Book Read Free

Works of Nonnus

Page 107

by Nonnus


  ἀθανάτοις: Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,

  ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,

  160 ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης

  λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.

  καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι:

  Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ

  ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου

  165 μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,

  αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,

  ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,

  πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,

  πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.

  170 καὶ τὰ κὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δ᾽ ἐνὶ πόντῳ

  θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς

  εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ:

  καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,

  οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,

  175 μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ:

  καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων

  σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.

  ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς

  πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης:

  180 καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ:

  Καδμείην δ᾽ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην

  αὐτοκασιγνήτην προσπτύξατο μητέρος Ἰνώ,

  καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ

  σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ

  185 οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην,

  Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν

  ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου:

  καὶ Σάτυρος φιλόμοχθος ἔχων ἀγέλαστον ὀπωπὴν

  ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς

  190 ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται,

  Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου:

  Σειληνὸς δ᾽ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,

  κεῖτο κατηφιόων: Κρονίη δ᾽ ἐλελίζετο Νύμφη

  Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,

  195 Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης.

  ὣς οἱ μὲν δεδόνηντο κατηφέες: ἀχνυμένοις δὲ

  Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης

  πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,

  νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.

  200 ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,

  τόφρα δὲ Καυκασίοιο δι᾽ οὔρεος εἰς πόλιν Ἰνδῶν

  οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ

  ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,

  ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,

  205 αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,

  αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,

  δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,

  ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,

  ὡς ὄνος οὐατόεις, λάσιος δέμας: ἐκ μεσάτης δὲ

  210 ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.

  ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,

  εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ

  ἑζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,

  ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.

  215 καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν:

  ‘οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει

  ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,

  ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,

  θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ

  220 εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες: ἀμφότερον γὰρ

  καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.’

  ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων

  ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ

  μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν: ἐκ δὲ βοείης

  230 χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.

  καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας

  ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ:

  ‘Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει

  Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης

  235 σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων:

  εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις

  Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.

  ἀγγελίης ἤκουσας ἀληθέος: εἰπὲ καὶ αὐτὸς

  εἰρομένῳ τινὰ μῦθον, ἵν᾽ ἀγγείλω Διονύσῳ.’

  240 ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν:

  ‘ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.

  αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,

  οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.

  ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος: ἔκλυε Γάγγης

  245 ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου:

  οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων

  εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης.

  καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης

  ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης:

  καὶ πυρός ἐ
στιν ὕδωρ πολὺ φέρτερον: ἣν ἐθελήσῃ,

  225 χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης,

  Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ.

  ἢν δ᾽ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων:

  κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.

  250 δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης,

  Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι: Δηριάδης γὰρ

  οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει

  ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων.

  οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,

  255 οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,

  αἰθέρος ἀμήσαντα φυτοσπόρον ἑσμὸν Ἐρώτων.

  ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην:

  οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην:

  οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δ᾽ αὖ πότος ἐστὶ βοείη.

  260 οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις

  δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ

  ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ.

  οὐ μακάρων ἀλέγω τεκέων Διός: ἀμφότεροι γὰρ

  μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.

  265 ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ:

  ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω,

  ἔρρε φυγὼν ἐμὸν ἔγχος: ἐς ὑσμίνην δὲ κορύσσας

  ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας

  Δηριάδῆ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην

  270 σύνδρομον αὖ ἐρύσω σε δορικτήτῳ Διονύσῳ.

  οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον: οὐ δύνασαι γὰρ

  λάτριον ἔργον ἔχειν οἰκοσσόον: ἀλλά σε μακροῖς

  οὔασι ῥιπίζοντα παρ᾽ εἰλαπίνῃσιν ἐάσω.’

  ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ:

  275 καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας

  τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ:

  ‘εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.’

  τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ.

  Σειληνοὺς δ᾽ ἐκίχησε γεγηθότας: ἐξανιὼν δὲ

  280 ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις:

  καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,

  γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς

  πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης

  μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου:

  285 καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών,

  ἴχνιον ἀείδουσα παλιννόστου Διονύσου.

  καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας,

  τερπωλῆς δ᾽ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου

  πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,

  290 ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης,

  καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην:

  ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,

  πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις

  σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες:

  295 ἔκλυε δ᾽ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν

  ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,

  ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,

  καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν Ἐνυώ.

  τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,

  300 ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ,

  ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,

  δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος.

  οὐ μέν ἄναξ ἀμέλησεν: ἐς ὑσμίνην δὲ μαχητὰς

  θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος

  305 σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ.

  καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης

  Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως

  Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης

  πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.

  310 καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης

  τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος: ἀμφὶ δὲ πέτρην

  Καυκασίην λοφόεντα διαστείχων κενεῶνα

  Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,

  ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.

  315 ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ

  καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,

  τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυεν Ἰνδῶν,

  γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,

  πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης

  320 Ἄρεϊ χαλκοχίτωνι: καὶ ἔπλεεν ὑψόθι νηῶν

  λαὸν ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.

  καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν

  ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο:

  Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ

  325 ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.

  ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς

  ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης

  εὐρυτενής, καὶ κοῖλον ἔην σπέος: ἱπτάμενος δὲ

  οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,

  330 εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων

  ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμ�


  ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,

  οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην

  ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ

  335 ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων.

  κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης

  ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,

  ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ

  εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,

  340 οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην,

  οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ

  χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ:

  ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις

  μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων ...

  345 δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον Ἐνυώ.

  BOOK 22

  δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργά τε μέλπει

  Αἰακὸς ὄσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.

  ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο

  Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ

  πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,

  δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ

  Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,

  5 καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ:

  γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι

  νηιάδες δ᾽ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι

  σιγαλέοις ἑλικηδὸν ἐμιτρώσαντο ῥεέθροις

  10 καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς,

 

‹ Prev