by Nonnus
καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ
ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς:
115 ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.
καί τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,
αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.
Εὐχαίτης δ᾽ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,
ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περί νίκης,
120 γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,
χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ
ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,
Ἡφαίστου σοφὸν ἔρυον Ὀλύμπιον, ὅν ποτε Κύπρις
ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ:
125 μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι
ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ
δῶκεν ἄναξ Ἀλύβης ξεινήιον οἰκία ναίων,
ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου
ἀργυρέοις ἀγκῶσι μέλας λευκαίνετο κευθμών,
130 τοῦ περὶ χείλεος ἄκρον ἐπ᾽ ὀμφαλόεντι καρήνῳ
κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ:
τοῦτον ἄγων ἔστησε βαθυνομένῳ κενεῶνι
ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,
γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν: οὐ νέμεσις γὰρ
135 ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.
ἀλλ᾽ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,
ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ:
‘ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ
νικήσας τροχαλοῖο ποδός κρίσιν, οὗτος ἑλέσθω
140 καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου:
ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,
ἥσσονα δ᾽ ὀρχήσαιτο, καὶ ἥσσονα δῶρα δεχέσθω:
οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος: ἀθλοφόρῳ δέ
ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα
145 οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,
οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν,
δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων:
οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμή
τηλεφόρου: Σταφύλῳ δέ, καταφθιμένῳ Βασιλῆι,
150 ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα ταρσὰ γεραίρω:
οὐδὲ παλαισμοσύνῃ μυιαλκέι δῶρα τιταίνω,
οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,
οὐ δρόμος Οἰνομάου γαμβροκτόνος: ἡμετέρη γὰρ
νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,
155 χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου
ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ
δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.’
τοῖον ἔπος φαμένου κερόεις Σειληνὸς ἀνίστη,
καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ
160 χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,
οὐχ ὅτι χρύσεος ἦεν ὑπέρτερος, ἀλλ᾽ ὅτι μοῦνον
εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης
ἄκρου χείλεος ἄχρις: ἔρως δέ μιν ἡδέος οἴνου
θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή:
165 καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,
μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.
καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,
νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι:
‘εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου:
170 δακρυχέειν οὐκ οἶδα: τί δάκρυσι καί Διονύσῳ;
κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ:
δέξό με μειδιόωντα: Μάρων οὐκ οἶδε μερίμνας,
οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης:
ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.
175 ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,
δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴου,
Σειληνὸς δὲ νέης πιέτω νέον ὄγκον ὀπώρης.
καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,
ὅττι χορὸν προβέβουλα φιλοκνίσοιο τραπέζης:
180 σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω
κῶμον ἀνακρούων ἐπιτύμβιον: εἰμὶ δὲ Βάκχου,
οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,
οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων
δακρυχέων ἐρατεινὸν Ἀτύμνιον: Ἡλιάδων δὲ
185 ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο
εἰμί, νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος:
οὐ Σπάρτης ναέτης, οὐ πένθιμον ἄνθος ἀείρω
σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.
σήμερον, εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,
190 εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν,
Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,
κέκλυθι σεῖο Μάρωνος: ἐγὼ δέ σοι ἀντὶ κυπέλλων
ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν:
ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,
195 νίκην πασιμέλουσαν: ἐγὼ δέ σοι ὑψόθι τύμβου
σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων
ἀρχόμενος κρητῆρος ἐμῆς μετ᾽ ἀέθλια νίκης.’
ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,
δεξιὸν ἐκ λαιοῖο μετήλυδα τα�
�σὸν ἀμείβων,
200 σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων:
ὀφθαλμοὺς δ᾽ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,
νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων:
καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,
εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.
205 οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,
ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,
οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην
ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ:
ἀλλὰ λιπὼν ξύμπαντα καὶ ἀρχαίης χύσιν ὕλης
210 οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ
Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων
αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,
ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην:
ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν: ἀλλὰ καὶ αὐτὴν
215 νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην:
εἰς Σατύρους δ᾽ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν
χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,
ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.
τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,
220 καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν,
ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης.
ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,
τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι
μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.
225 Σειληνὸς δ᾽ ἐχόρευε: πολυστρέπτοιο δὲ τέχνης
σύμβολα τεχνήεντα κατέγραφε σιγαλέη χείρ.
καἰ παλάμαις τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ
υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ
ἀμφὶ πότου, μάκαρες δὲ συνήιον: οὐ τότε πυγμή.
230 οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια: παιδὶ Φοίβου
ὄργανα κεῖτο κύπελλα μεμηλότα καί Διονύσῳ
καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου,
ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης:
καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ
235 ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης:
ὄργανα κεῖτο κύπελλα: καὶ, ὡς χρυσόπτερος Ἑρμῆς,
αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη,
χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης,
Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων
240 στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης,
Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ
πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης
ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἐπ᾽ ἄλλῳ
εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ:
245 τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης
ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων
τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου,
καὶ μέλιτος μέμψαντο ταχὺν κόρον: ἡδυπότου δὲ
ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων
250 κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ
τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ,
πατροκασιγνήτῳ τρίτατον δέπας ἐννοσιγαίῳ:
ἑξείης δ᾽ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι
τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ
255 μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ:
οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις,
διψαλέοι δ᾽ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες,
καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων.
ἀθάνατοι δ᾽ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ
260 οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης:
καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,
κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.
τοῦτο σοφῇ παλάμῃ κερόεις Σειληνὸς ὑφαίνων
δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ
265 ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,
πῇ μὲν ἐπ᾽ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,
πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,
ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων
ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ:
270 δεξιτερῷ δ᾽ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ
δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδός, ἢ γόνυ κάμψας
συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν
Σειληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν:
καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου
275 κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δ᾽ ὑπὸ τέχνῃ
καμπύλον ᾐώρησεν ἐπ᾽ αὐχένι ταρσὸν ἑλίξας:
καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης
ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ
πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,
280 τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων:
καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ
ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης:
καὶ ποδὶ λαχνήεντι πέδον Σειληνὸς ἀμύσσων
ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.
285 καὶ τότε γούνατα κάμνε, τινασ�
�ομένου δὲ καρήνου
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ:
καὶ ποταμὸς μορφοῦτο: δέμας δέ οἱ ἔβλυεν ὕδωρ
χεύμασιν αὐτομάτοισιν: ἀμειβομένου δὲ μετώπου
εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,
290 καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,
καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ:
Σειληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη
εἰς θρύον αὐτοτέλεστον: ὑπὲρ ποταμοῖο δὲ γείτων
ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις
295 αὐτοφυής. γλυκερὴν δὲ Μάρων ἀνεδήσατο νίκην,
ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου:
Σειληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,
ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,
καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,
300 χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ
Σειληνοῦ κελάδοντος ἀκούεται Εὔιον ὕδωρ.
καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ:
‘οὔ σε Μάρων, Σειληνέ, Βιάζεται: εἰς σὲ δὲ ῥίψω
οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.
305 δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου
ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.
εἰλιπόδη Σειληνέ, καὶ ἐν προχοῇσι χορεύεις,
σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,
εἰσέτι κωμάζεις διερὸν τύπον: ἀλλὰ σὺ Βάκχαις
310 ἵλαθι καὶ Σατύροισι καὶ οἰνοδότῃσιν ὀπώραις,
Σειληνοὺς δὲ φύλασσε, τεῆς βλάστημα γενέθλης: