύομαι: αὐτόματοι γὰρ
σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί:
γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις:
δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ
πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.
365 ἐλπίδα δ᾽ ἡμετέρην φθόνος ἥρπασεν: ὠισάμην γὰρ
Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι
χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,
βότρυος ἀγχιμάχοιο τελειομένων ὑμεναίων.’
BOOK 19
ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει
Βάκχος ἐπὶ κρητῆρι θ
υώδεϊ τερπνὸν ἀγῶνα.
ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ
κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ,
δάκρυσιν αὐτοχύτοις νικώμενος: ὀψὲ δὲ μήτηρ
οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ:
5 ‘ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης,
σὸν Στάφυλον, Διόνυσε, κατεύνασε χάλκεος ὕπνος,
σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι.
δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν: ἀμπελόεις μὲν
Βάκχος ἐμὲ προλέλοιπε, πόσις δ᾽ ἐμὸς ἔμπεσε νούσῳ:
10 καὶ ξυνὴν μεθέπεσκον ἐπ᾽ ἀμφοτέροισιν ἀνίην,
καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ.
ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης
δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα
εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.
15 ἐλπὶς ἐμοί, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην,
μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.’
ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ
ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου
παιδὶ νέῳ καὶ μητρὶ κατηφέι: καἰ πίον ἄμφω
20 τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης:
καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην:
καί τινα μῦθον ἔειπε γυιὴ θελξίφρονι Βάκχῳ:
‘ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος: οὐκέτ᾽ ἀνίη,
οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος:
25 ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος: ὑμετέρῳ γὰρ
δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου.
οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ
βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι: ἀμφότερον γὰρ
Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.
30 ἕσπομαι, ἢν ἐθέλῃς με, καἰ εἰς τεὸν οἶκον ἱκάνω:
εἴην Βασσαρίδεσσιν ὁμόστολος: ἢν δ᾽ ἐθελήσῃς,
κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην,
χείλεσι δ᾽ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω.
χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω
35 καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου.
βότρυν ἔχεις θεράποντα: διδασκέσθω δὲ χορείας
καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν:
καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ
ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.
40 γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσῃς
σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.’
ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ
Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ:
‘ὦ γύναι, ἀγλαόδωρε μετά χρυσῆν Ἀφροδίτην,
45 εὐφροσύνης δώτειρα ... τερψίμβροτε μῆτερ Ἐρώτων,
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ:
ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,
ἄνθεσι μιτρωθεῖσα καὶ εὐαλδέσσι κορύμβοις:
στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.
50 οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην:
ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ
Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,
καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου:
βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,
55 καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω
ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.
οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,
οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.’
ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ
60 νηπενθὴς Διόνυσος ἀπειθέα θῆκεν ἀγῶνα:
καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας
διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν
Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς:
διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων
65 ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ:
‘Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν: ἀθλοφόρῳ γὰρ
ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,
ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.’
ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,
70 Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,
πλῆκτρον ἔχων φόρμιγγι παρήορον: αὐτὰρ ἐπ᾽ αὐτῷ
Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.
ἄμφω δ᾽ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος
φορμίγγων ἐλατῆρες: ἐμιτρώσαντο δέ χαίτην
75 δαφναίοις πετάλοισιν: ἀνεζώννυντο δέ πέπλους.
ἀρχόμενοι δ᾽ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ
ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς
ἄκρα περισφίγγοντες, ὅπως μήτ᾽ ὄρθιος εἴη,
μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.
80 καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ
Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,
μέλπων πάτριον ὕμνον, ὅτι ‘ζαθέαις ἐν Ἀθήναις
καὶ Κελεὸς ξείνισσε Βίου παμμήτορα Δηὼ
Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,
85 καί σφισι καρπὸν ὄπασσεν, ὅτε χθονὸς αὔλακα νίφων
Τριπτόλεμος σπόρον εὗρε
φερεσταχύων ἐπὶ δίφρων,
καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ
ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,
ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ
90 Τριπτολέμου Βαρὺ πένθος ἀπέσβεσε καὶ Μεταιείρης:
οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ
Ἀσσυρίων σκηπτοῦχος: ἄναξ δέ οἱ ἀντὶ τραπέζης
ὤπασεν Εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,
καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,
95 υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,
καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.’
τοῖα σοφὸς φόρμιζε λυροκτύπος: ἀμφὶ δὲ ῥυθμῷ
πάντες ὁμοῦ θέλγοντο: σὺν εὐθύρσῳ δὲ Λυαίῳ
ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.
100 δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,
ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,
δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,
παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινί θεσμῷ:
‘Εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,
105 καὶ Στάφυλον Διόνυσος ἀεί ζώοντα τελέσσει.’
οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ
εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπό λαιμῶν,
καὶ Σάτυροι σμαράγησαν ἀολλέες: ἐκ δὲ θοώκου
ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων
110 δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ
ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων:
Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,